Τῶν παρὰ Ἀριστοτέλους περὶ τοῦ πρώτου οἰκείου.
ὡς ἡ εὐδαιμονία, τὸ δὲ ἔσχατον πρώτου τινός ἐστιν ἔσχατον, εἴη ἄν τι καὶ πρῶτον ὀρεκτόν.
τούτου ἀρχή, ὃ καὶ πρῶτον οἰκεῖον καλοῦσιν.
ἀλλὰ σχεδὸν κατὰ τὴν τοῦ ἐσχάτου ὀρεκτοῦ διαφορὰν καὶ ἡ περὶ τοῦ πρώτου τοῖς περὶ αὐτοῦ λέγουσιν γίνεται.
γενόμενον πρός τε αὑτὸ οἰκειοῦσθαι, καὶ δὴ καὶ τὸν ἄνθρωπον·
ἡμῶν αὐτῶν), τοῖς δὲ περὶ Ἐπίκουρον ἡδονὴ τὸ πρῶτονοἰκεῖον ἔδοξεν εἶναι ἀπλῶς, προἵόντων δὲ διαρθροῦσθαι ταύτην τὴν ἡδονήν φασιν, τοῖς δὲ ἀοχλησία,
ὥσπερ τοῖς Μεγαρικοῖς, τοῖς δὲ Ἀκαδημαϊκοῖς ἡ ἀπροσπτωσία.
οὐδένας πρὸ ἡμῶν αὐτῶν, οὐδὲ ᾠκειώμεθα πρός τι ἄλλο οὕτως·
τάχα δ᾿ ἂν γένοιτο περὶ αὐτῶν φανερόν, γνωρισθέντος τοῦ φιλητοῦ ἕως·
δὲ ὁμοίως λέγει·
ὀρεγόμεθα (οὐδὲν γὰρ αὐτοῦ ὀρέγεται οὐδὲ τοῦ παρόντος αὐτῷ καθὸ 2 πάρεστιν), ἢ τοῦ εἶναι αὐτοὺς ἡμᾶς ὀρεγόμεθα ἁπλῶς, ἐπεὶ μὴ ἐκείνως οἷόν τε.
ὧν ἐν Ἠθικοῖς Νικομαχείοις λέγει.
τοῦ μὲν καλοῦ καὶ τοῦ συμφέροντος ἀντιλαμβανόμεθα προϊόντες τῇ ἡλικίᾳ, τοῦ δὲ ἡδέος εὐθύς.
ὄρεξις μὲν πᾶσα ἀγαθοῦ ἢ φαινομένου ἀγαθοῦ, ἀλλὰ τὸ μὲν ὡς ἀληθῶς ἀγαθὸν τελικόν, τὸ δὲ φαινόμενον οὐ τοιοῦτον, φαινόμενον δὲ ἀγαθὸν τὸ ἡδύ, πρῶτον ἂν ἡμῖν τοῦτο εἴη ὁρεκτὸν κατὰ φύσιν.
ἡδύ ἐστιν, ἁπλῶς μηδὲν ἔχοντες οἰκεῖον πρὸς αὐτό, ἴνα ἡμῖν περιγένηται.
Βεργίννιος δὲ Ῥοῦφος καὶ πρὸ αὐτοῦ Σωσικράτης φησίν, ἕκαστον ὀρέγεσθαι τῆς τελειότητος καὶ τοῦ ἐνεργείᾳ εἶναι, δηλονότι ἀνεμποδίστως ἐνεργοῦντα.
δυνάμει, καὶ ἔστιν τὸ ζῷον οὐκ ἐν τῷ ἐνεργεῖν, ἀλλ᾿ ἐν τῷ δύνασθαι.
ἀκολουθεῖ δὲ τοῖς τιθεμένοις πρῶτον οἰκεῖον τὸ εἶναι καὶ ζῆν κατ᾿ ἐνέργειαν γειαν καὶ τὸ ἡδονὴν εἶναι λέγειν τὸ πρῶτον οἰκεῖον καὶ τὸ ἀγαθόν.
γείᾳ νοητὸν εἶναι τὸ τέλος ἐστίν, ὃ ἤρτηται ἐκ τοῦ οἰκειῶσθαι ἡμᾶς πρὸς τὸ κατὰ δύναμιν.
ἔχει.
ἑκάστῳ ἡ κατὰ τὴν οἰκείαν ἕξιν αἱρετωτάτη ἐνέργεια.
γὰρ ἡμῖν τοῦτο τὸ ἡμῖν τὴν εὐδαιμονίαν περιγενέσθαι), καὶ ὡς μὲν πρὸς τὰ πράγματα ἡ εὐδαιμονία τέλος καὶ σκοπός, ὡς δὲ πρὸς ἡμᾶς
ἡμεῖς εὐδαιμονοῦντες.
σύνθετον.
φαινομένου ἀγαθοῦ ὀρεγόμεθα.
ἡμῖν ἡδύ ἐστι τὸ πρῶτον οἰκεῖον, τουτέστιν τὸ φαινόμενον ἀγαθόν, ὅπερ, εἰ καὶ τοῖς ἄλλοις εἰρηκόσιν τὸ πρῶτον οἰκεῖον ἀκόλουθόν ἐστι λέγειν διὰ τὴν ἀνάγκην τῆς ἐκ τῶν λόγων ἀκολουθίας, ἀλλ᾿ αὐτοί γε οὐ διελόντες οὐδὲ διαστειλάμενοι, οἱ μὲν ἡμᾶς ἔφασαν εἶναι, οἱ δὲ τὸ πρᾶγμα τὸ ἐκτὸς τὸ ἡδὺ τὸ πρῶτον οἰκεῖον, οὐδεὶς δὲ αὐτῶν συνθεὶς τὸ πᾶν ἐξειργάσατο.
ἀμφότεροι μὲν οὖν ὑγιῶς λέγουσιν, ἅμα ἑκάτεροι δὲ οὐχ ὑγιῶς.
λέγων ἑκάστῳ οἰκεῖον εἶναι τὸ ἐνεργείᾳ εἶναι καὶ ζῆν καὶ τὴν καθὸ τὸ εἶναί 4 ἐστιν αὐτῷ ἐν συνεχείᾳ (τὸ γὰρ κατὰ φύσιν, καθό ἐστι τὸ εἶναι ἑκάστῳ, ἡδύ τε καὶ οἰκεῖον καὶ πρῶτον ὀρεκτόν) διηρθρωμένως λέγει.
εἴη ἂν προσοικειωμένον καὶ ἔτι τῷ τρέφεσθαι.
ἂν ὀρέγοιτο, εἴ γέ ἐστιν ἡδονὴ ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος καὶ ἔτι τοῦ αὐτοῖς περιγενέσθαι αὐτήν (τῆς γὰρ ἰδίας ἐνεργείας ὀρέγονται).
μὲν δηλονότι τῆς ἀνεμποδίστου (τὸ γὰρ κωλυτικὸν καὶ ἐμποδιστικὸν τῆς ἐνεργείας φευκτὸν τῷ ὀρεγομένῳ αὐτῆς), ἅμα δὲ ἡ τοιαύτη καὶ ἡδεῖα.
ἐνεργείᾳ πρὸς ἣν οἰκειοῦται πρώτην.
τὴν ἡδονὴν πεποίηται, ἀλλὰ ἔχει ἑπομένην αὐτὴν τῇ ἐνεργείᾳ.
σύμφωνον δὲ τῇ τοιαύτῃ ἀρχῇ καὶ τὸ τέλος τὸ κατὰ Ἀριστοτέλη, 5 ὂν ἐνέργεια κατὰ ἀρετήν.
ἀγαπᾷ.
εὐλόγως οὖν καὶ τῆς ἡδονῆς ἐφίενται·
De anima libri mantissa. Alexander of Aphrodisias. ed. Ivo Bruns. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.