ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΖΙΕΩΣ ΕΙΣ TO EKTON ΤΗΣ ΤΟΠΙΚΗΣ 205 ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΡΑΓΜΑΤΕΙΑΣ
τόπους τούς τε κατασκευάζοντας ὅτι τόδε γένος ἐστὶ τοῦδε ἢ ἴδιον ἢ συμβέβηκε τῷδε καὶ αὖθις ἀνασκευάζοντας καὶ δεικνύντας ὅτι οὐκ ἔστι παρα- δούς, νῦν διδάσκει καὶ περὶ τῶν ὁρικῶν, οὐχ ὅτι τί ἐστιν ἡ φύσις τοῦ ὅρου, καὶ εἰ ἄρα πλείω γένη δεῖ ἐν τῷ ὁρισμῷ παραλαμβάνεσθαι μίαν δὲ διαφορὰν ἢ τοὐναντίον, καὶ τίνων ἔστιν ὁρισμός, ὅτι τῶν οὐσιωδῶν κυρίως.
κατὰ δεύτερον δὲ λόγον καὶ τῶν συμβαινόντων περὶ γὰρ πάντων τούτων ἐδίδαξεν ἐν τοῖς Μετὰ τὰ φυσικά, καὶ ἐν τῷ δευτέρῳ τῆς Ἀποδεικτικῆς περὶ τοῦ εἰ δεῖ τῶν ὁρισμῶν ἀπόδειξιν γίνεσθαι), ἀλλ’ εἰ ὁ ἀποδιδόμενός τινι ὅρος ὅρος ἐστὶν αὐτοῦ ἢ οὐκ ἔστι· περὶ τούτου γάρ ἐστιν ἡ πρόθεσις· αὐτῷ ἐν τῷ παρόντι τῶν τοπικῶν βιβλίῳ.
1
περὶ τὰ ὁρικὰ προβλήματα, μέρη εἰσὶ πέντε· πέντε γάρ εἰσι, δι’ ὧν ἐπιχειροῦμεν κατασκευάζειν ὅτι τόδε ἐστὶν ὁρισμὸς τοῦδε , καὶ αὖ τοὐναντίον ἀνασκευάζειν ὅτι ὁ ἀποδοθεὶς ὁρισμὸς οὐ καλῶς ἀπο-
οεοοται.
ζῷον λογικὸν θνητὸν ὁρισμὸς τοῦ ἀνθρώπου ἐστίν, ὀφείλει καὶ κατὰ παντὸς ἀνθρώπου κατηγορεῖσθαι καὶ καθ’ οὗ τὸ ὄνομα κατηγορεῖται, ἤγουν τὸ ὑπὸ τοῦ ὀνόματος δηλούμενον, ὁ ἄνθρωπος, καὶ κατὰ τοῦ Σωκράτους κατηγορεῖσθαι, καὶ διὰ τοῦτο καὶ τὸν ὁρισμὸν τοῦ ἀνθρώπου οἰκεῖον τῷ Σωκράτει καταφαίωεσθαι), ἢ ὄντος γένους τοῦ ὁριστοῦ οὐκ ἔθηκεν εἰς
τὸ γένος τὸν ὁρισμόν, ἤτοι οὐκ ἔλαβε τὸ γένος τοῦ ὁριστοῦ εἰς τὸν
ὁρισμὸν αὐτοῦ οἷον εἴ τις τὴν ἐπιστήμην ὁριζόμενος εἴποι ‘ἐπιστήμη ἐστὶν ἀμετάπειστος ὑπὸ λόγου’ , ἁμαρτάνων ἐλέγχεται· οὐ γὰρ ἔλαβεν ἐν τῷ ὁρισμῷ τὸ γένος αὐτῆς· μάλιστα γάρ, φησί, τῶν ἐν τῷ ὁρισμῷ παραλαμβανομένων τὸ γένος δοκεῖ τὴν τοῦ ὁριζομένου
οὐσίαν σημαίνειν· ἐν γὰρ τῷ τί ἐστι κατηγορεῖται τὸ γένος, αἱ δὲ διαφοραὶ ὡς ποιότητες μᾶλλον. καὶ ὅτι πρῶτον τὸ γένος τὴν ἑκάστου οὐσίαν δείκνυσιν, χωρίζον αὐτὸ ἀπὸ πάντων τῶν διαφόρων· ἀρχὴ γὰρ
τοῦ ὅρου τὸ γένος, ἐξεργασίᾳ δὲ αἱ διαφοραὶ ἐοίκασιν. καὶ αἱ μὲν διαφοραὶ τῶν ὁμοίων καὶ συγγενῶν χωρίζουσι τὸ ὁριστόν, ὧν οὐχ οἷόν τε
χωρίσαι αὐτό, εἰ μὴ πρότερον χωρισθείη τῶν ἀνομοίων καὶ ἐκτὸς τῆς φύσεως τοῦ ὁριστοῦ, ὃ ποιεῖ τὸ γένος), ἢ ὅταν οὐκ ἴδιον τοῦ ὁριστοῦ ἀποδιδῷ τις τὸν· λόγον, ὡς εἴ τις θείη ὁρισμὸν εἶναι τοῦ ἀνθρώπου τὸ ζῷον πεζὸν δίπουν· οὗτος γὰρ ὁ ὅρος οὐκ ἴδιος τοῦ ἀνθρώπου ἐστίν, ἐπεὶ οὐκ
ἀντιστρέφει· δεῖ δὲ τὸν ὁρισμὸν ἴδιον εἶναι τοῦ ὁριστοῦ καὶ ἀντιστρέφειν
ὥσπερ καὶ τὸ ἴδιον), ἢ <εἰ> πάντα τὰ εἰρημένα πεποιηκώς, καὶ γένος οἰκεῖον λαβὼν καὶ διαφορὰς προσθεὶς καὶ ἀντιστρέφοντα πρὸς τὸ ὁριστὸν τὸν ὁρισμὸν ἀποδούς, μὴ ὥρισται, τουτέστι μὴ κυρίως ἀπέδωκεν ὁρισμὸν ἀλλ’ ὑπογραφήν, μηδ’ εἴρηκε τὸ τί ἦν εἶναι, ἤγουν ἐδήλωσε τὴν φύσιν τοῦ ὁριστοῦ ὁ γὰρ εἰπὼν ζῷον ὀρθοπεριπατητικὸν
πλατυώνυχον φαλακρὸν προγαστρικὸν τὸν Σωκράτην πάντα μὲν ἐφύλαξεν ἃ εἴπομεν, ὁρισμὸν δὲ οὐκ ἐποίησεν ἀλλ’ ὑπογραφὴν λαβὼν τὰ συμβεγηκότα· διὸ οὐκ ἐδήλωσε τὴν φύσιν τοῦ ὁριστοῦ), καὶ τελευταῖον, εἰ ὥρισται μέν, μὴ καλῶς δὲ ὥρισται, τουτέστιν εἰ ὁρισμὸς μέν ἐστιν ὁ ἀποδιδόμενος, μὴ οἰκεῖος δὲ ὢν τῷ πράγματι.
γινομένων ἁμαρτιῶν, τὰς μὲν προτέρας τρεῖς ἐκ τῶν κατὰ τὸ συμβεβηκὸς
καὶ γένος καὶ ἴδιον παραδοθέντων τόπων ἐπιχειρεῖν δεῖ, φησίν, ἀνασκευάζειν, τὰς δὲ ὑστέρας δύο τόπων δεῖσθαι δύο ἰδίων, οὓς καὶ ἐκτίθησι. διό φησιν | εἰ μὲν οὖν μὴ ἀληθεύεται, καθ’ οὗ τοὔνομα, καὶ ὁ λόγος, 6 ἤτοι εἰ οὐδαμῶς ὑπάρξει τῷ πράγματι ὁ ἀποδοθεὶς λόγος, δι’ ἐκείνων τῶν τόπων ἀποδείξομεν, δι’ ὧν καὶ ἐν τοῖς κατὰ τὸ συμβεβηκὸς ἀπεδείκνυμεν.
οὗτοι γὰρ τοῦ ὑπάρχειν τὸ τιθέμενον ἦσαν δεικτικοί, καὶ τὸ συμβεβηκὸς τῇ ὑπάρξει μόνῃ ἐχαρακτηρίζετο· ἦν γὰρ συμβεβηκὸς τὸ μήτε γένος μήτε ὅρος μήτε ἴδιον <ὂν> ὑπάρχον δὲ τῷ πράγματι· οἷον ὅτι τὸ λευκὸν
οὐχ ὑπάρχει τῷ Σωκράτει· καὶ γὰρ ἐν ἐκείνοις ἡ σκέψις καὶ ἡ ἐξέτασις ἐγίνετο, πότερον ὑπάρχει τῷ Σωκράτει τὸ λευκὸν ἢ οὐχ ὑπάρχει. ὥσπερ
γὰρ ἐκεῖ σπουδὴν ἔχομεν δεῖξαι ὅτι τῷ Σωκράτει οὐκ ἔστι τὸ λευκόν, ἐπεὶ οὐδὲ λευκός ἐστι, περαιτέρω δὲ οὐ πολυπραγμονοῦμεν, ἡ πάλιν ὅτι ὑπάρχει, οὕτως ἀρκεῖ ἡμῖν καὶ εἰ δείξομεν ὅτι τὸ ‘οὐσία ἄψυχος ἀναίσθητος’ οὐχ ὑπάρχει ὁρισμὸς] τῷ ἀνθρώπῳ οὐδὲ γὰρ ἄψυχός ἐστι καὶ
ἀναίσθητος), ὡσπεροῦν πάλιν τὸ ‘ζῷον λογικὸν θνητόν’ ὁρισμός ἐστιν
αὐτοῦ, ἐπεὶ καὶ λογικὸς καὶ θνητός. τοὺς δὲ τόπους, δι’ ὧν ὀφείλομεν δεικνύειν ὅτι τὸ ἐν τῷ ὁρισμῷ γένος ἀλλότριόν ἐστι τοὐ ὁριστοῦ ἢ ὅτι οὐκ ἀντιστρέφει ὁ ὁρισμός, ἐπισκέπτεσθαί φησιν ἀπὸ τῶν παραδοθέντων ἐν τοῖς γενικοῖς καὶ ἰδικοῖς προβλήμασι τόπων. δι’ ὧν γὰρ ἐν ἐκείνοις ἀπεδείκνυτο ὅτι οὐκ ἔστι γένος τοῦδε ἢ ἴδιον τὸ ἀποδιδόμενον,
διὰ τῶν αὐτῶν καὶ ὅτι οὐδὲ τὸ ἐν τῷ ὁρισμῷ γένος οἰκεῖόν ἐστι τῷ ὁριστῷ ἢ ὁ ὁρισμὸς ἴδιος αὐτοῦ ἐστιν. ὁμοίως δὲ πάλιν καὶ διὰ τῶν ἐν ἐκείνοις τόπων τὰ τοιαῦτα κατασκευάσομεν, ὥστε αἰ μὲν πρῶται ἀνασκευαὶ τῶν ὅρων ἀπὸ τῶν πρὸς τὸ συμβεβηκὸς τόπων γίνοιντ’ ἄν, ἡ δὲ δευτέρα διὰ τῶν πρὸς τὸ γένος τόπων, ἡ δὲ τρίτη
διὰ τῶν πρὸς τὸ ιοιον.
φησίν, ἐπισκεπτέον εἰ μὴ καλῶς ὥρισται· ῥᾴων γὰρ ἡ πρὸς τοῦτο
ἐπιχείρησις ἢ ἡ πρὸς τὸ ἁπλῶς ὡρίσθαι. ἐπειδὴ γὰρ ἐργωδέστερον τὸ καλῶς ὁτιοῦν ποιῆσαι τοῦ ἀπλῶς ποιῆσαι, δῆλον ὅτι ἡ ἁμαρτία περὶ τοῦτο πλείων· εὐκολώτερον δὲ πλείους ἁμαρτίας φωρᾶσθαι τῶν ἐλαττόνων, 25 ὥστε εὐκολώτερον δεῖξαί τινα μὴ καλῶς ὡρισμένον ἤπερ μηδὲ ὅλως ὡρισμένον.
9
ἁμαρτάνων οὐ τῷ μὴ καλῶς ἀλλὰ τῷ μηδ’ ὅλως ὡρίσθαι. ὁ γὰρ ἐνδεὴς λόγος κατὰ τοῦτο ἐνδεής ἐστιν, ὅτι ἐλλείπει τι αὐτῷ πρὸς τὸ δηλῶσαι τὸ
τί ἦν εἶναι· ὁ δὲ μὴ δηλῶν τὸ τί ἦν εἶναι οὐχ ὁρισμός.
ὡς λέγεται σίτου ἀγωγὴ ἢ οἴνου· λέγεται καὶ ἡ διὰ τῶν ἠθῶν τοῦ τρόπου κατακόσμησις, ὡς λέγεται παίδων ἀγωγή • λέγεται ἀγωγὴ καὶ ἡ μεταβολή·
11 ἐφ᾿ οὗ σημαινομένου ὁ ὁριζόμενος οὕτω τὴν γένεσιν κέχρηται τῷ τῆς ἀγωγῆς ὀνόματι. ἀλλὰ καὶ ἡ συμμετρία ὁμώνυμον, ὥσπερ καὶ τὸ σύμμετρον· σύμμετρα γὰρ τὰ τῷ αὐτῷ μέτρῳ μετρούμενα καὶ τὰ οἰκεῖα ἑκάστῳ καὶ ἀρκοῦντα, ἢ κατὰ τὸ πλῆθος ἢ κατὰ τὸ μέγεθος ἢ κατὰ τὰς
ποιότητας ἢ κατὰ τὰς δυνάμεις ἀνάλογον ἔχοντα.
12
ὀνόματος σημαινομένων ἀποδεδωκότος αὐτοῦ τὸν ὁρισμὸν προχειριζόμενος ἐκεῖνα τῶν σημαινομένων, οἷς οὐκ ἐφαρμόζει ὁ ἀποδοθεὶς λόγος, δεικνύοι ὅτι οὐχ ὁρισμός· ἐπεὶ τόν τινων ὁρισμὸν ἐπὶ πάντων δεῖ ἀληθεύεσθαι,
ἐφ’ ὧν καὶ τοὔνομα οὗ ὁ ὁρισμός. εὐλόγως δὲ προσέθηκε τὸ συκοφαντεῖν ἐπὶ τοῦ τοιούτου ἐλέγχου· ὁ γὰρ τὸν ἀποδιδόμενον τοῦ κυνὸς λόγον
ἀξιῶν πᾶσι τοῖς ὑπὸ τοῦ ὀνόματος τοῦ κυνὸς σημαινομένοις ἁρμόζειν, ὡς ὄντος τοῦ κυνὸς μιᾶς τινος φύσεως, συκοφαντεῖ· ὁρισμὸς μὲν γάρ τινος κυνὸς τὸ ζῷον I πεζὸν ὑλακτικόν, ἄν οὕτω τύχῃ, ἀσαφὴς δὲ τῷ μὴ 13 προσδιωρίσθαι ποίου κυνός. τὴν μέντοι ἀφορμὴν τῆς τοιαύτης κακουργίας παρέχει μὴ διαιρεθέντος τοῦ πολλαχῶς λεγομένου ἀλλ’ ὡς μίαν φύσιν
δηλοῦντος ἀποδιδοὺς τὸν ὁρισμόν.
πολλὰ σημαίνει τὸ ἐν τῷ ὁρισμῷ πολλαχῶς λεγόμενον· τότε γὰρ δυνατὸν 15 ὡς μίαν φύσιν σημαίνοντος τοῦ ὀνόματος ἕν τι λαμβάνοντα δεικνύναι ὅτι μὴ ὁρισμός, διὰ τὸ μὴ πᾶσι τοῖς ὑπὸ τὸ ὄνομα ἐφαρμόζειν. εἰ δὲ γινώσκει ὁ προσδιαλεγόμενος, φέρε εἰπεῖν ὅτι τὸ κύων πολλὰ σημαίνει, καὶ διαιρήσει αὐτὸ εἰς τὰ σημαινόμενα καὶ εἴποι ὅτι τοῦδε τοῦ κυνὸς τὸν
ὁρισμὸν ἀποδέδωκεν, ἀνεύθυνος ἔσται. ἐνδέχεται δέ, φησίν, αὐτὸν τὸν
προσδιαλεγόμενον διελόμενον καὶ διορίσαντα πόσα σημαίνει τὸ ἀποδοθέν, ἤγουν τὸ ὁρισθέν, ἐν τῷ ὁρισμῷ, συλλογισμὸν ποιῆσαι, ἤτοι συλλογὴν καὶ ἀπαρίθμησιν τῶν σημαινομένων. εἰ γὰρ μηδενὶ τῶν σημαινομένων ἁρμόσει τὸ ἀποδοθὲν ἐν τῷ ὁρισμῷ, οὐχ ὡρίσατο καλῶς· ὃ ἐδήλωσε
διὰ τοῦ εἰπεῖν κατὰ τρόπον, ἤγουν κατά τινα τῶν ἀπηριθμημένων τῆς σημασίας τρόπον. δεῖ δὲ ποιεῖν τὴν συλλογὴν οὕτως· ἐπεὶ φέρε εἰπεῖν
ὁ ἀποδοθεὶς ὑπὸ σοῦ ὁρισμὸς τοῦ κυνὸς οὔτε τῷ ἀστρῴῳ ἁρμόζει οὔτε τῷ χερσαίῳ οὔτε τῷ θαλασσίῳ, οὐχ ὡρίσω καλῶς.
ἀμετάπτωτον.
λέγεται τῶν δι’ ἰσχὺν μὴ τρεπομένων ἢ δι’ ἰδιότητα μὴ μεταβαλλόντων, ἀσαφὲς ἐποίησε τὸ λεγόμενον. ὡσαύτως καὶ ὁ τιθήνην τὴν γῆν ὁρισάμενος· ἡ γὰρ τιθήνη κυρίως ἐπὶ τῆς γυναικὸς τῆς τιθηνούσης καὶ ἀνατρεφούσης λέγεται. ἐνδέχεται οὖν, φησί, καὶ τὸν μεταφορικῶς ὁρισάμενον συκοφαντεῖν, ἤγουν ἐλέγχειν, ὡς μὴ ἀποδιδόντα ὅρον ἀφαρμόζοντα
τῷ ὑποκειμένῳ. οἷον εἴ τις τὴν σωφροσύνην ὁρίσαιτο συμφωνίαν·
ἡ γὰρ συμφωνία οὐχ ἁρμόζει τῇ σωφροσύνῃ· κυρίως γὰρ ἐπὶ φθόγγων λέγεται ἡ συμφωνία· εἰ οὖν καὶ ἡ σωφροσύνη συμφωνία κατὰ τὸν ὁρισάμενον, ἦν ἄν καὶ ἡ σωφροσύνη φθόγγος. ἀλλ’ οὐδὲ γένος ἔσται τῆς σωφροσύνης ἡ συμφωνία· εἰ γὰρ κατὰ τὸν ὁρισάμενον γένος ἐστὶ τῆς
σωφροσύνης ἡ συμφωνία οὕτω γὰρ παρ’ ἐκείνου εἴληπται ἐν τῷ ὅρῳ), ἔστι δὲ καὶ γένος ὁμολογουμένως τῆς σωφροσύνης ἡ ἀρετή, εὑρεθήσεται
τὸ αὐτὸ καὶ ἓν εἶδος, ἡ σωφροσύνη, ὑπὸ δύο γένη ἀναγομένη μήτε περιέ- 17 ὕοντα ἄλληλα μήτε ὑπὸ τὸ αὐτὸ καὶ ἓν γένος ἀναγόμενα. εἰ γὰρ ὑπὸ τὸ αὐτὸ καὶ ἓν γένος ἀνήγοντο ἥ τε ἡ] ἀρετὴ καὶ ἡ συμφωνία, ἢ ἡ συμφωνία περιεῖχεν ἂν τὴν ἀρετὴν ἢ ἡ ἀρετὴ τὴν συμφωνίαν· ἀλλ’ οὐκ εἰσὶν ὑπὸ τὸ αὐτὸ γένος· τῆς μὲν γὰρ ἀρετῆς γενικώτατόν ἐστιν ἡ ποιότης,
τῆς δὲ συμφωνίας τὸ πρὸς τι.
18
καὶ κύνα τὴν γυναῖκα διὰ τὸ ἀναιδές, καὶ Πλατῶν ὀφρυόσκιον τὸν ὀφθαλμόν, καὶ τὰ ἄλλα, ἃ παρέθηκεν αὐτός· ταῦτα γὰρ ἀσυνήθη· πᾶσα δὲ λέξις ἀσυνήθης ἀσάφειαν ἐν τοῖς ὁρισμοῖς ἐμποιεῖ.
19
πολὺ χεῖρον λέγεται. ἡ μὲν γὰρ μεταφορά, εἰ καὶ μὴ κυρίως ἐστὶ
τοῦ πράγματος πράγματος ἀλλ’ ὅμως γνώριμόν πως παρέχει τὸ σημαινόμενον, διότι καθ’ ὁμοιότητά τινα | γίνονται αἱ μεταφοραί· καὶ ὁ τῇ 20 ὁμωνυμίᾳ χρώμενος ἔχει καὶ αὐτὸ τὸ προκείμενον ὑπὸ τοῦ ὀνόματος σημαινόμενον κυρίως, εἰ καὶ μὴ μόνον. τὰ δὲ τοιαῦτα οὐδαμόθεν παρέχονται τὴν γνῶσιν τῷ μήτε κύρια εἶναι μήτε καθ’ ὁμοιότητα γίνεσθαι,
ἀσαφείας δὲ αἴτιά τινος πλείονος. οὔτε γὰρ ἡ ὁμοιότης ὑπάρχει, καθ’ ἣν μέτρον ἢ εἰκὼν ὁ νόμος ἐστίν, οὔτε εἴωθε κυρίως λέγεσθαι,
ἀλλ’ [ὡς] οὐδέτερον κυρίως ὁ νόμος· τὸ μὲν γὰρ μέτρον ποσόν, ὁ 21 δὲ νόμος οὐ ποσόν· καὶ ἡ εἰκὼν μίμησίς ἐστι ζῴου ἐκ τοιῶνδε χρωμάτων σχηματιζομένη, ὁ δὲ νόμος οὐκ ἔστι μίμησις ζῴου.
ἡ δὲ ἀσάφεια ἤτοι δι’ ὁμωνυμίαν, ἢ ἐν τῷ ὅρῳ ἢ ἐν τῷ ὁριστῷ, ἢ διὰ μεταφορὰν ἢ διὰ κατάχρησιν.
23
εἶναι γνώριμον τὸν τοῦ ἐναντίου τῷ οὗ ὁ ὁρισμὸς ἀποδέδοται λόγον τε καὶ ὅρον, δηλονότι ἐὰν ᾖ τι αὐτῷ ἐναντίον. δοκεῖ γὰρ ὁ τοῦ ἑτέρου τῶν ἐναντίων ὁρισμὸς γνώριμον ποιεῖν καὶ τὸν τοῦ ἑτέρου· διὰ γὰρ τοῦ ἐναντίου τῷ ἐν τῷ τοῦ ἑτέρου τῶν ἐναντίων ὁρισμῷ τὸ ἐναντίον αὐτῷ ὁρίζεται.
ἐκ τοῦ ῥηθέντος ὁρισμοῦ· οἱ γὰρ καλῶς ἀποδιδόμενοι ὅροι σημαίνουσι καὶ τοὺς τῶν ἐναντίων ὅρους.] οἷον εἴ τις εἴποι ‘ἀδικία ἐστὶ κακία ψυχῆς’, εὐθὺς καὶ τὸν τοῦ ἐναντίου ὁρισμόν, τῆς δικαιοσύνης, ἐδήλωσεν· ἔστι δ’ οὗτος ‘ἀρετὴ ψυχῆς’. καὶ εἰ τὸ λευκὸν χρῶμα διακριτικὸν ὄψεως, δῆλον
ὅτι τὸ ἐναντίον τῷ λευκῷ, τουτέστι τὸ μέλαν, ἔσται χρῶμα συγκριτικὸν ὄψεως. εἰ οὖν ἐκ τοὐ ῥηθέντος ὅρου οὐ γίνεται δῆλος καὶ ὁ τοῦ ἐναντίου
τῷ ὁριστῷ ὁρισμός, ἀμφίβολος γίνεται τίνος ἂν εἴη ὁρισμός.
παλαιοὶ ζωγράφοι ἐποίουν, μὴ ἀκριβεῖς τὰς εἰκόνας ἀπεργαζόμενοι δι’ ἐπιγραφης ἐδήλουν τίνος ἐστὶν ἑκάστη ζῴου. ὅταν οὖν ὁ ἀποδοθείς τινος
ὁρισμὸς μὴ γνώριμος αὐτόθεν ᾖ τίνος ἐστὶν ὁρισμός, ἀλλὰ δέηται προσκειμένου τοῦ ὁριστοῦ, δῆλον ὅτι ἀσαφῶς ἀποδέδοται.
ἅπαν εὑρίσκεται ἐν τοῖς τῆς λέξεως πάθεσι· πάθος γὰρ λέξεως καὶ ἡ ὁμωνυμία καὶ ἡ μεταφορὰ καὶ ἡ κατάχρησις. τὸ δὲ περίεργον καὶ περιττὸν ἐν μὲν τῇ πρώτῃ τῶν ἐφόδων δόξειεν ἄν ὁ Ἀριστοτέλης μετάγειν εἰς τὰς πραγματικὰς ἐξετάσεις· ἄντικρυς γὰρ τὴν ἐκ τοῦ πλειονάζειν κακίαν καὶ πλείω τὰ πράγματα περιλαμβάνειν ὁ τόπος ἐλέγχειν γάρ] φαίνεται, οὐ
μὴν ἀληθῶς ἀλλ’ ὅταν μὲν ὅλῳ τῷ ὅρῳ ἅμα συμβῇ τὸ λέγεσθαι ἐπὶ
πλέον τοῦ πράγματος, οὐ πρὸς τὸν τρόπον ἡ ἐπιτίμησις οὐδὲ πρὸς τὸ καλῶς, οἷον ἄνθρωπός ἐστι ζῷον δίπουν, ὅταν δὲ ἐν μιᾷ λέξει τὸ περιττόν, ἧς καὶ ἀφαιρεθείσης ὁ λοιπὸς ὅρος τέλειός τε καὶ ἀκριβής, τοῦτο αἶσχος ἤδη, καθάπερ ἐπὶ σώματος εὐειδοῦς ἀκροχορδόνες. καὶ τοῦτον τὸν
τρόπον αἰτιᾶται νῦν ὁ Ἀριστοτέλης, καὶ φησὶ μάταιον εἶναι καὶ παρέλκον τῷ ὁρισμῷ προσκείμενον τὸ πᾶσιν ὑπάρχον, ἢ ἀπλῶς τοῖς οὖσιν ἢ τοῖς
ὑπὸ τὸ αὐτὸ γένος τῷ ὁριζομένῳ, τὸ ὑπάρχον μὲν τοῖς οὖσιν, ὡς ὅταν τις εἴπῃ ζῷον λογικὸν θνητὸν ἓν ὄν πρόσκειται γὰρ ἐν τούτῳ τὸ ἓν ὄν, ὃ περιττόν ἐστιν ὡς πᾶσιν ὑπάρχον, καὶ τοῖς ὁμογενέσι καὶ
ἀνομογενέσι), τὸ τοῖς ὑπὸ τὸ αὐτὸ δὲ γένος ὑπάρχον, ὡς ὅταν εἴπῃ ζῷον λογικόν αἰσθητικόν· τὸ γὰρ αἰσθητικὸν πᾶσι τοῖς ὑπὸ τὸ αὐτὸ γένος
εἴδεσιν ὑπάρχει, καὶ ἵππῳ καὶ βοὶ καὶ τοῖς ἄλλοις. δεῖ γάρ, φησίν, ἐν τῷ ὅρῳ τὸ μὲν γένος ἀπὸ τῶν μὴ ὁμογενῶν χωρίζειν, τὴν δὲ διαφορὰν ἀπὸ τῶν ὁμογενῶν· τὸ δὲ πᾶσιν ἁπλῶς ὑπάρχον οὐδενὸς 27 χωρίζει, | τὸ δὲ τοῖς ὁμογενέσιν πᾶσιν ὑπάρχον οὐ χωρίζει ἀπὸ τῶν 28 ἐν τῷ αὐτῷ γένει.
δὲ τούτου καὶ ὁ λοιπὸς λόγος ἴδιός ἐστι καὶ δηλοῖ τὴν οὐσίαν αὐτοῦ, περίεργον τὸ προσκείμενον· καθόλου γὰρ ἅπαν περιττὸν
οὗ ἀφαιρεθέντος ὑπὸ τοῦ καταλειπομένου δηλοῦται ἡ οὐσία τοῦ προκει- μένου. καθόλου δὲ ἐπήνεγκε τοῦτο δεικτικὸν ὂν τοῦ καὶ τὰ κοινὰ ὑποπίπτειν τούτῳ, <τῷ> καὶ ἐκείνων ἀφαιρουμένων δείκνυσθαι ὑπὸ τοῦ
λόγου † ἢ ὅτι μὴ τοῦ προκειμένου ὡς εἰ γένει μὴ εἴη δηλούμενον, οὐκέτι ἂν εἴη λόγος. ὥσπερ ψυχῆς ὁρισμὸς τὸ ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν· τὸ γὰρ ‘ἀριθμός’ ἐκ περιττοῦ κεῖται· καὶ γὰρ τὸ αὐτὸ ἑαυτὸ
κινοῦν χωρὶς τοῦ ἀριθμοῦ τὴν ψυχὴν δηλοῖ, καθάπερ Πλατῶν ἐν τῷ Φαιδρῷ φησὶ λέγων “ἀθανάτου δὲ πεφασμένου τοῦ ὑφ’ ἑαυτοῦ κινουμένου,
ψυχῆς οὐσίαν τε καὶ λόγον τοῦτό τις λέγων οὐκ αἰσχυνεῖται”. ἄλλως τε καὶ ὁ ἀριθμὸς οὐκ ἔστι γένος τῆς ψυχῆς. ὥσπερ δή τινος ἐνισταμένου καὶ λέγοντος ‘πῶς φὴς ὅτι ἀφαιρεθέντος τοῦ ἀριθμοῦ οὐ λυμαίνεται ὁ ὁρισμός; γένος γάρ ἐστι τῆς ψυχῆς ὁ ἀριθμὸς κατὰ Ξενοκράτην καὶ Πλάτωνα, καὶ δεῖ τῆς προσθήκης τοῦ ἀριθμοῦ ὡς γένους ἐν τῷ
ὁρισμῷ’, φησίν, ὅτι εἰ δώσομεν ὅτι ὁ ἀριθμὸς γένος ἐστὶ τῆς ψυχῆς, ἀφαιρεθέντος τούτου τὸ καταλειφθὲν οὐκ ἔσται ὅρος ἀλλ’ ἴδιον. οὐ μὴν δὲ καὶ τὴν οὐσίαν δηλώσει τοῦ πράγματος· πᾶς μὲν γὰρ ὅρος ἴδιον, οὐ μὴν καὶ τὸ ἀνάπαλιν.
οὔ, χαλεπὸν εὑρεῖν· μείζονος γὰρ σκέψεως ἡ περὶ τούτου ζήτησις ἢ τῆς 31 διαλεκτικῆς. χρηστέον δὲ τῷ ὁρισμῷ ἐν τῷ παρόντι παραδείγματι, ὡς ἡμῖν ἐστι χρήσιμον· χρησιμεύει δέ, εἰ λάβοιμεν νῦν τὸν ἀριθμὸν ὡς γένος τῆς ψυχῆς.
ἀσάφεια καὶ περιττολογία. εἴρηκε δὲ κατὰ πόσους τρόπους γίνεται ἡ ἀσάφεια. νῦν δέ φησι περὶ τῆς περιττολογίας ‘περιττόν ἐστιν ἐν ὁρισμῷ ἅπαν
οὗ ἀφαιρεθέντος τολοιπὸν δηλοῖ τί ἐστι τὸ ὁριζόμενον‘· τοῦτο δὲ “ἢ πᾶσιν ὑπάρχει, ἢ ὅλως τοῖς οὖσιν ἢ τοῖς ὑπὸ τὸ αὐτὸ γένος τῷ ὁριζομένῳ,” ἢ ἴδιόν ἐστι τὸ προσκείμενον, ἢ οὐ πᾶσιν ὑπάρχει τοῖς ὑπὸ τὸ
αὐτὸ εἶδος, ἢ πλεονάκις εἴρηται, ἢ “εἰ καθόλου εἰρημένου προστεθείη καὶ ἐπὶ μέρους”.]
ἄπεπτον· τὸ γὰρ ἄπεπτον περιττῶς κεῖται, ἐπειδὴ ἓν τὸ πρῶτον. εἶτα
προσαπορεῖ τῷ εἰρημένῳ ὡς οὐχ ὑγιῶς εἰρημένῳ. ἔστι γὰρ ὑγρὸν πρῶτον καὶ ὑγρὸν πρῶτον ἄπεπτον· δύναται γὰρ τὸ ἀπὸ τροφῆς ὑγρὸν πρῶτον εἶναι καὶ πρὸ τοῦ φλέγματος οὐκ ἄπεπτον, ὡς τὸ ἐξυγρανθείσης αὐτῆς ἐν τῇ πέψει γινόμενον αἷμα, ὃ ἀναδίδοται. ὡς μέντοι ἄπεπτον ὑγρὸν πρῶτον τὸ φλέγμα, ἐπεὶ δύναται καὶ ἄλλα ἀπὸ τροφῆς ὑγρὰ ἄπεπτα εἶναι· ἀπὸ
γοῦν τοῦ φλέγματος μεταάλλοντος ὀξὺς χυμὸς γίνεταί τις περὶ τὸν στόμαχον, ποτὲ δὲ χολώδης. διὸ οὐ παρέλκοι ἄν τὸ ἄπεπτον προσκείμενον ἐν τῷ τοῦ φλέγματος λόγῳ, εἴ γε μή ἐστιν ἁπλῶς πρῶτον, ἀλλὰ τῶν ἀπέπτων πρῶτον.
τὸ αὐτὸ εἶοος.
33 παρέλκον τε καὶ μάτην προσκείμενον τὸ τοιοῦτον ἔσται. καὶ μᾶλλόν γε τοῦτον ἢ τὸν ἔχοντά τι προσκείμενον, ὃ πᾶσιν ὑπάρχει, διαβλητέον. ἐπὶ μὲν γὰρ ἐκείνου, εἰ ὁ λόγος χωρὶς τοῦ προσκειμένου, ὃ πᾶσιν ὑπάρχει, [καὶ] ἴδιός ἐστιν ὑποκειμένου τινὸς τὴν οὐσίαν αὐτοῦ δηλῶν, καὶ μετὰ τοὺ
τοιούτου προσκειμένου ἔτι ἴδιος ἔσται αὐτοῦ· καθόλου γάρ, πρὸς τὸν ἴδιόν τινος λόγον ἄν προστεθῇ τι παντὶ ὑπάρχον τῷ ὁριστῷ, καὶ ὅλος ὁ λόγος μετὰ
τοῦ προσκειμένου ἴδιος γίνεται τοῦ πράγματος καὶ ἀντικατηγορηθήσεται τοῦ πράγματος· οὐδενὶ γὰρ ἄλλῳ παρὰ τὸ προκείμενον ὁ τοιοῦτος ἐφαρμόζει λόγος. ἐὰν δὲ προστεθῇ τι ὃ μὴ παντὶ ὑπάρχει τῷ ὁρι|στῷ, 34
ἀδύνατον ὅλον τὸν λόγον εἶναι ἴδιον· οὐ γὰρ ἀντικατηγορεῖται.
μὴ πᾶσιν ὑπάρχει, ὁ καταλειπόμενος λόγος ὁρισμός ἐστι τοῦ προκειμένου.
36
ποιοῦσί τινες τοῦτο, προστιθέντες ὃ φθάνει ταὐτὸν εἶναί τινι τῶν κειμένων. οἷον ὁ ἀποδιδοὺς τοὺ ἀνθρώπου ζῷον αἰσθητικὸν πεζὸν δίπουν
ἐνεργείᾳ μὲν οὐκ ἔχει πλεονάκις κείμενον τὸ αἰσθητικόν, δυνάμει δέ· ἐν 37 γὰρ τῷ ζῴῳ τὸ αἰσθητικόν ἐστιν, εἴ γε ζῷόν ἐστιν οὐσία ἔμψυχος αἰσθητική. διὸ παρέλκων ὁ τοιοῦτος λόγος τῷ ἐκ περισσοῦ τι ἔχειν προσκείμενον, ἐν ᾧ πλεονάκις ἢ ἐνεργείᾳ ἡ δυνάμει ταὐτὸν παρείληπται. καὶ ὁ εἰπὼν δὲ ‘ἀρετή ἐστιν ἕξις ἐν μεσότητι ὑπερβολῆς καὶ ἐλλείψεως
βελτίστη’ δὶς εἶπε τὸ ‘βελτίστη’· πᾶν γὰρ τὸ μέσον καὶ βέλτιστον· ὥστε
περιττὸν τὸ ‘βελτίστη’. ὁμοίως δὲ καὶ τὸ ‘ἐλλείψεως καὶ ὑπερβολῆς’ περιττόν· εἰπὼν γὰρ μέσην ἐδήλωσεν ὅτι οὔτε ὑπερβάλλει οὔτε ἐλλείπει.
αὐτοῦ, τοὐ ζῴου πεζοῦ δίποδος, καὶ οὐ δὶς τὸ δίπουν κατηγορεῖται, ἐπεὶ οὐδὲ τοῦ ἀνθρώπου, ᾧ ταὐτόν ἐστιν ὁ τούτου ὁρισμός, δὶς τὸ δίπουν κατηγορεῖται ἀλλ’ ἅπαξ· οὐ γὰρ μόνου τοῦ ζῴου πεζοῦ κατηγορεῖται τὸ δίπουν ἀλλ’ ὅλου τοῦ ζώου πεζοῦ δίποδος.
ἐν τῷ ὅρῳ· καὶ ἡ ἐπιθυμία γὰρ ἡδέος ἐστίν. ἀλλ’ ἴσως μέν, φησίν, οὐδὲν ἄτοπον τοῦτο· καὶ γὰρ τὸ δίπουν ταὐτόν ἐστι τῷ ἀ·νθρώπῳ καὶ κατηγορεῖται κατ‘ αὐτοῦ· ἔστι δὲ τὸ ζῷον πεζὸν δίπουν ταὐτὸν τῷ
ἀνθρώπῳ, ὥστε ἔτι τοῦ ἀνθρώπου τὸ δίπουν κατηγορεῖται, ὃ ἦν τοῦ ζῴου πεζοῦ δίποδος. ἀλλ’ οὐκ ἔσται ὁ ἄνθρωπος ζῷον πεζὸν δίπουν
δίπουν· διὸ οὐδὲν ἄτοπον ἐκ τούτου συμβαίνει. οὐ γὰρ κτὰ τοῦ πεζοῦ ζῴου τὸ δίπουν λέγεται· οὕτω γὰρ ἄν διττὴ ἡ κατηγορία ἐγίνετο, κατὰ τοῦ ἀνθρώπου καὶ τοῦ ζῴου πεζοῦ, καὶ ἐν τῷ ὁρισμῷ δὶς ἐλαμβάνετο τὸ δίπουν· ἀλλὰ κατὰ τοῦ ζῴου πεζοῦ δίποδος τὸ δί πουν
λέγεται· τὸ δὲ ζῷον πεζὸν δίπουν ὁ ἄνθρωπός ἐστι, καὶ ἐν τούτῳ
ἔχει ὁ ἄνθρωπος τὸ εἶναι, ὥστε ὁ εἰπὼν ζῷον πεζὸν δίπουν ἄνθρωπον εἶπε. ταὐτὰ δ’ ὁμοίως καὶ ἐπὶ τῆς ἐπιθυμίας δεῖ ἐκλαβεῖν.
ζῴου πεζοῦ κατηγορεῖται τὸ δίπουν, ὡς ἐξ ἀνάγκης, ὅταν ἀκούσωμεν ζῷον πεζόν, νοῶμεν αὐτὸ καὶ δίπουν εἶναι, ἀλλ’ ὅλου τοῦ ζῴου πεζοῦ δίποδος, ὅπερ ἐστὶν ὁ ἄνθρωπος. ἐπεὶ οὖν ἐν τῷ ἀνθρώπῳ τὸ δίπουν οὐ δὶς κατηγορεῖται, οὐδὲ ἐν τῷ ὁρισμῷ αὐτοῦ, ὃς ταὐτόν ἐστιν αὐτῷ, δὶς τὸ δίπουν παραληφθήσεται, εἴπερ ἀνθρώπου ὁρισμὸς ἀποδοθείη τὸ ζῷον πεζὸν δίπουν.]
κατηγορεῖται ἀλλὰ κατὰ τῆς ὀρέξεως τοῦ ἡδέος· οὐκ ἔστι δὲ τῶν
ἀτόπων, σῇσί, τὸ δὶς φθέγξασθαι ταὐτὸ ὄνομα, ἀλλὰ τὸ πλεονάκις ταὐτὸ περί τινος κατηγορεῖν. ὥσπερ οὖν τοῦ ἀνθρώπου ἔχοντος ἐν ἑαυτῷ τὸ δίπουν οὐδὲν ἄτοπον κατηγορεῖσθαι κατ’ αὐτοῦ τὸ δίπουν ἀληθὲς γὰρ καὶ ὑγιὲς τὸν ἄνθρωπον δίπουν εἰπεῖν· οὐδὲν γὰρ ἄτοπον τὸ
ὑπάρχον τινὶ κατηγορεῖσθαι αὐτοῦ), οὕτως οὐδὲν ἄτοπον οὐδὲ τοῦ ὁρισμοῦ
τοῦ ἀνθρώπου, καίτοι ἔχοντος ἐν ἑαυτῷ τὸ δίπουν, κατηγορεῖσθαι αὐτό. οὐ γάρ, ὅταν λέγω τυχὸν ὅτι ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστι, καὶ δύνωμαι συνεπινοεῖν | ὅτι ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστι, καὶ 40 οἱονεὶ φθέγγωμαι τοῦτο καὶ κατὰ τὴν διάνοιαν, ἄτοπόν τι ποιῶ καὶ διὰ τοῦτο εὐθυνθήσομαι δὶς λέγων αὐτό, ἀλλ’ ὅταν τοῦ αὐτοῦ ὑποκειμένου τὸ αὐτὸ
δὶς κατηγορήσω. καὶ τίθησι τούτου παράδειγμα τὸν ὑπὸ Ξενοκράτους ἀποδοθέντα ὁρισμὸν τῆς φρονήσεως λέγοντος ‘φρόνησίς ἐστιν ὁριστικὴ καὶ θεωρητικὴ τῶν ὄντων’· τὸ γὰρ θεωρητικὸν ταὐτὸν ὂν τῷ ὁριστικῷ
δὶς ἐν τῷ τοιούτῳ παραλαμβάνεται ὁρισμῷ. ὁμοίως καὶ διὰ τῶν λοιπῶν ὑποδειγμάτων σαφῆ πεποίηκε τὰ λεγόμενα· διὸ οὐ δέον ἡμᾶς πολυλογεῖν.
41
καὶ παρὰ φύσιν γινόμεναι, ὡς εἴ τις ἐκκοπείη τοὺς ὀφθαλμούς, αἱ δὲ κατὰ φύσιν, ὧν καὶ ὁ ὕπνος ἐστίν. ὅμοιον ἁμάρτημα ἁμαρτάνουσι καὶ οἱ τὴν γραμμὴν ὁριζόμενοι τῶν διαστατῶν τὸ ἐφ’ ἓν διαστατόν· τὸ γὰρ ἐφ’ ἓν διαστατὸν τὸ διαστατὸν ἐν ἑαυτῷ περιέχει· οὐ γὰρ ἐν ἀδιαστάτῳ τὸ ἐφ’ ἓν διαστατόν. ὅμοιον δὲ τούτοις καὶ τὸ λέγειν τὸ πῦρ εἶναι τῶν σωμάτων
τὸ ξηρὸν καὶ τὸ θερμὸν σῶμα, ἢ τὸν ἄνθρωπον ζῷον προαιρετικὸν καὶ
βουλευτικόν, ἢ τὴν ἀρετὴν ἕξιν ἐν μεσότητι ὑπερβολῆς καὶ ἐλλείψεως βελτίστην · ἐν γὰρ τῶν τῶν προειρημένων μεσότητι τὸ βέλτιστον.
τὸ εὑρεῖν εἰ τοῦ καθόλου εἰρημένου πρόσκειταί τι τῶν ἐπὶ μέρους καὶ ὑπ’ αὐτό· καὶ γὰρ ὁ τοῦτο ποιῶν πολλάκις ταὐτὸν λαμβάνει. διαφέροι δ’ ἂν οὗτος ὁ τόπος τοῦ πρὸ αὐτοῦ, ὅτι ἐκεῖ μὲν ἐδείκνυτο τὸ προσκείμενον ταὐτὸν ὄν τινι τῶν κειμένων, ἐνταῦθα δὲ ὑπό τι τῶν
ἀποδεδομένων. δόξειε δ’ ἂν ἔνστασιν ἔχειν ὁ τόπος· ἐν γὰρ τῷ πτηνῷ τὸ σχιζόπτερον προστίθεμεν· τοῦτο δέ ἐστιν ἐν τῷ φθάνοντι κεῖσθαι. ἢ οὐχ ὅμοιον τοῦτο τοῖς εἰρημένοις. ἐπ’ ἐκείνων μὲν γὰρ τῷ τὸ καθόλου ἴδιον εἶναι τοῦ πράγματος, τούτῳ ἐγίνετο ἡ τοῦ ὑπ’ αὐτὸ προσθήκη περιττή· ὅ τε γὰρ νόμος πάντων τῶν καλῶν ἐστιν εἰκὼν κατὰ 44 τὸν οὕτω λέγοντα; καὶ ὁ ἐπιεικὴς ἐν πᾶσι τοῖς συμφέρουσιν ἐάττωτικὸς
αὑτοῦ· εἰ γὰρ ἔν τισιν ἀφωρισμένοις, προσθήκης ἐδεῖτο καὶ οὐκ ἂν ἐλέγετο τῶν συμφερόντων καὶ δικαίων ἀλλὰ ‘τῶν ἐν τοῖς δικαίοις συμφερόντων’· καὶ ἡ ἰατρικὴ ἐπιστήμη τῶν πάσι τοῖς ζῴοις ὑγιεινῶν· ὁ
δ’ ὄρνις οὐκ ἐν πᾶσίν ἐστι τοῖς πτηνοῖς, ἀλλὰ τὸ πτηνὸν ἐν τούτῳ. ἔτι ἐπὶ μὲν τοῦ ὄρνιθος γένος μὲν τὸ πτηνόν, διαφορὰ δὲ τὸ σχιζόπτερον· ἐπὶ δὲ τῶν προειρημένων οὔτε τὸ καθόλου ὡς γένος ὂν τοῦ προκειμένου
εἴληπται, οὔτε τὸ ὑπ’ αὐτὸ διαφορά ἐστιν, ἀλλ’ εἶδός τι τοῦ καθόλου.
ἐν τῇ Ἀποδεικτικῇ εἴρηται. ἔτι εἷ ἔσται διὰ τῶν ὑστέρων καὶ μὴ διὰ
γνωριμωτέρων, ὁρισμοὶ πλείους ἔσονται τοῦ αὐτοῦ· δῆλον γὰρ ὅτι καὶ ὁ διὰ τῶν προτέρων καὶ γνωριμωτέρων αὐτοῦ λόγος ἔσται ὅρος καὶ βελτίων. | ἀλλ’ εἰ ὁ ὁρισμὸς λόγος ἐστὶν ὁ τὸ τί ἦν εἶναι δηλῶν 46 τοῦ πράγματος, οὐ πλείους ἔσονται ὁρισμοὶ τοῦ αὐτοῦ· πλείω γὰρ καὶ τὰ τί ἦν εἶναι ἔσται· ἀλλὰ μὴν ἑκάστῳ τὸ εἶναι, καθ’ ὅ ἐστι, ταὐτόν ἐστιν·
οὐκ ἄρα οἷόν τε πλείους ἑνὸς ὁρισμοὺς εἶναι.
(ἐπιστημονικὸν γὰρ τοῦτο), πρὸς δὲ τοὺς ἀδυνατοῦντας διὰ τῶν τοιούτων γνωρίζειν ἀναγκαῖον ἴσως διὰ τῶν ἐκείνοις γνωριμωτέρων ὁρίζεσθαι. <οὐκ> ἔστι δὲ ταῦτα τὸ τί ἦν εἶναι τοῦ πράγματος δηλοῦν,
ἂν μὴ ἅμα τὸ αὐτὸ ἡμῖν τε ᾖ γνωριμώτερον καὶ τῇ φύσει, τῷ δεῖν μὲν τὸν ὁρισμὸν ἐκ γένους εἶναι καὶ διαφορῶν, τὸ δὲ γένος καὶ τὰς διαφορὰς
τῶν ἁπλῶς τε καὶ τῇ φύσει πρώτων καὶ γνωριμωτέρων τοῦ ὁριστοῦ εἴδους εἶναι· ἕκαστον γὰρ τούτων συναναιρεῖ μὲν τὸ εἶδος τὸ ὁριστόν, οὐ συναναιρεῖται δὲ ὑπ’ αὐτοῦ. ὥστε, εἰ διά τούτων μὲν ὁ ὁρισμός, οὐ τοιαῦτα δὲ τὰ πρὸς ἡμᾶς πρῶτα, ὁ διὰ τῶν ·πρὸς ἡμᾶς πρώτων ἀποδεδομένος
λόγος οὐ τοῦ τί ἦν εἶναι δηλωτικὸς ἂν εἴη οὐδ’ ὁρισμός· δεῖ γὰρ
ὁρισμὸν τοῦτο δηλοδν. δείξας δὲ ὅτι πρότερον τὸ γένος καὶ ἡ διαφορὰ τοῦ εἴδους ἐστίν, ὅτι ἕπεται τῷ προτέροις αὐτοῖς εἶναι τὸ καὶ γνωριμωτέροις εἶναι περὶ γὰρ τούτου προέκειτο αὐτῷ λέγειν) δεικνὺς ἐπήνεγκεν ἔστι δὲ καὶ γνωριμώτερα, διότι ὁ μὲν εἰδὼς ὅπερ ἐστὶ τὸ ὁριστὸν καὶ οὗ ὁ ὁρισμὸς εἶδος οἶδε καὶ τὸ γένος αὐτοῦ καὶ τὰς διαφοράς,
τουτέστι τὸν ὁρισμόν τοῦτο γὰρ ἦν τὸ εἰδέναι τὴν οὐσίαν αὐτοῦ ἥτις ἐστίν ἐν τούτοις γὰρ ἡ οὐσία), οὐκέτι μέντοι ὁ τὸ γένος εἰδὼς ἢ τῶν διαφορῶν ἑκάστην ἤδη καὶ τὸ εἶδος οἶδεν. ὥστε, εἰ μὴ ἀντιστρέφει ἡ γνῶσις, γνωριμώτερα ἂν εἴη, ἃ συγγνωρίζεται πάντως, δύναται 49 μέντοι κατ’ ἰδίαν γνωρίζεσθαι, τῶν χωρὶς ἐκείνων γνωρισθῆναι μὴ δυναμένων· ὡς. γὰρ πρότερον τῇ φύσει τὸ συναναιροῦν καὶ μὴ συναναιρούμενον, οὕτω καὶ γνωριμώτερον τῇ φύσει οὗ ἡ γνῶσις τῇ τοῦ τινὸς γνώσει
συνεισάγεται, ἐκεῖνο δέ, οὗ τῇ γνώσει αὐτὸ γινώσκομεν, οὐ συνεισάγει.
50
τῇ φύσει.
τινι τοῦ μὴ συγγνωριζομένου. ἔστι δὲ καὶ τοῦτο εἰδέναι, ὅτι τὸ γνωριμώτερον διχῶς. ἐπ’ ἐνίων μὲν οὖν ἀντιπέπονθε τὸ τῇ φύσει πρότερον καὶ τὸ πρὸς ἡμᾶς· ἐφ’ ὧν ἀνάγκη. τοὺς ὅρους ἑνί γε περιπίπτειν ἀτόπῳ·
ἢ γὰρ τῆς πρὸς ἡμᾶς σαφηνείας στοχαζόμενοι τῆς τοῦ πράγματος οὐσίας διαμαρτάνουσιν, ἢ τὸ ἀκριβὲς ἐν τῷ λόγῳ μεταδιώκοντες τὸ πρὸς ἡμᾶς
σαφὲς παρορῶσιν. ἐφ’ ὧν δὲ ἄμφω συνδεδράμηκε παραπλησίως, ὥστε τὰ αὐτὰ καὶ ἡμῖν γνώριμα εἶναι καὶ ἀπλῶς, οὗτοι καὶ λέγουσι τὸ τί ἦν εἶναι καὶ διδάσκουσι. τοιοῦτοι δὲ οἱ διὰ τῶν οἰκείων γενῶν καὶ διαφορῶν· καὶ γὰρ ἡμῖν γνωριμώτερον τὸ γένος καὶ τῇ φύσει, φύσει μέν, ὅτι
πρότερον καὶ συναναιρεῖ, ἡμῖν δέ, ὅτι <γνωρίζομεν> γνωρίζοντες τὸ
καὶ τὸ γένος πάντως, ἀλλ’ οὐκ ἔμπαλιν • πολλοὺς γοῦν ὁρῶντες τῶν οὐ 52 συνήθων ἰχθύων καὶ ὀρνίθων, ὅτι μὲν ἕκαστον ὄρνις καὶ ἰχθύς, οἴδαμεν, τί δὲ οὐχ οἷοί τέ ἐσμεν λέγειν.
καταλαβεῖν.
τῶν ἐκείνοις γνωρίμων. τουτέστιν τῶν ὑστέρων. εἰσὶ δὲ [οἱ] διὰ τῶν ὑστέρων δηλοῦντες τὰ πρότερα ὁρισμοί, ὧν παρέθηκεν αὐτὸς ὑπο|δείγματα τὸν τῆς 53 στιγμῆς, τῆς γραμμῆς καὶ τοῦ ἐπιπέδου. οὐ δεῖ δὲ λανθάνειν ἡμᾶς ὅτι οἱ ἐκ τῶν ὑστέρων ὁριζόμενοι οὐ δηλοῦσι τὸ τί ἦν εἶναι καὶ τὴν οὐσίαν τοῦ ὁριζομένου, εἰ μή που ταὐτόν ἐστιν, ἤγουν τὸ παραληφθὲν ἐν
τῷ ὅρῳ, καὶ ἡμῖν καὶ τῇ φύσει γνώριμον. κατασκευάζει οὖν καὶ πῶς ἐνδέχεται τὰ τῇ φύσει πρότερα καὶ ἡμῖν γνώριμα εἶναι, καὶ φησὶν ὅτι πᾶς
ὁρισμὸς ἐκ γένους καὶ συστατικῶν διαφορῶν σύγκειται· ταῦτα δὲ πάντως πρότερα μὲν τῇ φύσει καὶ γνωριμώτερα, ἀλλὰ καὶ ἡμῖν γνώριμα, διότι τὸ εἶδος γνωρίζοντος καὶ τὸ γένος καὶ τὰς διαφορὰς αὐτοῦ γνωρίζομεν, οὐκ
ἐξ ἀνάγκης δὲ καὶ τὸ ἀνάπαλιν. ὁ οὗν ποιῶν τὸν ὁρισμὸν ἐκ τῶν τῇ φύσει μόνον γνωρίμων καὶ οὐχ ἡμῖν τῇ μὲν φύσει καλῶς ποιεῖ, ἡμῖν δὲ οὐ καλῶς. ὁ δ’ ἐκ τῶν κατ’ ἄμφω γνωρίμων βέλτιστον ποιεῖται τὸν
ὅρον. ὁ δ’ ἐκ μόνων τῶν ἡμῖν γνωρίμων, τουτέστι τῶν ὑστέρων, πειρώμενος ὁρίζεσθαι πρὸς μὲν τοὺς λίαν ἰδιώτας καὶ ἀμαθεῖς τοῦτο ποιῶν ἴσως
εὐλόγως ποιεῖ, πρὸς ἐπιστήμην δὲ καὶ ἀκριβῆ γνῶσιν οὐ καλῶς.]
ὁρισμοὺς τοὐ αὐτοῦ ἀποδιδόναι, ἐπειδὴ ἄλλα ἄλλοις εἰσὶ γνώριμα καὶ οὐ
55 τὰ αὐτὰ πᾶσιν· ὥστε δεῖ πρὸς ἕκαστον τῶν προσδιαλεγομένων ἄλλους καὶ ἄλλους ὁρισμοὺς τοῦ αὐτοῦ ἀποδοῦναι, εἴ γε περὶ τοῦ αὐτοῦ πολλοῖς προσδιαλέγονται καὶ ἀπὸ τῶν ἑκάστῳ γνωρίμων τοὺς ὁρισμοὺς ποιοῦνται. ὥστε συμβαίνει τοῦ αὐτοῦ καὶ ἑνὸς πράγματος πλείους εἶναι τοὺς ὁρισμούς, ὅπερ
ἄτοπον. οὐδὲ πρὸς τὸν αὐτὸν καὶ ἕνα ὁ αὐτὸς ἀεὶ ἀποδοτέος ὁρισμός,
εἴπερ ἀνάγκη τοὺς ὁρισμοὺς ἐκ τῶν ἑκάστῳ ποιεῖσθαι γνωρίμων, ἐπεὶ τῷ αὐτῷ καὶ ἑνὶ ἄλλοτε ἄλλα εἰσὶ γνώριμα. ἐξ ἀρχῆς μὲν γὰρ μειρακίῳ ὄντι τινὶ τὰ μὲν αἰσθητὰ γνώριμά εἰσι, τὰ δὲ νοητὰ παντάπασιν ἄγνωστα, ἀκριβεστέρῳ δὲ γενομένῳ, τουτέστιν ἐπιστήμονι καὶ εἰδότι ἀκριβῶς τὰ πράγματα
διαιρεῖν, τὰ μὲν αἰσθητά ἄγνωστα δοκεῖ εἶναι καὶ ἐν συνεχεῖ ῥύσει, τὰ δὲ νοητὰ καὶ λίαν γνώριμα ὡς ἑστῶτα καὶ μόνιμα. ὥστε οὐδὲ πρὸς τὸν
αὐτὸν ἀεὶ ὁ αὐτὸς λόγος ὁρισμὸς ἔσται καθ’ οὓς δεῖ τὸν ὁρισμὸν ἀπὸ τῶν ἑκάστοις γνωρίμων γίνεσθαι. ἴσως δὲ καὶ τὸ ἁπλῶς γνώριμον οὐ τὸ πᾶσι γνώριμόν ἐστιν ἀλλὰ τὸ τοῖς εὖ διακειμένοις τὴν
διάνοιαν. τοῖς δὲ εὖ διακειμενοις γνώριμά ἐστι τὰ τῇ ἑαυτῶν φύσει πρῶτά τε καὶ γνωριμέτερα. τοῦτο δὲ λύσις ἐστί τινος ἀντιπίπτοντος· πρὸς γὰρ τὸν ἐνιστάμενον ἴσως, ὅτι πῶς δυνατὸν τὰ τῇ φύσει γνώριμα καὶ πάσι γνώριμα εἶναι, φησὶν ὅτι οὐ λέγω πᾶσιν ἀπλῶς ἀλλὰ τοῖς ἐπιστήμοσι.
56
τὸ σῶμα.
ὁ ὁριζόμενος, ἐκ τῶν ἡμῖν γνωρίμων δεῖ σε ἐνίστασθαι ὅτι καλῶς ὡρίσω.
τοιαύτη γὰρ ἡ διαλεκτική, οὐ τοῦ ἀληθοῦς <οὖσα> ζητητικὴ ἀλλὰ δι’ ἐπιχειρηματική, καὶ ποτὲ μὲν διὰ τῶν τῇ φύσει γνωρίμων ὁρίζεται, ποτε οε οἴα τῶν πρὸς ἧμας·
ἢ ‘φύρδην καὶ κατὰ τύχην φερόμενον’· τὸ γὰρ ὑδροφορικῶς καὶ τὸ φύρδην οὔτε τῇ φύσει οὔθ’ ἡμῖν γνώριμα, τροπικαὶ οὖσαι φωναὶ καὶ οὐ κυρίως λεγόμεναι· εἰ γὰρ κυρίως ἐλέγοντο, ἦσαν ἂν ἢ τῇ φύσει ἢ ἡμῖν γνωρίμως δηλοῦσαι τὸ πρᾶγμα καθ’ οὗ λέγονται.
ἀορίστου καὶ τοῦ ἐν κινήσει ἀποδέδοται.
τὸν ὁρισμὸν τοῦ ὑποκειμένου κλλῶς. οὕτως ἂν ἁμαρτάνοιεν οἱ τὴν ἰδέαν ὁριζόμενοι διὰ τοῦ αἰτιατοῦ οἵα ἐπὶ, τουτέστιν αἰτίαν τῶν πρὸς αὐτὴν γινομένων·
τὰ γὰρ αἰσθητὰ τὰ πρὸς αὐτὴν τὸ εἶναι ἔχοντα αὐτὰ μὲν ἐν κινήσει ἐστὶ καὶ ἀόριστα, ἡ δὲ ἰδέα ἀκίνητός τε καὶ ὡρισμένη. οὔτως ἁμαρτάνοι ἂν καὶ ὁ λέγων τὴν ἐπιστήμην ἀγνοί|ας εἶναι ἀποβολήν • ἐπεὶ γὰρ ἡ ἄγνοια 60 στέρησίς ἐστι γνώσεως, ἡ ὸὲ στέρησις μὴ ὅν, τὸ δὲ μὴ ὂν ἀόριστον, πᾶσα δὲ ἐπιστήμη περὶ ὡρισμένα καὶ ἀεὶ ὡσαύτως ἔχοντα τὰ ὑποκείμενα καταγίωεται,
τοῦ ὡρισμένου τὸν ὁρισμὸν ἐξ ἀορίστου πεποίηται. ἁ καὶ οἱ τὴν ὑγείαν νόσου ἀποβολὴν λέγοντες ὁμοίως ἁμαρτάνουσιν. ἢ οὗτοι δειχθήσονται ἐνεχόμενοι καὶ τῷ μὴ διὰ προτέρων»· τὸ γὰρ διὰ τῶν ἀντικειμένων οὐ διὰ τῶν προτέρων ἐρεῖ. <καὶ> οἱ τὸν θεὸν ὁριζόμενοι τῶν ὄντων τῷ αὐτῷ ἂν ἐνέχοιντο· ἀόριστα γὰρ καὶ ἐν κινήσει τὰ ὧν φασι τὸν θεὸν
εἶναι δημιουργὸν ὁριζμενοι. καὶ ὁ τὴν ἐπιστήμην αὖ λέγων ἕξιν διὰ μαθήσεως κινητὴν τὸ ἀκίνητον ὁρίζεται διὰ τοῦ ἐν κινήσει· ἡ γὰρ μάθησις κίνησίς τις. ἀλλὰ καὶ ὁ λέγων τὴν ἰδέαν εἶναι οὐσίαν ἀσχημάτιστον 61 καὶ ἀναφῆ τὸ ὡρισμένον διὰ τῶν ἀορίστων ὁρίζεσθαι δόξει. καὶ ὁ τῆς ἀρετῆς λόγος ὁ λέγων αὐτὴν μεσότητα ὑπερβολῆς καὶ ἐνδείας τὸ ὡρισμένον
διὰ τῶν ἀορίστων ὁρίζεται.
ἐστι πρός τι ἀλλ’ οὐ καθ’ αὑτά, ὡς ἰατρικὴ καὶ γραμματικὴ καὶ ἑκάστη τῶν ἐπιστημῶν· αὗται μὲν γὰρ κατὰ τὸν οἰκεῖον λόγον οὐκ εἰσὶ τῶν πρός τι, κατὰ δὲ τὴν πρὸς τὸ γένος ἀναφορὰν πρός τι. διὸ τούτων μὲν οὐχ
οἷόν τε τὸν ὁρισμὸν χωρὶς ἀποδοῦναι τῶν ἀντικειμένων αὐτοῖς· ἔστι γὰρ ἐν τῇ πρὸς ἐκεῖνα σχέσει τὸ εἶναι αὐτοῖς. ἰατρικὴν μέντοι καὶ γεωμετρίαν
<ὁ> ὁριζόμενος οὐκέτι τοῖς ἀντικειμένοις αὐτοῖς προσχρῆται, ὅτι μὴ ἔστιν αὐτὰ καθ’ αὑτὰ τῶν πρός τι. ἔστι δὲ ἃ καὶ κατὰ συμβεβηκός ἐστι πρός τι, ὡς ἡ μονάς· διότι γὰρ αὐτῇ συμβέβηκεν ἀρχῇ ἀριθμῶν εἶναι, ἡ δὲ ἀρχὴ καθ’ αὑτὸ πρός τι, κατὰ τοῦτο καὶ ἡ μονὰς ἂν εἴη τῶν πρός τι.
ἀλλὰ καὶ τὸ σημεῖον καθὸ πέρας καὶ ἡ γραμμὴ καὶ ἡ ἐπιφάνεια.
συμβέβηκε γὰρ αὐτοῖς πᾶσι πέρασιν εἶναι.
αὐτοῖς ἐν τῷ διαλέγεσθαι, ὡς ἄν δοκῇ συμφέρειν πρὸς τὸ προκείμενον’. εἰ μὲν γὰρ ἀνασκευάζειν βουλόμεθα, λέγοιμεν ἄν ὅτι οὐ γέγονεν ὁ ὁρισμὸς ἐκ προτέρων καὶ γνωριμωτέρων· εἰ κατασκευάζοιμεν, δεικνύοιμεν ἄν
ὅτι τὰ τοιαῦτα οὐχ οἷόν τε ἄλλως ὡρίσθαι.
τῷ τοῦ ὁριζομένου ὀνόματι προσχρῶνται· ἐπὶ μὲν γὰρ τῶν οὕτως
ἀποδιδομένων κατάφωρος ἡ μοχθηρία· οἷον εἴ τις λόγον ὁριζόμενος ἀποδοίη φωνὴν σημαντικὴν ἧς τὰ μέρη μέρη λόγου εἰσίν.. οὐδὲν δὲ διαφέρει πρὸς τὸ μυχθηρῶς ἀποδεδόσθαι τὸν λόγον καὶ πρὸς τὸ αὐτῷ τῷ ὁριστῷ συγκεγρῆσθαι, κἄν μὴ αὐτὸ τὸ ὄνομά τις θῇ, ἄλλο δέ τι ἴσον αὐτῷ δυνάμενον, ὡς ἐφ’ οὗ τίθησι παραδείγματος. οἷον εἴ τις εἴποι ‘ἥλιός ἐστιν
ἄστρον ἡμεροφαές’· ὁ γὰρ ἡμέραν εἰπὼν ἥλιον εἶπεν, ὥστε εἴρηκεν ‘ἥλιός ἐστιν ἄστρον ἥλιος’. δεῖ οὖν πρὸς τὸ φωραθῆναι τὴν τοιαύτην μοχθηρίαν μεταλαμβάνειν τὸν ὁρισμὸν ἀντὶ τοῦ ὀνόματος, οἷον ἀντὶ τοῦ εἰπεῖν ἡμέραν εἰπεῖν τὸν ὁρισμὸν τῆς ἡμέρας· οὕτω γάρ, κἄν λεληθότως κέηται τὸ ὁριστὸν ἐν τῷ ὁρισμῷ ὡς λόγος αὐτοῦ, φωράσομεν ὅτι τὸ ὁριστὸν ἔλαβεν
ἐν τῷ ὁρισμῷ. οἷον ἐπεὶ ἡμέρα ἐστίν, ὅταν ὑπὲρ γῆν ὁ ἥλιος φέρηται, ὢ
δῆλον ὅτι ὁ φορὰν ἡλίου εἰπὼν τὴν ἡμέραν τὸν ἥλιον] εἴρηκεν, ὥστε τὴν ἡμέραν λαβὼν ἐν τῷ τοῦ ἡλίου ὁρισμῷ καὶ εἰπὼν ‘ἥλιός ἐστιν ἄστρον ἡμεροφαές’ τῷ ἡλίῳ ἐχρήσατο εἰς τὸν αὐτοῦ ὁρισμόν.
68
ὧν προεῖπε τριῶν <ὅντα>· οὔτε γὰρ ἀντικείμενον οὔτε ταὐτὸν οὔτε ἀντιδιῃρημένον τὸ καθόλου τῷ ὑπ’ αὐτό. ἔστι δὲ ὃ δείκνυσιν, ὅτι μὴ διὰ προτέρων τὸ κοινόν τι ὁριζόμενον διά τι|νος τῶν ὑπὸ τὸ κοινόν· 69 τοῦτο γάρ ἐστι τὸ εἰ διὰ τῶν ὑποκάτω τὸ ἐπάνω ὥρισται. καὶ εἴη ἄν φανερώτατος τοῦ μὴ ἐκ προτέρων τρόπος, εἰ εἴη τις τὸ προκείμενον
ὁριζόμενος οὕτως, εἴ γε τὸ ὑποκάτω ὕστερόν ἐστιν οὗ ἐστιν ὑποκάτω. ἔτι δὲ ἀνάγκη τὸν τῷ ὑποκάτω χρώμενον καὶ αὐτῷ χρῆσθαι· ἦν δὲ δεύτερος τρόπος οὗτος εἰρημένος ὑπ’ αὐτοῦ, δεικτικὸς ὢν ὅτι μὴ διὰ
προτέρων ὁ δι’ αὐτοῦ. εἰς ὃν ἔοικεν ἀνάγειν καὶ τὸν διὰ τῶν ὑποκάτω ὁριζόμενον τὸ ἐπάνω· διὸ καὶ τρεῖς εἶπεν εἶναι τρόπους ἀλλ’ οὐ τέσσαρας·
τρόπος γάρ τις οὗτος τοῦ δι’ αὐτοῦ.
διὰ προτέρων καὶ γνωριμωτέρων, δεύτερον τόπον τοῦτον παραδίδωσι δεικτικὸν
τοῦ μὴ ὡρίσθαι τι γένος ἔχον, εἰ μὴ παραλάβοι ἐν τῷ ὁρισμῷ τὸ γένος 71 αὐτοῦ. ἀσαφῶς δὲ προσέθηκε τὸ εἰ ἐν γένει τοῦ πράγματος ὄντος, ὀφείλων εἰπεῖν ‘εἰ τὸ πρᾶγμά ἐστιν ὑπὸ γένος᾿· ἔστι γάρ τινα ὧν οὐκ ἔστι γένη ὡς τὰ γενικώτατα. δεῖ οὖν τὸ γένος, ἐπεὶ τὸ τί ἐστι σημαίνει, πρῶτον ὑποτίθεσθαι τῶν ἐν τῷ ὁρισμῷ· διὰ μὲν γὰρ τοῦ γένους
προϋποτυπούμεθα τὴν φύσιν, διὰ δὲ τῆς διαφορᾶς οἷον προσεκπληροῦμεν καὶ ἀναγράφομεν· πρότερον γὰρ δεῖ λέγειν τί ἐστι, εἶθ’ οὕτως ὁποῖόν τί ἐστιν· ἐξ ἀμφοῖν γὰρ ἑκάστῳ τὸ τί ἦν εἶναι. ὑποτίθεται δὲ εἶπεν, ὅτι μὴ κατὰ ἀπόδειξιν λαμβάνεται. ἔστι δὲ ἡ μὲν ὑπόθεσις ἀντιδιῃρημένη τῷ ὁρισμῷ, ἡ δὲ θέσις κοινὸν κατ’ αὐτῶν.
72
ἡ ἕξεις ἢ σχέσεις, τὰ δὲ πρὸς πλείω, οἷον τὸ μὲν διπλάσιον πρὸς ἓν λέγεται, τὸ ἥμισυ τούτου γὰρ μόνου ἐστίν), ἡ δὲ γραμματικὴ τῶν πρὸς πλείω
λεγομένων ἐστί καὶ γὰρ τοῦ γράφειν ἐστὶ καὶ τοὐ ἀναγινώσκειν, καὶ οὐδὲν μᾶλλον τοῦδε ἢ τοῦδε), εἰ δή τις ὁριζόμενός τι πρὸς πλείω λεγόμενον μὴ πρὸς πάντα ἀποδοίη αὐτό, οὐχ ὥρισται. ἂν δέ τι πρὸς πλείονα μὲν λέγηται, μὴ ὁμοίως δὲ πρὸς πάντα μηδὲ καθ’ αὑτό, ἀλλὰ πρὸς μέν τι καθ’ αὑτὸ πρὸς δέ τι κτὰ συμβεβηκός, οὐκέτι φησὶ μᾶλλον ὡρίσθαι ἐπὶ τούτων
τὸν πρὸς ἄμφω ἀποδιδόντα τὸν ὁρισμὸν τοῦ πρὸς τὸ καθ’ αὑτό, ἀλλά καὶ ἧττον. πολλάκις γὰρ καὶ ἀλλότριόν ἐστι τοῦ προκειμένου τοῦτο πρὸς ὃ λέγεται κατὰ συμβεβηκός· οὐ γὰρ ἐν τῇ οὐσίᾳ ἑκάστου τὸ κατὰ
συμβεβηκὸς ὑπάρχον αὐτῷ· δεῖ δὲ τὴν οὐσίαν σημαίνειν τοῦ ὑποκειμένου τὸν ὁρισμόν. ὅταν μέντοι ὁμοίως ἔχῃ τὸ εἶναι καὶ καθ’ αὑτὸ [καὶ] πρὸς
πλείω, οὐχ ὁρίζεται ὁ πρὸς τινὰ ἀποδιδοὺς καὶ μὴ πρὸς πάντα, ἐπειδὴ 73 πλείους οὐκ ἐνδέχεται τοῦ αὐτοῦ ὁρισμοὺς εἶναι· μία γὰρ ἡ οὐσία ἑκάστου, ἧς ὁ ὅρος ἐστὶ δηλωτικός. ἐπ’ ἐνίων μὲν οὖν κατ’ ἀλήθειαν ἔχει τὸ πρὸς πάντα ἀποδίδοσθαι τὸν ὅρον πρὸς ἃ λέγεται τὸ ὁριστόν, ἐπ’ ἐνίων δὲ οὐδαμῶς.
74
βελτίστου ἐστί, καὶ τὸ εἶναι αὐτῇ ἐν τούτῳ.
ἀναπέμπει ἡμᾶς εἰς τοὺς τόπους τοὺς πρὸς τὸ γένος ἀποδεδομένους·
ἐν ἐκείνοις γὰρ περὶ τούτου ἐπραγματεύσατο· ἤδη δὲ τοῦτο καὶ κατ᾿ ἀρχὰς εἶπε τοῦδε τοῦ βιβλίου. στοιχεῖα δὲ τοὺς τόπους εἶπεν, ἐπειδὴ οὗτοι στοιχεῖα καὶ ἀρχαὶ καὶ ἀφορμαὶ τῶν ἐπιχειρημάτων καθ᾿ ἕκαστον γένος προβλημάτων εἰσίν.
γὰρ ὑπερβαίνειν αὐτὸς εἶπεν εἶναι τὸ μὴ ἐν τῷ ἐγγυτάτῳ γένει θεῖναι. κατὰ τί δὲ ἁμαρτάνουσιν οἱ οὕτως ποιοῦντες, καὶ Trioc μὲν γινόμενον
ἁμάρτημά ἐστι, πῶς δὲ οὔ, λέγει. ὁ γὰρ τὸ προσεχὲς τοῦ προκειμένου γένος ἀποδιδοὺς ἔχει καὶ τὰ ὑπὲρ αὐτό, εἴ γε τὰ ἄνω ἐν τοῖς ὑπ’ αὐτά· 76 ὁ γὰρ ἀρετὴν | εἰπὼν καὶ ἕξιν εἴρηκεν· ὁ δὲ τὸ ἐπάνω λαβὼν οὐκέτι 77 ἐν τούτῳ λέγει καὶ τὸ ὑποκάτω, ὥστε παραλείποι ἄν τι τῶν ἐν τῇ οὐσίᾳ ὄντων καὶ τὸ εἶναι συμπληρούντων· ὁ δὲ τοΰτων τι παραλείπων οὐχ ὁρίζεται τὸ προκείμενον. διό φησι δεῖν τὸν ὁριζόμενον ἢ τὸ προσεχὲς
γένος τῷ ὁριστῷ λαμβάνειν ἢ ὑπερβαίνοντα λαμβάνειν τοῦ ἐπάνω καὶ τὰς διαφοράς, αἷς χωρίζεται τὸ προσεχῶς κείμενον γένος τῶν ἀντιδιῃρημένων
αὐτῷ ἐκ τοῦ εἰλημμένου γένους· οὕτω γὰρ οὐδὲν οὐκέτι ἔσται ὑπερβαίνων τε καὶ παραλείπων ἀλλ’ ἀντὶ τοῦ ὀνόματος τοῦ προσεχοῦς γένους τὸν ὁρισμὸν αὐτοῦ λαμβάνων. εἰ μὲν οὖν οὕτως ἀποδοίη τις, οὐχ
ἁμαρτάνει. εἰ δὲ θεὶς τὸ ὑπερκείμενον γένος μηκέτι προσθείη τὰς διαφορὰς τὰς ἐν τῇ οὐσίᾳ τοῦ γένους τοῦ προσεχοῦς τῷ προκειμένῳ, ἀλλὰ μόνας λαμβάνοι τὰς διαφορὰς αἷς τὸ προκείμενον ἀπὸ τοῦ προσεχοῦς γένους
χωρίζεται. τῷ παραλιπεῖν τὸ οἰκεῖον τοῦ προκειμένου γένος οὐχ ὁρίζεται· οὐ γὰρ ὁρίζεται ὁ τὸν ἄνθρωπον λέγων οὐσίαν ἔμψυχον πεζὴν δίπουν, οὐδὲ
ὁ λέγων τὸ λευκὸν ποιότητα διακριτικὴν ὄψεως. προσέθηκε δὲ τὸ ἔστι δὲ τοῦτο ταὐτὸν τῷ μὴ εἰς τὸ ἐγγυτάτω γένος θεῖναι, ὑπομιμνήσκων ἡμᾶς τοῦ τόπου ὡς κειμένου ἐν τοῖς τόποις τοῖς πρὸς τὰ ἀπὸ τῶν γενῶν προβλήματα.
78
τῇ εἰρημένῃ διαφορᾷ· εἰ γὰρ μή ἐστιν, οὐκ ἂν εἴη ἡ εἰρημένη
τοῦ γένους διαφορὰ ᾧ συνείληπται· πᾶν γὰρ γένος ταῖς ἀντιδιῃρημέναις διαφοραῖς διαιρεῖται. ἢ εἰ ἔστι x003E; ἀντιδιῃρημένη διαφορά, μὴ ὑπὸ γένος δὲ τὸ ἀποδεδομένον μηδὲ τοῦτο διαιροῦσα· δῆλον γὰρ ὅτι 79 οὐδετέρα ἄν εἴη τοῦ γένους διαφορά. ἢ εἰ ἔχει μὲν τὸ κείμενον ὡς διαφορὰ ἀντιδιῃρημένον τι καὶ εἴη ἄμφω ἀληθευόμενα κατὰ τοῦ γένους καὶ ὄντα ἐν αὐτῷ, τοιαύτη μέντοι εἴη ὡς συντιθεμένη τῷ γένει μὴ ποιεῖν
εἰδος· δῆλον γὰρ ὅτι οὐκ εἰσὶν εἰδοποιοὶ διαφοραί. τὸ δὲ ἀληθεύονται
κατὰ τοῦ οἰκείου γένους εἶπεν, ὅτι ἐν αὐτῷ εἰσι καὶ κατηγοροῦνται ἅμα λαμβανόμεναι· τὸ γὰρ ζῷον ἡ λογικὸν ἢ ἄλογον. ἢ ἀληθεύεσθαι κατὰ τοῦ γένους τὴν διαφορὰν εἶπεν, ὅτι κατά τινος αὐτοῦ κατηγορεῖται.
διαιρεῖται.
συνεχεῖ τὸ διωρισμένον ἀντιδιῃρημένον, οὐδέτερον δὲ αὐτῶν ζῴου διαφορά.
οὐ ποιεῖ, οὐκ ἂν τὸ γρυπὸν εἴη εἰδοποιὸς διαφορὰ τοῦ ζῴου.
81
ἐπιδέχεσθαι τὸν τοῦ εἴδους ὁρισμὸν τὸ γένος, ὅπερ ἄτοπον· οὔτε γὰρ τὸ εἶδος οὔτε ἡ διαφορὰ τοῦ γένους κατηγορεῖται, ἀλλ’ ἔμπαλιν τὸ γένος
τούτων· ταῦτα γὰρ ἐπ’ ἔλαττον. δείκνυσι δὲ πῶς τὸ γένος τὸν τοῦ εἴδους ἀναδέξεται λόγον. ἐπεὶ γὰρ ἐπὶ πάντων ἢ ἡ κατάφασις ἡ ἡ ἀπόφασις ἀληθεύει, καὶ ἐπὶ τοῦ ἀντιφάσει διῃρημένου γένους δεήσει ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθεύειν· ἐπεὶ δὴ κατὰ τοῦ
μήκους, ὅπερ γένος ἔλαβε τῆς γραμμῆς, ἢ τὸ πλάτος ἔχειν ἢ τὸ
μὴ ἔχειν ἀληθεύεται, κατὰ τοῦ μήκους ἐπεὶ ἀληθεύεται καὶ τὸ μῆκος, ἀληθὲς ἔσται κατὰ τοῦ μήκους τὸ μῆκος μὴ ἔχον πλάτος· ἀλλὰ μὴν τοῦτο ὅρος ἐστὶ τῆς γραμμῆς, ὃ εἶδός ἐστι τοῦ μήκους· τὸ ἄρα γένος τὸν τοῦ εἴδους ἀναδέξεται λόγον. | οὐ μόνον δὲ τὸ γένος τοῦ 83 εἴδους μεθέξει κατὰ τὴν εἰρημένην διαίρεσιν ἀλλὰ καὶ τῆς διαφορᾶς· τοῦτο
δὲ ἄτοπον. εἰ γὰρ διαφορὰ μὲν τοὐ μήκους τὸ ἔχον πλάτος καὶ οὐκ ἔχον πλάτος, τούτων δὲ ἐξ ἀνάγκης τὸ ἕτερον ἀληθὲς κατὰ τοῦ μήκους ἀντίφασις γάρ), ἔσται ἡ ἑτέρα τῶν τοῦ μήκους διαφορῶν ἀληθεύουσα κατὰ τοῦ διῃρημένου ὑπ’ αὐτῆς γένους· τοῦτο δὲ ἦν τὸ μῆκος.
τοῦ μήκους διαφοραί, τό τε ἀπλατὲς καὶ τὸ πλάτος ἔχον, τοῦ γένους, ἤγουν τοῦ μήκους, κατηγοροῦνται· τότε γὰρ ἄν κατηγοροῦντο, εἴπερ ἦσαν συστατικαὶ τοῦ μήκους καὶ οὐ διαιρετικαὶ καὶ περιέπιπτον τῇ ἀντιφάσει οὕτω λεγόμεναι. καὶ δῆλον ἐκ τοῦ τὸ λογικὸν καὶ ἄλογον ἀντιδιῃρημένα μὲν εἶναι διαφορὰς τοῦ ζῴου, κατὰ τού ζῴου δὲ οὐ λέγεσθαι, ἀλλὰ σὺν
τῷ ζῴῳ κατὰ τοῦ ἀνθρώπου καὶ κατὰ τῶν ἀλόγων ζῴων. οὕτω δὴ κἀπὶ τοῦ παρόντος ἔχον ἐστί· διαιρεῖται μὲν γὰρ τὸ μῆκος εἴς τε τὸ πλάτος ἔχον καὶ εἰς τὸ ἀπλατές· ἀλλ’ ἑκάτερον τούτων μετὰ τοῦ μήκους, οὐ κατὰ τοῦ μήκους λέγεται, ἀλλὰ τὸ μὲν ἀπλατὲς προσλαβὸν τὸ μῆκος ὡς γένος κατὰ τῆς γραμμῆς, τὸ δὲ πλάτος ἔχον πάλιν μετὰ τοῦ μήκους κατὰ τῆς
ἐπιφανείας.
γένος διαιροῦσι, μετὰ ταῦτα ἐπὶ τίνων δύναται λέγεσθαι τὰ εἰρημένα, λέγει, καὶ εἰς ἃ χρήσιμος ὁ εἰρημένος τόπος. ἐπεὶ γὰρ τὸ γένος κατὰ πολλῶν κατηγορεῖται καὶ ἔστιν ὄνομα καθόλου καὶ οὐκ ἄτομον, ἡ δ’ ἀντίφασις
ἐπὶ τῶν καθόλου ὀνομάτων μετὰ διορισμοῦ γινομένη, πᾶν ζῷον λογικὸν καὶ οὐ πᾶν ζῷον λογικόν, πᾶσα γραμμὴ πλάτος ἔχει καὶ οὐ πᾶσα γραμμὴ πλάτος ἔχει, καὶ ἔστιν ἐπὶ τῶν γενῶν ἡ ἀπόφασις τῆς
λαμβανομένης διαφορᾶς ἀληθὴς μετὰ διορισμοῦ τοῦ οὕτως ἔχοντος, οὐδὲν ἄτοπον ἀπαντᾷ· οὐ γὰρ ἀντίφασις ‘πᾶν μῆκος ἀπλατές᾿ καὶ ‘πᾶν μῆκος
πλάτος ἔχει᾿· διὸ οὐδ’ ἀνάγκη τὸ ἕτερον. ἔτι οὔτε τὸ πᾶν μῆκος γένος οὔτε τὸ οὐ πᾶν τοῦτο δὲ δείκνυται τὸ ἕτερον μέρος τῆς ἀντιφάσεως ὑπάρχον), ἐπειδὴ μή ἐστιν ἄτομον τὸ γένος ἀλλὰ καθόλου, διαίρεσις δὲ τοῦ καθόλου τὸ ‘πᾶς’ καὶ ‘οὐ πᾶς’. ἔτι οὐχ οἷόν τε τὴν τοῦ γένους διαφορὰν πᾶσι τοῖς ὑπὸ τὸ γένος ὑπάρχειν· ἑκάστη γὰρ αὐτῶν οὐ παντὶ ὑπάρχει· τὸ
δὲ μὴ παντὶ τῷ ὑπὸ τὸ γένος ὑπάρχον πῶς ἂν λαμβάνοιτο κατηγορούμενον τοῦ γένους; φησὶ δὲ ἐπ’ ἐκείνων ἁρμόζειν τὸν τόπον οἳ τὸ γένος ἕν τι τῷ ἀριθμῷ λέγουσιν. οὗτοι δέ εἰσιν οἱ τὰ γένη ἰδέας
εἶναι λέγοντες· ἓν γάρ τι τῷ ἀριθμῷ ἡ ἰδέα, οἷον αὐτοζῷον. εἰ γὰρ ἕν τι τῷ ἀριθμῷ τὸ ζῷον αὐτοζῷον], οὐκέτι δέξεται τὸν διορισμὸν τὸν
‘πᾶς᾿ καὶ ‘οὐ πᾶς’, ἀλλ’ ἐπ’ αὐτοῦ ἑνὸς ὄντος τῷ ἀριθμῷ τὸ λογικὸν ἢ ἄλογον κατηγορηθήσεται. ὁμοίως καὶ εἰ τὸ μῆκος ἓν τῷ ἀριθμῷ, ἀληθὲς ἐπ’ αὐτοῦ ἔσται τὸ ἔχειν πλάτος ἢ μὴ ἔχειν. οὕτως δὲ ἔσται τὰ προειρη- μένα ἄτοπα.
ὁριζόμενον, ὡς ἐπὶ τῶν ὅρων οἳ τῶν στερήσεων εἰσιν· οἷον τυφλόν
ἐστι τὸ μὴ ἔχον ὄψιν, ὅτε πέφυκεν ἔχειν· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. καὶ τοῦτο εἰκός· οὐδὲ γὰρ γένος τι λαμβάνομεν ἐν αὐτοῖς. ἐν οἷς δὲ γένος τὸ λαμβανόμενον, ἄτοπον ἐπὶ τούτων ἀποφάσει χρῆσθαι· οὔτε γὰρ τὸ εἰνί τινα ἡ ἀπόφασις σημαίνει, οὔτε διορίζει καὶ περιγράφει τῶν ὑπὸ τὸ γένος καὶ τίθησί τι, καθ’ αὑτήν γε λεγομένη, καὶ οὐδὲν
μᾶλλον κατὰ ὄντος ἢ κατὰ μὴ ὄντος ἀληθεύεται.
συνεπινοεῖσθαι καὶ ἡ ἀντιδιῃρημένη ταύτῃ ἀπόφασις, ὡς εἰ ὁρίσαιτό τις μῆκος πλάτος ἔχον· συνεπινοεῖται γὰρ τούτῳ καὶ τὸ πλάτος μὴ ἔχον
ὡς ἀντιδιῃρημένον ὂν ἐκείνῳ· ἢ πάλιν ὅταν εἴπωμεν χρῶμα διακριτικὸν ὄψεως, συνεπινοοῦμεν καὶ τὸ μὴ διακριτικὸν ὄψεως. ἀλλ’ οὐκ ἐν πᾶσι τοῦτο φυλάσσεται· εἰ γὰρ εἴποι τις ὅτι ὄψις ἐστὶν ὄργανον ὁράσεως, οὐκ
εὐθὺς συνεπινοεῖταί τι ἀντιδιῃρημένον τούτῳ· οὐδὲ γὰρ ἔχει. καὶ ἄλλα δὲ πλεῖστα τοιαῦτά εἰσιν.
ἡ πληγὴ ἀλλ’ οὐ διαφορά. καὶ τῆς σιμότητος γένος ἡ κοιλότης· διὸ οὐχ
ὁρίζεται ὁ ὁριζόμενος λέγων ῥῖνα κοίλην τὴν σιμότητα· κοιλότης γάρ ἐστιν ἐν ῥινί· διαφορὰ γὰρ εἰδοποιὸς τῆς σιμότητος τὸ ἐν ῥινὶ σιμόν. καὶ ὁ πηλὸς δὲ οὐ “γῆ ὑγρῷ φυραθεῖσα”, ὡς Πλατῶν, ἀλλὰ φύραμα γῆς· γένος γὰρ τοῦ πηλοῦ τὸ φύραμα ἀλλ’ οὐ διαφορά.
παραδείγματος οὐ δοκεῖ τὸ ἀγαθὸν γένος εἶναι ἀλλὰ διαφορά· εἰ γὰρ τὸ ἀγαθὸν γένος ἐστὶ τῆς ἀρετῆς, ἔστι δὲ καὶ ἡ ἕξις, ὁμολογουμένως δ᾿ x003E;
ἐνδέχεται τὸ αὐτὸ καὶ ἓν εἶδος ὑπὸ δύο γένη ἀνάγεσθαι μὴ ὑπάλληλα· νῦν δὲ οὗτε ἡ ἕξις περιέχει τὸ ἀγαθὸν οὔτε τὸ ἀγαθὸν τὴν ἕξιν· οὐδὲ γὰρ πᾶσα ἕξις ἀγαθόν, οὐδὲ πᾶν ἀγαθὸν ἕξις· ὥστε οὐκ ἄν εἴη γένη τῆς
ἀρετῆς ἀμφότερα, ἥ τε ἕξις καὶ τὸ ἀγαθόν. ἀλλ’ εἰ καὶ μὴ περιέχει θάτερον τὸ ἕτερον, ἀλλ’ οὖν ὑπὸ ταὐτὸν καὶ ἓν γένος ἀνάγονται, τὴν ποιότητα. εἰσὶ γοῦν μᾶλλον τοῦ τοιούτου παραδείγματος τὰ ἄνωθεν ἡμῖν παρατεθέντα
συνιστῶντα τὸν τόπον καὶ δεικνύντα ἀληθῶς ἔχειν.
τὸ μὲν γὰρ συμβεβηκὸς οἷόν τε ὑπάρχειν καὶ μὴ ᾧ συμβέβηκε, τὸ δὲ ἐν τῇ οὐσίᾳ τινὸς ὂν ἀχώριστόν ἐστιν αὐτοῦ. εἰ οὖν τις ὁριζόμενος διαφορὰν εἴληφε τῶν συμβεβηκότων τι τῷ ὁριστῷ, οὐχ ὥρισται αὐτό.
οὔ φησι τοιαύτας εἶναι δεῖν τὰς λαμβανομένας ἐν τοῖς ὁρισμοῖς δια- φορὰς ὥστε τὸ γένος αὐτῶν κατηγορεῖσθαι, ἀλλὰ καθ’ ὧν ἡ διαφορά, 94 τουτέστιν εἰδῶν ἢ ἀτόμων· εἰς 5 γὰρ ἡ διαίρεσις τῶν γενῶν γίνεται,
τούτων τὰ γένη κατηγορεῖται· οὐκ εἰς διαφορὰς δὲ τὰ γένη διαιρεῖται, ἀλλὰ διαφοραῖς, ὡς οὖν ἐπὶ τῶν ἄλλων διαιρουμένων τὸ διαιροῦν οὐκ ἔστιν ὅπερ τὸ διαιρούμενον οὔτε γὰρ ἡ ἐπιφάνεια διαιρεῖται ἐπιφανείᾳ
οὔτε ἡ γραμμὴ γραμμῇ), οὕτως οὐδ’ ἐπὶ τῶν διαφορῶν, καθ’ ἃς διαιρεῖται τὸ γένος. εἰ γὰρ τὸ γένος εἴη ἑκάστης τῶν διαφορῶν κατηγορούμενον, οἷον τὸ ζῷον κατὰ τοῦ πεζοῦ καὶ τοῦ δίποδος, ἐπεὶ καθ’ οὗ κατηγορεῖται
τὸ ζῷον ἐν τῷ τί ἐστιν, ἐκεῖνο ζῷόν ἐστιν. ἔσται καὶ τὸ πεζὸν ζῷον καὶ τὸ δίπουν πάλιν ζῷον· εἰ οὗν ὁ ἄνθρωπος ζῷον πεζὸν δίπουν,
πολλάκις ἂν αὐτοῦ τὸ ζῷον κατηγοροῖτο καὶ πολλὰ ζῷα ὁ ἄνθρωπος εἴη, οπερ ἄτοπον.
γενῶν διαίρεσις, καὶ ἐν τούτοις τὸ εἶναι τοῖς γένεσιν, προσεχῶς μὲν ἐν τοῖς εἴδεσι, δευτέρως δὲ ἐν τοῖς ἀτόμοις.
ἄρα ἢ εἴδη εἰσὶν ἢ ἄτομα. οἷον εἰ τὸ ζῷον κατὰ τῶν διαφορῶν αὐτοῦ κατηγορεῖται, κατηγορεῖται δὲ καὶ τῶν ὑπ’ αὐτὸ εἰδῶν καὶ ἀτόμων, αἱ
διαφοραὶ τοῦ ζῴου, τὸ λογικὸν καὶ τὸ ἄλογον, ἢ εἴδη ἔσονται, τουτέστιν εἰδικώτατα, ἢ ἄτομα· ὥσπερ γὰρ· τοῦ ζῴου καθ’ ἑκάστου εἴδους αὐτοῦ κατηγορουμένου ἕκαστον εἶδος ζῷόν ἐστί τε καὶ λέγεται, οὕτω καὶ εἰ κατηγορεῖται
κατὰ τῶν διαφορῶν αὐτοῦ, ἑκάστη διαφορὰ ζῷον ἔστι· ἕκαστον δὲ ζῷον ἢ εἶδός ἐστιν ἢ ἄτομον.]
κατηγορήσειεν εἶδος οὖσαν, ἢ εἴ τις ὁμοίως τὸν Σωκράτη τοῦ λογικοῦ ἄτομον ὄντα· τὰ γὰρ ἄτομα ὑποκάτω τῶν εἰδῶν. τοῦτο δὲ ἀδύνατον, φησίν, 98 ἐπειδὴ ή διαφοᾶ ἐπὶ πλέον τῶν εἰδῶνφ λέγεται· οὖ τὸ ἀνάπαλιν ό όρισάμενος πεποίηκε, θεὶς ἐπὶ πλέον τὰ εἴδη ἢ τὰ ἄτομα τῆς διαφορᾶς.
διαφορῶν καὶ ἄλλου γένους ἐστὶ διαφορά, ὃ οὔτε περιέχει οὗ εἴληπται διαφορά, οὔτε περιέχεται ὑπ’ αὐτοῦ, οὔτ’ ἄμφω ὑπὸ ταὐτόν ἐστι γένος. εἰ γὰρ εἴη τοιαύτη τις εἰλημμένη διαφορά, οὐκ ἂν εἴη ὁρισμὸς τοῦ προκειμένου ὁ ἀποδεδομένος λόγος· οὐδὲ x003E; ἡ διαφορὰ τοῦ προκειμένου γένους. εἰ γὰρ εἴη, συμβήσεται καὶ εἶδος τὸ αὐτὸ ἐν δυσὶ γένεσιν εἶναι
μὴ περιέχουσιν ἄλληλα· ἐπιφέρει γὰρ ἑκάστη τῶν διαφορῶν τὸ οἰκεῖον γένος τοῖς εἴδεσιν, ὧν ἐν τῷ ὁρισμῷ παραλαμβάνεται. ὥστε, εἰ καθ᾿ οὗ ἡ διαφορά, καὶ τῶν γενῶν ἑκάτερον, δῆλον ὅτι τὸ εἶδος ἐν δύο γένεσι μὴ περιέχουσιν ἄλληλα, ὅταν ἄλλου γένους οὖσα ὡς ἄλλου τινὸς οὖσα ληφθῇ· γένοιτο γὰρ ἄν αὐτὴ τῶν δύο γενῶν, τοῦ μέν,
ὅτι εἴληπται μὴ οὖσα αὐτοῦ, τοῦ δὲ ἑτέρου, ὅτι κυρίως ἐκεῖνο διαιρεῖ. οἷον
εἴ τις τὸ ζῷον ὁρίσαιτο οὐσίαν θεωρητικήν· τὸ γὰρ θεωρητικὸν ἔστι μὲν ἐπιστήμης διαφορά, εἴληπται δὲ οὐσία καὶ ἔστιν ἕτερα ἀμφοτέρων γένη καὶ οὐχ ὑπάλληλα· οὕτως δὲ ἔσται τὸ ζῷον οὐσία καὶ ἐπιστήμη, ἐπεὶ ἡ διαφορὰ τὸ οἰκεῖον γένος συνεπιφέρει, οὗ ἐν τῷ ὁρισμῷ
παραλαμβάνεται.
μηδ’ ἄμφω ὑπὸ ταὐτὸν ὄν.των γένος “ἕτεραι τῷ εἴδει αἱ διαφοραί”.
γένος. ἐπεὶ γὰρ ἔν τισιν ἡ αὐτή ἐστι διαφορὰ δύο γενῶν μὴ ὑπ’ ἄλληλα τεταγμένων, οὐκ ἀνάγκη συνεπιφέρειν ἐν τῷ ὁρισμῷ καὶ ἄμφω τὰ γένη, ἀλλὰ τὸ ἕτερον μόνον καὶ τὰ ἐπάνω τούτου πάντα· τὸ γὰρ δίπουν ἐν τῷ τοῦ ἀνθρώπου ὁρισμῷ οὐκ ἐπιφέρει ἀμφότερα τὰ γένη, τὸ πεζὸν καὶ τὸ πτηνόν, ἀλλὰ τὸ πεζὸν μόνον καὶ τὸ ὑπὲρ τοῦτο, ἐν οἷς ἀμφοτέροις
τὸ ζῷον.
ποὺ εἶναι σημαίνουσαν· τὸ γὰρ ἔν τινι πλεοναχῶς λεγόμενον νῦν ἐπὶ τοῦ ποὺ καὶ ἐν τόπῳ εἶναι λέγεται· ὁ γὰρ οὕτω λαμβάνων ἁμαρτάνει. καὶ ἐπεὶ χρώμενοί τινες τῷ τόπῳ ἀνασκευάζουσι δεικνύντες ὅτι τὸ ἔνυδρον καὶ τὸ χερσαῖον οὐκ εἰσὶ διαφοραὶ τοῦ ζῴου τὸ γὰρ ἐν τόπῳ
εἷναι σημαίνουσι), δείκνυσιν ἁμαρτάνοντας· καὶ φησὶν ὅτι τὸ ἔνυδρον καὶ
τὸ χερσαῖον οὐκ ἀπὸ τοῦ πού, ἤγουν ἐν τόπῳ εἶναι, οὕτω λέγονται, ἀλλ’ ἀπὸ τοῦ ἐν δυνάμει τινὶ καὶ διαθέσει τοιαύτῃ· ποιὸν γάρ τι σημαίνουσιν. εἰκότως δὲ καὶ τὸ οὐσίας προσέθηκεν· οὐσίας γὰρ διαφορὰ οὐ δύναται τὸ ποὺ εἶναι. τῶν μέντοι ποὺ ὄντων ἀναγκαῖον καὶ τὸν ὁρισμὸν ἔχειν τινὰ διαφορὰν τοῦ ποὺ δηλωτικήν, οἷον τὸ ἔνυδρον καὶ τὸ χερσαῖον, οὐχ ὡς
νῦν μὲν ὄντων ἐν ᾧ εἰσι τόπῳ, νῦν δ’ οὐχ ὄντων, ἀλλ’ ἀεὶ ὄντων, 105 ἐπειδὴ καὶ ὅτε συμβαίνει τοὺς τόπους αὐτὰ μεταβάλλειν, τὰς διαφορὰς οὐ μεταβάλλουσιν· ό γὰρ ἄνθρωπος νηχόμενος οὐ λέγεται λέγεται ἔνυδρος ἀλλὰ χερσαῖος· ὡσαύτως καὶ ὅσα τῶν ἐνύδρων ἐν τῇ χέρσῳ ἐξέρχονται, οὐ χερσαῖα ἀλλ’ ἔνυδρα.
106
διαφορὰν οὐσιώδη πεποίηκε. πάντα δὲ τὰ τοιαῦτα πάθη ἐπίτασιν λαμβάνοντα ἐξιστῶσι τὸ ζῷον τῆς οὐσίας· ὥστε καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν
ἐπίτασιν ἐν τῷ ζῴῳ δεξάμενα φθείρει τὸ ζῷον. ἡ δὲ οὐσιώδης διαφορὰ σωστικὴ μᾶλλον ὀφείλει εἶναι τῆς οὐσίας καὶ οὐ φθαρτική· καθόλου γὰρ ἀδύνατόν ἐστιν εἶναι τῶν ὄντων ἕκαστον ἄνευ τῆς οἰκείας διαφορᾶς, οἷον ἄνθρωπον μὲν ἄνευ τοὐ λογικοῦ, ἵππον δὲ ἄνευ τοῦ ἀλόγου. καὶ
καθόλου εἰπεῖν, καθ’ ὅσα πάθη ἀλλοιοῦται τὸ εἶδος τὸ ἔχον ταύτῃ ἅ
εἰσι τὸ θερμὸν καὶ τὸ ·ψυχρὸν ἢ τὸ λευκὸν καὶ τὸ μέλαν καὶ τὰ τοιαῦτα, οὐδὲν τούτων ἔσται διαφορά· τὸ γὰρ θερμὸν ἐπιταθὲν φθείρει τὴν ἁφὴν καὶ τὸ ζῷον· ἄνευ γὰρ ἁφῆς ἀδύνατον εἶναι ζῷον· καὶ τὸ λευκὸν καὶ ἄγαν λαμπρὸν ὑπερβαίνοντα τὴν ὁρατικὴν δύναμιν φθείρει τὴν ὄψιν· καὶ τὰ ἄλλα δ’ ὡσαύτως.
107
γοῦν | στλεγγίδι, τουτέστι τῷ κτενίῳ, οὐ πρὸς τὸ περιξύεσθαι χρήσαιτο 108 ἄν τις μόνον ἀλλὰ καὶ πρὸς τὸ ὕδωρ ἀρύσασθαι), δεῖν φησὶν ἐν τῇ τῶν 109 πρός τι ἀποδόσει μὴ μόνον παραφυλάττειν τὰς διαφοράς, εἰ πρός τι καὶ αὗται, ἀλλὰ καὶ εἰ πρὸς ὃ πέφυκεν ἀποδίδονται.
δι’ αὐτοῦ κόου ὄντος καὶ ὕδωρ ἀρύεσθαι. τὸ δὲ τῆς στλεγγίδος ὄνομα ἐν τῷ Λυκόφρονι· φησὶ γὰρ ἐκεῖνος στλεγγίσματα τὰ ἀποξύσματα.
ὁριζόμενος πρὸς ὃ κυρίως πέφυκε λέγεσθαι ὡς σχέσιν ἔχον· χρὴ γὰρ τὸν
ὁριζόμενόν τι τῶν πρός τι κἀκείνων μνημονεύειν ἐν τῇ ἀποδόσει τοῦ ὁρισμοῦ, πρὸς ἃ λέγεται κυρίως τὸ ὁριζόμενον, εἴτε ἕν ἐστι τὸ πρὸς ὃ λέγεται, εἴτε καὶ δύο. εἰ μὲν γὰρ τὸ ὁριστὸν ἐκεῖνο πρὸς δύο πέφυκεν ἔχειν κυρίως τὴν σχέσιν, ὡς ἡ γραμματικὴ ὁριστὸν οὖσα καὶ αὐτὴ τῶν
πρός τι, καθὸ τῷ γενικωτέρῳ αὐτῆς ὀνόματι ἐπιστήμη λέγεται, πρὸς δύο πέφυκεν ἔχειν τὴν σχέσιν, πρός τε τὸ εὖ γράφειν καὶ τὸ εὖ ἀναγινώσκειν,
καὶ ἀμφοτέρων χρὴ τὸν ὁριζόμενον ἐν τῷ αὐτῆς ὁρισμῷ μνημονεύειν λέγοντα ‘γραμματική ἐστι τέχνη τοῦ εὖ γράφειν καὶ τοῦ εὖ ἀναγινώσκειν᾿. εἰ δὲ πρὸς ἓν κυρίως φαίνεται σχέσιν ἔχον τὸ ὁριστόν, πρὸς δὲ τὸ ἕτερον
ἀκύρως, ὡς ἡ ἰατρικὴ πρὸς μὲν τὸ ὑγιάσαι κυρίως λέγεται πρὸς δὲ τὸ νοσοποιῆσαι ἀκύρως, τοῦ πρὸς ὃ κυρίως λέγεται μόνον ἀπομνημονευτέον. εἰ δὲ πρὸς ἓν μόνον, ὡς ἡ ὄψις πρὸς μόνον τὸ ὁρᾶν καὶ ἡ ἀκοὴ πρὸς
μόνον τὸ ἀκούειν, τοῦ ἑνὸς μόνου ἀπομνημονευτέον. ἐνδέχεται μέντοι τισὶ τῶν πρός τι χρήσασθαι καὶ πρὸς ἄλλο τι, πρὸς ὃ οὐ πεφύκασι λέγεσθαι·
οἷον τῇ στλεγγίδι εἰκός ἐστι χρήσασθαι πρὸς τὸ ἀρύειν ὕδωρ ἡ ἕτερόν τι ὑγρὸν καίτοι ἐπιτηδείᾳ μᾶλλον οὔσῃ πρὸς τὸ ἀποξύειν· ἀλλ’ ὅμως, φησί, κἄν δυνατόν ἐστι χρήσασθαι ταύτῃ καὶ πρὸς τὸ ἀρύειν δι’ ἣν ἔχει κοιλότητα, ἐπεὶ οὐ πέφυκε πρὸς τὸ ἀρύειν λέγεσθαι ἀλλὰ πρὸς τὸ ἀποξύειν,
ἁμαρτάνει ὁ ταύτην ὁριζόμενος ὄργανον πρὸς τὸ ἀρύειν. στλεγγίδα δέ τινες
λέγουσι τὸ ὀστρειῶδες κτένιον, ἄλλοι δὲ εἶδος σπόγγου, δι’ οὗ ἀποψῶσι τοὺς ἱδρῶτας τῶν νοσούντων οἱ ἰατροί.]
ὃ χρήσαιτ’ ἂν αὐτῷ ὁ φρόνιμος ᾗ φρόνιμος καὶ ἡ περὶ ἕκαστον
οἰκεία ἐπιστήμη ᾗ ἐπιστήμη. οἷον εἰ ἰατρικόν ἐστιν, ὁρᾶν τοὺς 110 φρονιμωτέρους τῶν ἰατρῶν καὶ ἐπιστήμονας, ἐφ᾿ ὃ τούτῳ ἐχρήσαντο· όμοίως καὶ εἰ γεωμερικόν, πῶς τοῦτο ἐφελάβοντο. φρόνιμον δὲ εἶπεν, ὅτι μὴ πάντων ή χρῆσις ὑπό τινα τέχνην ἢ ἐπιστήμην.
ἀρετή· τῆς δὲ ψυχῆς μέρος ἐστὶ τὸ λογιστικόν· τὸ δὲ ὑπάρχον τῷ μέρει
ὑπάρχει καὶ τῷ ὅλῳ· κατὰ τοῦτο οὖν λέγεται καὶ ἡ ψυχὴ φρόνιμος, ἀλλὰ δευτέρως, καὶ ὁ ἄνθρωπος διὰ τὴν ψυχήν· ἐκ ψυχῆς γὰρ καὶ σώματος. καὶ εἰ τὴν σωφροσύνην τοῦ ἐπιθυμητικοῦ πρώτως οὖσαν ἀρετὴν καὶ τὴν ἀνδρίαν τοῦ θυμικοῦ τῆς ψυχῆς ἀποδοίη τις ἀρετάς.
ἢ ἡ διάθεσις ἢ ἡ ἕξις ἢ ἄλλο ὁτιοῦν ἐκείνου οὗ ἀπέδωκεν, ὁ ὁριζόμενος οὕτως ἥμαρτε· πᾶν γὰρ πάθος καὶ πᾶσα διάθεσις ἐν ἐκείνῳ πέφυκε γίνεσθαι τῷ πράγματι, οὗ καὶ ἔστι διάθεσις ἢ πάθος. οἷον εἰ μέν τις ὁρίσαιτο τὴν ἐπιστήμην διάθεσιν τῆς ψυχῆς, καλῶς ἀπέδωκε τὸν ὁρισμὸν
τῆς ἐπιστήμης· ἐν γὰρ τῇ ψυχῇ ἐστιν ἡ ἐπιστήμη διάθεσις. εἰ δὲ τὸ ἀποδοθὲν τῷ πάθει ἢ τῇ διαθέσει ἐν τῷ ὁρισμῷ οὐκ ἔστιν ἐκείνου, οὐ
καλῶς ὡρίσατο. οἷον ὕπνος ἐστὶν ἀδυναμία αἰσθήσεως· καὶ γὰρ ὁ ὕπνος πάθος μέν ἐστιν, ἀλλὰ τοῦ ζῴου ἐν ᾧ ἡ αἴσθησις, οὐ μέντοι αὐτῆς τῆς αἰσθήσεως· οὗ γάρ ἐστιν ἀδυναμία, ἐκείνου καὶ πάθος ἂν εἴη
ὁ ὕπνος· οὐκ ἔστι δὲ ὁ ὕπνος ἐν αἰσθήσει ἀλλ’ ἐν ζῴῳ. καὶ πάλιν ἀπορία ἐστὶν ἰσότης ἐναντίων λο|γισμῶν· καὶ γὰρ ἡ ἀπορία πάθος 113 114 ἐστὶν ἀνθρώπου δι’ ἰσότητα ἐναντίων λογισμῶν. καὶ ἔτι ἀλγηδών ἐστιν ἐστὶ ζῴου διὰ τὴν μετὰ βίας τῶν συμφύτων μερῶν διάστασιν, ἀλλ’ οὐ διάστασις τῶν συμφύτων μερῶν· εἰ γὰρ ἦν οὕτως, ἔδει καὶ τὰ ἄψυχα
τεμνόμενα καὶ τὴν τῶν μερῶν διάστασιν πάσχοντα ἀλγηδόνας ἔχειν. καὶ
πάλιν ὑγεία ἐστὶ συμμετρία ψυχρῶν καὶ θερμῶν· εἰ γὰρ τοῦτο, ἀνάγκη καὶ τὰ ψυχρὰ καὶ τὰ θερμὰ ὑγιαίνειν, ἤγουν αὐτὰς τὰς ἀψύχους ποιότητας· ἐστι γὰρ καὶ ἐν ταύταις συμμετρία ψυχρῶν καὶ θερμῶν· ἀλλ’ ὑγεία ἐστὶ διάθεσις σώματος ζῴου ἐν συμμετρίᾳ θερμῶν καὶ ψυχρῶν καὶ
ξηρῶν καὶ ὑγρῶν. ἐν πᾶσιν οὖν τοῖς εἰρημένοις ἡ ἁμαρτία παρὰ τὸ μὴ δεκτικὸν εἶναι τὸ ἀποδεδομένον ὑποκεῖσθαι τοῖς εἰρημένοις πάθος ἢ
διάθεσιν.
τοιοῦτον, ὃ οὐκ ἔστι δεκτικὸν τοῦ ὁριστοῦ, ἡ τὸ ποιούμενον τιθέασιν εἰς τὸ ποιητικὸν ἢ τὸ ποιητικὸν εἰς τὸ ποιούμενον. [ὁ γὰρ λέγων ἐστὶν ἀδυναμία αἰσθήσεως ἐποίησε τὴν αἴσθησιν δεκτικὴν τοῦ ὕπνου· οὐκ ἔστι δὲ τῆς αἰσθήσεως, ὡς εἴρηται πάθος ὁ ὕπνος· ἦ γὰρ ἄν ἡ αἴσθησις ὕπνωττεν.] οὐ γὰρ ἡ ἀλγηδών ἐστι διάστασις τῶν συμφύτων
μερῶν· συμβαίνοι γὰρ ἂν οὕτως τὸ ποιούμενον εἶναι ποιητικόν· τοῦτο δὲ ἄτοπον· ἡ γὰρ διάστασις τῶν συμφύτων μερῶν μᾶλλόν ἐστι ποιητικὸν τῆς ἀλγηδόνος. οὐδὲ ὁ ὕπνος ἀδυναμία αἰσθήσεως, ἀλλὰ ποιητικὸν θάτερον θατέρου· ἢ γὰρ ἡ ἀδυναμία ἐστὶ ποιητικὸν τοῦ ὕπνου· ἀδυνατήσαντος γὰρ τοῦ ὁρατικοῦ ὀργάνου ὑπνώττει τὸ ζῷον· ἢ ὕπνος ποιητικὸς
τῆς ἀδυναμίας· ὑπνώττοντος γὰρ τοῦ ζῴου ἀδυναμία τῇ αἰσθήσει ἐπιγίνεται.
ἀλλ’ οὐδὲ ἡ ἀπορία ποιητική ἐστι τῶν ἐναντίων λογισμῶν, ἀλλὰ τὸ ἀνάπαλιν· ἔστι γὰρ ἡ ἀπορία πάθος τῆς διανοίας δι’ ἐναντιότητα λογισμῶν ἐπιγινομένη. ὅταν γὰρ ἐπὶ δυσὶ λογισμοῖς ἐναντίοις σκοποῦσι καὶ ἐξετάζουσιν ἡμῖν, ποῖος μᾶλλον ἁρμόδιος φαίνεται, ἰσότης καὶ ὁμοιότης καὶ
ἐπ’ ἀμφοτέροις καθ’ ἑκάτερον φαίνηται, τὸ τοιοῦτον πάθος γίνεται. οἷον προτεθέντος εἰ ἡ ψυχὴ ἀθάνατος ἢ θνητή, καὶ ληφθέντων καθ’
ἑκάτερον λόγων δεικνύντων καὶ ἄμφω τὰ ζητούμενα λόγοις καὶ ἀποδείξεσιν 116 ἰσχυραῖς, τότε γίνεται ἀπορία, ποίῳ τῶν μερῶν δεῖ προστεθῆναι. ὅταν οὖν πάντα ἰσχυρὰ φαίνηται καὶ ὅμοια τοσοῦτον ὥστε καὶ ἀπορεῖν τίνος τῶν μερῶν ἔσται μᾶλλον λῆψις, ἀπορία ἐστίν.
ἀθάνατον καὶ κατὰ τοὺς τρεῖς χρόνους διήκουσαν, ἔστι δὲ καὶ ὁ ὁρισμὸς τοιοῦτος, καλῶς ἀποδέδοται· εἰ δὲ διαφωνεῖ, οὐ καλῶς. οὕτως ἂν διαβάλλοιτο ὁ τὸ αἰώνιον λέγων ἀεὶ ἐσόμενον· ἐπεὶ γὰρ τὸ μὲν αἰώνιον ἀίδιον
καθ’ ὅλους τοὺς χρόνους, ὁ δὲ κατὰ τὸν μέλλοντα μόνον τὸ ἐσόμενον ἀπέδωκεν (ἄδηλον γὰρ εἰ τὸ μέλλον τι ἔσται), οὐ καλῶς ἀπέδωκε· διεφώνησε γὰρ κατὰ τὸν χρόνον. ὁμοίως καὶ εἴ τις εἴποι ‘ἀθάνατόν ἐστι
τὸ νῦν ἄφθαρτον᾿· τὸ γὰρ νῦν ἄφθαρτον νῦν ἀθάνατον δηλοῖ, καὶ διαφωνεῖ κατὰ τὸν μέλλοντα καὶ παρεληλυθότα· ἄδηλον γὰρ εἰ καὶ μετὰ
ταῦτα οὐ φθαρήσεται, ἢ εἰ πρώην ἔφθαρται· τὸ γὰρ ἀθάνατον ἀιδίως ἐστὶν ἀθάνατον. ἢ ἐπὶ μὲν τούτου τ·οῦ σημαινομένου x003E; ἐπὶ τοῦ νῦν οὐ συμτβαίνει ἀποδοθῆναι καλῶς τὸν ὁρισμόν· ἀμφίβολον γάρ ἐστι τὸ νῦν ἄφθαρτον. τρία γὰρ σημαίνει· ἢ γὰρ ὅτι οὐκ ἔφθαρται νῦν, ἤγουν μέχρι τοῦ
νῦν, φθαρήσεται δέ· ἢ ὅτι οὐ δύναται νῦν φθαρῆναι, δύναται δὲ
φθαρήσεσθαι· ἢ ὅτι νῦν τοιοῦτόν ἐστιν οἷον μηδέποτε φθαρῆναι. ὅταν οὖν, φησί, λέγωμεν ὅτι ἀθάνατόν ἐστι τὸ νῦν ἄφθαρτον ζῷον, οὐ κατὰ τοῦτο τὸ σημαινόμενον τοῦ νῦν ἀφθάρτου λέγομεν τὸ νῦν ἄφθαρτον, ὅτι νῦν ἐστιν ἄφθαρτον, πρώην δὲ ἔφθαρται, οὐδὲ κατὰ τὸ ἕτερον τὸ ἐπὶ τοῦ μέλλοντος, ἀλλὰ κατὰ τὸ τρίτον σημαινόμενον τοῦ νῦν ἀφθάρτου, ὃ
ταὐτόν ἐστι τῷ ἀθανάτῳ, ὥστε οὐ συμβαίνει κατὰ τοῦτο τὸ σημαινόμενον τὸ νῦν ἄφθαρτον νῦν ἀθάνατον εἶναι. ὥστε, εἰ συμφωνεῖ μὲν τὸ ἀθάνατον τῷ νῦν ἀφθάρτῳ κατὰ τὸν λόγον ἤγουν κατὰ τὸ ἀποδοθὲν τρίτον σημαινόμενον, κατὰ τοὔνομα δὲ διαφωνεῖ, ὅτι τὸ ἀθάνατον οὐ σημαίνει τὸ 118 νῦν ἄφθαρτον, οὐκ ἔστι ταὐτὸν τῷ ἀθανάτῳ τὸ νῦν ἄφθαρτον, καὶ διὰ 119 τοῦτο οὐδὲ ὁρισμὸς αὐτοῦ ἐστιν.
θεὸς ἀγαθός ἐστιν ἀεί. εἶπε δὲ χρηστέον οὗν τῷ τόπῳ καθάπερ εἴρηται, τουτέστιν ἐπὶ τῶν διαφωνούντων κατὰ τὸν χρόνον.
λέγεται τὸ προκείμενον ὁριστόν· εἰ γὰρ εἴη μᾶλλον ὑπ’ ἄλλου τινὸς δηλούμενον,
οὐκ ἄν εἴη ὁ εἰρημένος λόγος ὁρισμὸς αὐτοῦ· ὁ γὰρ λόγος ὁ μάλιστα δηλῶν τὸ προκείμενον αὐτός ἐστιν αὐτοῦ ὁρισμός. εἴη δ’ ἄν ὁ τόπος οὗτος ἐκ παραβολῆς. ὅτι δ᾿ ἐν προαιρέσει μᾶλλον ἢ δυνάμει ἡ δικαιοσύνη, καὶ ἀπὸ τῶν ὤων ἀρετῶν δείκνυται· κυριωτέρα γὰρ ἡ
προαίρεσις τῆς δυνάμως· οὐ γὰρ ὁ δυνάμενος ἀλλ’ ὁ προαιρούμενος σπουδαῖος, κἀν μὴ δύνηται. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῆς κακίας.
121
ἐπιδέχεται, τὸ δὲ ὁριστὸν οὐκ ἐπιδέχεται, οὐ καλῶς ἀποδέδοται ὁ ὁρισμός. οἷον ἡ ἡδονή ἐστι διάθεσις ψυχῆς βελτίστη· ἰδοὺ γὰρ τὸ μὲν ὁριστὸν ἐπιδέχεται τὸ μᾶλλον· ἔστι γὰρ μᾶλλον καὶ ἧττον ἡδονή· ὁ δὲ
ὁρισμός, τουτέστιν ἡ διάθεσις ψυχῆς ἡ βελτίστη, ἐπεὶ ἕξις ἐστίν, οὐκ ἐπιδέχεται τὸ μᾶλλον. ἢ τὸ ἀνάπαλιν, οἷον ὁ ἄνθρωπός ἐστι ζῷον λευκὸν
γραμματικόν· ἰδοὺ γὰρ τὸ μὲν ὁριστόν. ὁ ἄνθρωπος, οὐκ ἐπιδέχεται τὸ μᾶλλον· οὐδὲ γὰρ ἔστι μᾶλλον ἄνθρωπος· τὸ δὲ λευκὸν καὶ τὸ γραμματικὸν τὸ ἐν τῷ ὁρισμῷ ἐπιδέχεται· ἐστι γὰρ ζῷον λευκὸν γραμματικὸν καὶ μᾶλλον καὶ ἧτον. δεῖ δὲ καὶ ἀμφότερα ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ
τὸ ἧττον ἢ οὐδέτερον, εἴπερ ὁ ὁρισμὸς ὁ αὐτὸς ὀφείλει εἶναι τῷ ὁριστῷ.
οὐ καλῶς ἀποδέδοται ὁ ὁρισμός. οἷον ἔρως ἐστὶν ἐπιθυμία συνουσίας· ὅτε γὰρ ὁ ἔρως ἔχει τό μᾶλλον, ἡ ἐπιθυμία τῆς συνουσίας τὸ
ἧτον ἔχει· ὁ γὰρ μᾶλλον ἐρῶν οὐ μᾶλλον ἐπιθυμεῖ συνουσίας· ἡ γὰρ συνουσία φθαρτική ἐστι τοῦ ἔρωτος· ὅτε δὲ ἡ ἐπιθυμία τῆς συνουσίας τὸ μᾶλλον ἔχει ὁ ἔρως αὖθις τὸ ἧττον· ὁ γὰρ μᾶλλον ἐπιθυμῶν
συνουσιάσαι ἧττον ἐρᾷ· ἔδει δὲ ἀμφότερα τό τε μᾶλλον καὶ τὸ ἧττον ἅμα ἐπιδέχεσθαι καὶ μὴ ἀνὰ μέρος, εἴπερ ὁ ὁρισμὸς ὁ αὐτὸς ὀφείλει εἶναι τῷ ὁριστῷ.
πυρός, ἀποδοθείη τοῦ πυρὸς ὁρισμὸς σῶμα λεπτομερέστατον, ληπτέον μέρη τοῦ πυρὸς τὴν φλόγα καὶ τὸ φῶς, καὶ σκεπτέον καθ’ οὗ τὸ πρᾶγμα, ἤγουν τὸ πῦρ, μᾶλλον λέγεται, ὁ δὲ λόγος τοῦ πυρός, ἤγουν τὸ σῶμα λεπτομερέστατον, ἧττον. ἐν τούτοις οὗν ἡ μὲν φλὸξ μᾶλλον πῦρ λέγεται ἢ τὸ φῶς, τὸ δὲ φῶς σῶμα λεπτομερέστατον μᾶλλον ἢ ἡ φλόξ. ὥστε οὐκ ἔστιν
ὁρισμὸς τὸ σῶμα τὸ λεπτομερέστατον· ἔδει γάρ, εἰ ἦν ὁρισμὸς τοῦτο τοῦ τυρός, καὶ κατ’ ἀμφοτέρων τῶν αὐτοῦ, τῆς τε φλογὸς καὶ τοῦ φωτός, καὶ τὸ ὄνομα ὁμοίως λέγεσθαι καὶ τὸν λόγον καὶ μὴ τοῦ μὲν ἧττον τοῦ δὲ μᾶλλον.
προτεθεῖσι, τὸ δὲ ἕτερον μὴ ὁμοίως ἀμφοτέροις ἀλλὰ τῷ ἑτέρω μᾶλλον.
καυστικὸς εἶναι διὰ τὴν πυκνότητα.
γραμματικὴν λέγων ἐπιστήμην τοῦ ἀναγινώσκειν τε καὶ γράφειν πρὸς ἄμφω ἅμα αὐτὴν ἀποδέδωκε), τὸ δὲ πρὸς δύο μὲν ἀποδίδοται, οὐ μέντοι ὡς πρὸς ἄμφω ἅμ, ἀλλ’ ὡς ἐν τούτοις τοῦ πράγματος τοῦ ὁριστοῦ ὄντος, βουλόμενος δεῖξαι πῶς πρὸς δύο τὸν ἀποδεδομένον λόγον ποιεῖται ὁ ὁριζόμενος, | προσέθηκε τὸ καθ’ ἑκάτερον, ὅ ἐστι δηλωτικὸν τοῦ μὴ 127
πρὸς ἄμφω ἅμ· ὡς ποιεῖ ὁ τὸ καλὸν ὁριζόμενος τὸ δι’ ὄψεως ἢ δι’ ἀκοῆς ἡδύ. τοὺς δὴ οὕτως ὁριζομένους λέγει μὴ ἀποδιδόναι τὸν τοῦ πράγματος λόγον· ἅμα γὰρ διὰ τοῦ αὐτοῦ λόγου τὸ αὐτὸ καὶ τοῦτο καὶ οὐ τοῦτο λέγουσι καὶ καλὸν καὶ οὐ καλὸν καθ’ ἑκάτερον τῶν ἀποδοθέντων. εἰ γὰρ καλόν ἐστι τὸ δι’ ὄψεως ἡδύ, ἔστι δὲ καλὸν καὶ τὸ δι’
ἀκοῆς, ἔσται ἑκατέρῳ αὐτῶν ταὐτόν· ἀλλ’ εἰ τὸ καλὸν τοῦτο, ὅταν μὴ δι’ ὄψεως ᾖ ἡδύ, οὐκ ἔσται καλόν· τοῖς γὰρ αὐτοῖς καὶ τὰ ἀντικείμενα τὰ αὐτά· εἰ οὖν ταὐτὸν καλόν τε καὶ δι’ ὄψεως ἡδύ, ἀντίκειται δὲ τῷ μὲν καλῷ τὸ μὴ καλόν, τῷ δὲ δι’ ὄψεως ἡδεῖ τὸ μὴ ἡδὺ δι’ ὄψεως, ἔσται ταὐτὸν τὸ μὴ καλὸν τῷ μὴ δι’ ὄψεως ἡδεῖ· ἀλλὰ μὴν τὸ δι’ ἀκοῆς ἡδὺ
οὐ δι’ ὄψεως ἐστιν ἡδύ· τὸ ἄρα δι’ ἀκοῆς ἡδὺ οὐ καλόν· ἀλλ’ ὑπόκειται
τὸ δι’ ἀκοῆς ἡδὺ καλόν· τὸ αὐτὸ ἄρα ἔσται καλὸν καὶ οὐ καλὸν τοῖς οὕτως ὁριζομένοις. ὁμοίως δὲ καὶ ὁ τοῦ ὄντος ἀποδιδόμενος λόγος ὁ λέγων εἶναι τὸ ὂν τὸ οἷόν τε ποιεῖν καὶ πάσχειν· τὸ αὐτὸ γὰρ ἔσται ὄν τε καὶ μὴ ὄν. εἰ γὰρ τὸ ὂν ταὐτὸν ἑκατέρῳ αὐτῶν, εἰ τὸ ὂν ταὐτὸν τῷ οἵῳ τε
ποιεῖν, τὸ μὴ οἷόν τε ποιεῖν οὐκ ἔστιν ὄν· τὸ δὲ οἷόν τε πάσχειν μηκέτι 128 δὲ ποιεῖν ἄλλο τοῦ οἵου τε ποιεῖν· ἔσται ἄρα τὸ οἷόν τε πάσχειν οὐκ ὄν,
καὶ ἔσται τὸ οἷόν τε πάσχειν ταὐτὸν τῷ ὄντι καὶ μὴ ὄντι, τῷ μὲν ὄντι, ὅτι ἔκειτο τὸ ὂν καὶ ἐν τούτῳ, τῷ δὲ μὴ ὄντι, ὅτι τὸ ἀντικείμενον τῷ οἵῳ τε ποιεῖν, ὃ ταὐτὸν ἦν τῷ ὄντι, ταὐτὸν ἔσται τῷ μὴ ὄντι. ἀλλὰ καὶ
αὐτὸ τὸ ποιοῦν καὶ πάσχον ἔσται ὂν καὶ οὐκ ὄν· καθόσον μὲν γὰρ οἷόν τε ποιεῖν, ὂν αὐτὸ ἐρεῖ, καθόσον δὲ οἷόν τε πάσχειν, οὐκ ὄν· ἢ ἔμπαλιν· ουοεν γὰρ οιαφερει.
γένη εἰσὶ ταῦτα εἴτε διαφοραί, λαμβάνειν τοὺς ὅρους αὐτῶν καὶ σκοπεῖν εἰ διαφωνοῦσιν. οἷον φυτόν ἐστι ζῷον ἐρριζωμένον ἐν τῇ γῇ· ἐπεὶ οὖν ληφθέντος τοῦ ὁρισμοῦ τοὐ ζῴου, ὃ ὡς γένος κεῖται ἐν τῷ ὅρῳ τοῦ φυτοῦ ἔστι δ’ οὗτος τὸ οὐσία ἔμψυχος αἰσθητική), διαφωνία ἔσται τούτου πρὸς τὸ φυτόν οὐ γάρ ἐστιν αἰσθητικὸν τὸ φυτόν), οὐκ εἴη ἂν καλῶς ἀποδεδομένος
ὁ τοῦ φυτοῦ ὁρισμός, τὸ ζῷον ἐρριζωμένον ἐν γῇ. ὁμοίως καὶ ἐπὶ τῶν διαφορῶν.
αἴσθησις δὲ πρὸς αἰσθητόν, καὶ ὁμοίως διπλάσιον πρὸς ἥμισυ. τὰ δὲ καθ’ αὑτὰ μὲν οὐκ ἔστι πρός τι κατὰ δὲ τὸ γένος, ὡς γεωμετρία, γραμ- ματική· ταῦτα γὰρ κατὰ τὸ γένος, τὴν ἐπιστήμην, πρός τί ἐστι, καθ’
αὑτὰ δὲ ποιότητές, ὡς ἐν Κατηγορίαις δέδεικται. ἄν δὴ ὁριζόμενός 131 τίς τι τῶν πρός τι μὴ ἐν τῷ ὁρισμῷ ἀποδιδῷ πρὸς ὃ λέγεται ἢ αὐτὸ εἴη καθ᾿ αὑτὸ τῶν πρός τι, ἢ κατὰ τὸ γένος, εἰ κατὰ τοῦτο εἴη τῶν πρός τι, οὐκ ἂν εἴη ὁρισμός· οὐ γὰρ τὴν οὐσίαν δηλοῖ τοῦ ὁριστοῦ. οἷον εἴ τις ἀποδοίη τῆς ἐπιστήμης ὁρισμὸν λέγων ‘ἐπιστήμη
ἐστὶν ὑπόληψις ἀμετάπειστος᾿, οὐ καλῶς ἀπέδωκε τὸν ὅρον· οὔτε γὰρ ὡς
καθ’ αὑτὸ πρός τι ὡρίσατο τὴν ἐπιστήμην οὔτε κτὰ τὸ γένος, ἤγουν τὴν ὑπόληψιν, ὃ ἔλαβεν ἐν τῷ ὅρῳ· εἰ γὰρ ἀπεδίδοτο ἡ ὑπόληψις πρὸς ὑποληπτόν, εἶχεν ἂν ὁ ὅρος καλῶς. ὁμοίως καὶ εἴ τις εἴποι ‘βούλησίς ἐστιν ὄρεξις ἄλυπος᾿, οὐκ ἀπέδωκε καλῶς τὸν ὁρισμόν· οὔτε γὰρ πρὸς ὃ λέγεται
τὸ πρᾶγμα, ἤγουν ἡ βούλησις, οὔτε πρὸς ὃ λέγεται τὸ γένος, τὴν ἐν τῷ ὅρῳ ἀπόδοσιν ἐποιήσατο. εἰ δέ τις εἴποι ‘βούλησίς ἐστιν ὄρεξις βουλητοῦ
ἢ ὄρεξις ὀρεκτοῦ᾿, καλῶς ἔσται ἀποδεδωκὼς τὸν ὅρον τῆς βουλήσεως· ἡ γὰρ οὐσία τῶν πρός τι τοῦτό ἐστι τὸ πρὸς. ἕτερον λέγεσθαι, ἐπεὶ τὸ εἶναι καὶ ἡ οὐσία τῶν πρός τί ἐστιν ἐν τῷ ἕκαστον πρός τί πως ἔχειν ἢ
πρὸς ἕτερον λέγεσθαι. ἀντὶ δὲ τοῦ εἰπεῖν ‘ὄρεξις ὀρεκτοῦ᾿ εἶπεν ὄρεξις ἀγαθοῦ, ἐπεὶ καθολικώτερόν ἐστι τὸ ὀρεκτὸν τοῦ ἀγαθοῦ· πᾶν γὰρ ἀγαθὸν ὀρεκτόν, οὐ πᾶν δὲ ὀρεκτὸν ἀγαθόν· τῷ γὰρ κλέπτῃ ὀρεκτὸν μέν
ἐστι τὸ κλέπτειν, οὐκ ἀγαθὸν δέ.
γραμμάτων.
αὐτῆς τὸ εἶναι τὸ γραμμάτων εἶναι. διὸ τοῦτο μὲν οὐκ ἔδει ἐν τῷ λόγῳ εἰπεῖν· ἐπεὶ δὲ κατὰ γένος ἐστὶ πρός τι, πρὸς ὃ τὸ γένος αὐτῆς λέγεται. τοῦτο ἔδει ἀποδιδόναι. ἔδει γὰρ ἢ πρὸς ὃ αὐτὸ λέγεται ἢ πρὸς ὃ τὸ γένος·
ἡ δὲ γραμματικὴ οὔτε πρός τί ἐστι καθ’ αὑτὴν οὔτε γραμμάτων ἐστὶν ἐπιστήμη, ἀλλὰ τοῦ ἀναγινώσκειν καὶ γράφειν. τὸ δ’ ἔδει γὰρ ἢ πρὸς 134 ὃ αὐτὸ λέγεται ἢ πρὸς ὃ τὸ γένος ἐν τῷ ὁρισμῷ ἀποδίδοσθαι εἴη ἄν εἰρημένον, ὅτι τῶν πρός τι τὰ μὲν καθ’ αὑτά ἐστι πρός τι, πρὸς ἃ δεῖ ἀποδίδοσθαι· ὁ γὰρ λέγων τὴν ἐπιστήμην ὑπόληψιν ἐπιστητῶν οὐ
πρὸς ὃ ἡ ὑπόληψις λέγεται, ὃ γένος ἔλαβε τῆς ἐπιστήμης, ἐν τῷ ὅρῳ
τέθεικεν ἀλλὰ πρὸς ὃ ἡ ἐπιστήμη· καθ’ αὑτὴν γὰρ ἡ ἐπιστήμη πρός τι. ὁ δὲ τὴν γραμματικὴν λέγων ἐπιστήμην ἐπιστητῶν τοιούτων, πρὸς ὃ τὸ γένος λέγεται τοῦ ὁριζομένου, τοῦτο ἔλαβεν, ἐπειδὴ καὶ τὸ ὁριστόν, ἡ γραμματική, κατὰ τὸ γένος πρός τι.
λεγομένου πρὸς δύο, ὧν τὸ ἕτερον ἐπὶ τὸ ἕτερον τὴν ἀναφορὰν ἔχει, καὶ ἔστι τὸ μὲν ὡς τέλος τὸ δὲ ὡς πρὸς τὸ τέλος, μὴ πρὸς τὸ τέλος ἀλλὰ πρός τι τῶν πρὸς τὸ τέλος ἀποδιδόασι· δεῖ γὰρ ἀεὶ πρὸς τὸ βέλτιστον τῶν πρὸς ἃ λέγεται ἀποδιδόναι ἕκαστον γὰρ κατὰ τὸ βέλτιστον
τῶν ἐν αὐτῷ μάλιστά ἐστιν) ἢ πρὸς τὸ ἔσχατον. οἷον εἴ τις εἴποι ὅτι ἐπιθυμία ἐστὶν ὄρεξις ἡδέος, οὐ καλῶς ὡρίσατο· οὐ γὰρ τὸ ἡδὺ τέλος τῆς ἐπιθυμίας ἀλλά τι τῶν πρὸς τὸ τέλος· τέλος γὰρ τῆς ἐπιθυμίας ἡ
ἡδονή· διὰ γὰρ ταύτην καὶ τὸ ἡδὺ αἱρούμεθα. ἔδει οὖν εἰπεῖν ὅτι ἐπιθυμία ἐστὶν ὄρεξις ἡδονῆς· αὕτη γὰρ τέλος.
136
κινούμενον· ἐπειδὴ γὰρ κινεῖται καὶ οὔπω εἰς πέρας κατήντησε καὶ ἤδη λευκὸν γέγονεν, οὐ καλῶς ἀπεδόθη ὁ ὁρισμός, ἐπεὶ οὐ τὸ τέλος ἔλαβεν. ἢ πάλιν λευκόν ἐστι χρῶμα ἀπὸ μελανίας ἀφιστάμενον· καὶ οὗτος γὰρ ὁ ὁρισμὸς οὐκ ἔχει καλῶς· οὐ γὰρ ἡ ἀπὸ μελανίας ἀπόστασις τὸ πέρας ἐδήλωσεν. ὁμοίως οὖν καὶ ἐπὶ τῶν λοιπῶν, γενέσεως καὶ ἐνεργείας· τὸ γὰρ γεγενῆσθαι καὶ ἐνηργηκέναι τέλη μᾶλλόν εἰσιν ἢ τὸ γίνεσθαι καὶ
137 ἐνεργεῖν. ἐπὶ τούτοις κομίζει ἔνστασιν πρὸς τὸν τόπον καὶ δείκνυσι μὴ ἀληθῆ ὄντα ἐπὶ πάντων· φησὶ γὰρ ἐπὶ τοῦ ἥδεσθαι τοὺς πλείστους τὸ ἐνεργεῖν μᾶλλον βούλεσθαι ἢ τὸ ἐνηργηκέναι, τουτέστι τὸ πεπαῦσθαι, ὥστε ἐπὶ τούτου τὸ ἐνεργεῖν μᾶλλον εἴη ἂν τέλος, οὐ τὸ ἐνηργηκέναι.
138
παραδίδωσι τόπον, πῶς φωρᾶν τοὺς οὕτως ἁμαρτάνοντας δυνησόμεθα. ἐπεὶ γὰρ ἔνια τῶν ὄντων τοιαῦτά ἐστιν οὐ τῷ ἁπλῶς ἔν τινι εἶναι ἀλλὰ τῷ ἐν ποσότητι ἢ ποιότητι ἢ τόπῳ ἤ τινι τοιαύτῃ διαφορᾷ, ὁ τῶν μετὰ τοιαύτης
διαφορᾶς ὄντων τι χωρὶς τῆς διαφορᾶς ὁριζόμενος οὐχ ὁρίζεται. οἷον εἰ εἴποι τις ‘φιλότιμός ἐστιν ὁ τιμῆς ὀρεγόμενος᾿, μὴ προσθεὶς ποίας, οἷον παρὰ βασιλέως ἢ παρὰ μεγιστάνων, μηδὲ πόσης, οἷον μείζονος ἢ τῆς
τυχούσης, μηδὲ ποῦ, οἷον ἐν βουλευτηρίῳ ἢ ἐν ἀγορᾷ, μηδ’ ἄλλην τῶν τοιούτων διαφορῶν, οὐκ ἀποδίδωσι τὸν ὁρισμὸν ἐντελῆ. καὶ ἐπὶ τούτῳ
τίθησι καὶ ἕτερα παραδείγματα, ἅπερ ὡς σαφῆ καταλείπομεν. πῶς δέ ἐστιν ὁ τῆς νυκτὸς ὁρισμός, ὁ λέγων ὅτι νύξ ἐστι σκιὰ γῆς, ἐλλιπής; ὅτι καὶ σκιᾶς γινομένης ὑπὸ δένδρου ἢ ὄρους μεγίστου νὺξ οὐκ ἔστιν, ὅτι μὴ ἡ τυχοῦσα καὶ ὡς ἔτυχε γινομένη σκιὰ γῆς νύξ ἐστιν ἀλλ’ ἡ γινομένη
παρὰ τὴν τοῦ ἡλίου αἰτίαν, τῷ εἶναι αὐτὸν ἐν τῷ ὑπὸ γῆν, ὡς πρὸς τούτους
παρ’ οἷς ἐστιν ἡ νύξ, ἡμισφαιρίῳ. ἔδει δὴ προσκεῖσθαι τῷ ὅρῳ ‘τοῦ ἡλίου διαμετροῦντος τῇ σκιᾷ᾿. καὶ ὁ τοῦ σεισμοῦ δὲ | ὅρος ὡσαύτως· 139 ἔδει γὰρ προσκεῖσθαι τὸ ‘ἐκ πνεύματος βιαίου ἐνσχεθέντος τοῖς κοιλώμασι τῆς γῆς καὶ ζητοῦντος διέξοδον᾿· πολλάκι γάρ τινων ὀρυσσόντων γῆν καὶ τὴν δίκελλαν σφοδρότερον καθιέντων διὰ τὸ ἐντετυχηκέναι σκληροτέρᾳ γῇ
ἢ λίθου βαρέος ἀπὸ ὕψους πεσόντος κλόνος τις βραχύτατος τῶν περὶ αὐτὰ γίνεται. τῷ δὲ τῆς νεφέλης ὁρισμῷ, ὅτι πύκνωσις ἀέρος, ἔδει προσκεῖσθαι
τὸ τοιάδε, ἤγουν σφοδρά. τῷ δὲ ὁρισμῷ τοῦ πνεύματος, ὅτι κίνησις ἀέρος, τὸ ἐξ ἀναθυμιάσεως τῆς γῆς. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. διὰ τοῦτο δεῖ, φησίν, ὁρᾶν τὸν ὁρισμόν, καὶ] εἴ τι παραλέλειπται ἐν αὐτῷ, εἶτα 140 ἐπιχειρεῖν ἀπὸ τοῦ ἐνδεοῦς. οὐδὲ γὰρ ὁπωσοῦν κινηθείσης τῆς γῆς οὐδὲ μικροῦ μορίου τῆς γῆς κινηθέντος σεισμὸς ἔσται· δεῖ οὖν προσθεῖναι τὸ πόσης, ἤγουν ὅλης ἢ ἀξιολογωτάτου μέρους τινός. ὁμοίως δὲ καὶ ἐπὶ τῶν
λοιπῶν.
141
ἄλλων ἁρμόττει, ἐπεὶ τὸ φαίνεσθαι καὶ ἄλλοις τισὶ προστίθεται, οὐ
μόνον ταῖς ὀρέξεσι· τὸν γοῦν σοφιστικὸν συλλογισμὸν λέγομεν εἶναι τὸν ἐκ φαινομένων ἐνδόξων. εἰ οὖν τις εἴποι, φησίν, ὅτι βούλησίς ἐστιν ὄρεξις ἀγαθοῦ ἢ ἐπιθυμία ὄρεξις ἡδέος, μὴ προσθεὶς τὸ φαινομένου ἀγαθοῦ ἢ τὸ φαινομένου ἡδέος, οὐ καλῶς ὡρίσατο, διότι οὐ πᾶν
ὀρεκτὸν ἀγαθὸν ἢ ἡδύ ἐστιν· ἐπεὶ τῷ κλέπτῃ ὀρεκτὸν μέν ἐστι τὸ κλέπτειν, οὐκ ἀγαθὸν δέ. πολλάκις γάρ, φησί, λανθάνει τοὺς ὀρεγομένους
καὶ δοκεῖ αὐτοῖς ἀγαθὸν εἶναι ἐκεῖνο οὗ ὀρέγονται, οὐκ ἔστι δὲ ἀγαθόν· ὁμοίως οὐδὲ ἡδύ· ὥστε οὐκ ἐξ ἀνάγκης πᾶν τὸ ὀρεκτὸν ἀγαθὸν ἢ ἡδὺ ἁπλῶς λέγεται, ἀλλὰ φαινόμενον.
τὸ αὐτοαγαθὸν φαινόμενον εἶναι ἀγαθόν· οὐδὲν γὰρ ἐν τῇ ἰδέᾳ φαινόμενον.
142
ἐπὶ τὰ σύστοιχα, δηλονότι ἁρμόζοντα κτὰ τὴν λέξιν ἑκάστῳ αὐτῶν οἰκείως τὸν ἀποδοθέντα ὁρισμόν, κἄν ἐπί τινος διαφωνῇ, ἀνασκευάζειν τὸν
ὁρισμὸν ὡς μὴ ὄντα ἐκείνου οὗ ἀπεδόθη. ἐν γὰρ τοῖς τοιούτοις, φησίν, ὁρισμοῖς τρόπον τινὰ πλείω ἑνὸς συμβαίνει τὸν ὁριζόμενον ὁρίζεσθαι· καὶ γὰρ τὰ σύστοιχα καὶ τὰ ἐναντία καὶ τὰ τοῖς συστοίχοις
ἐναντία καὶ τὰ τοῖς ἐναντίοις σύστοιχα· ὥστ’, εἰ ἐφ’ ἑνὸς διαφωνεῖ, ἀνασκευά- ζοιτο ἄν ὁ ἀποδιδόμενος λόγος. διὸ σκοπεῖν φησι δεῖν ἐπὶ τούτων στοιχείοις
καὶ τόποις χρώμενον πρὸς τὴν τῶν εἰρημένων δεῖξιν τοῖς ἐκ τῶν ἐναντίων καὶ τοῖς ἐκ τῶν συστοίχων, τοῖς μὲν ἐκ τῶν ἐναντίων, ὅτι, εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ, τοῖς δὲ ἐκ τῶν συστοίχων, ὅτι, ὡς ἂν ἐφ’ ἑνὸς ἔχῃ τῶν συστοίχων, οὕτως καὶ ἐπὶ τῶν λοιπῶν.
ἀποδίδοται, καὶ τὸ εἶδος πρὸς τὸ εἶδος. οἷον ἐπεὶ γένος μὲν ἡ ὑπόληψις, εἶδος δὲ αὐτῆς ἡ τὶς ὑπόληψις, καὶ πάλιν γένος μὲν τὸ ὑποληπτόν, εἶδος δὲ τὸ τὶ ὑποληπτόν, φανερὸν ὅτι, εἰ τὸ γένος, ἡ ὑπόληψις, πρὸς εἶδος τὸ ὑποληπτὸν ἀποδίδοται, καὶ ἡ τὶς ὑπόληψις εἶδος οὖσα πρὸς εἶδος
τὸ τὶ ὑποληπτὸν ἀποδοθήσεται· εἰ δὲ μὴ ἐκεῖνο πρὸς ἐκεῖνο, οὐδὲ τοῦτο πρὸς τοῦτο. ὁμοίως, φησί, καὶ εἰ τὸ πολλαπλάσιον πρὸς τὸ πολλοστημόριον
καὶ τὸ τὶ πολλαπλάσιον πρὸς τὸ τὶ πολλοστημόριον· γένη γὰρ τὸ πολλαπλάσιον καὶ τὸ πολλοστημόριον, καὶ εἴδη τὸ τὶ πολλαπλάσιον καὶ τὸ τὶ πολλοστημόριον.
145
148
ἀξιοῖ ζητεῖν πάσας προχειριζόμενον, εἴ τις τῶν συμπλοκῶν τῶν ποιουσῶν τὴν ἐναντίωσιν ἁρμόζει τῷ ἐναντίῳ τούτου οὗ ὁ ὁρισμὸς ἀποδέδοται. ἡ δὲ συμπλοκὴ τῶν ἐναντίων ὅτι πλεοναχῶς λέγεται, ἐδείχθη ἐν
τῷ δευτέρῳ βιβλίῳ τῆς παρούσης πραγματείας· ἰτῶ γὰρ τοὺς φίλους εὖ ποιεῖν ἐναντίον καὶ τὸ τοὺς φίλους κακῶς ποιεῖν καὶ τὸ τοὺς ἐχθροὺς εὖ”. δεῖ οὖν, φησί, τὸν ἐναντίον λόγον τῷ ἀποδοθέντι ὁρισμῷ τοῦ ἐναντίου]
ἐφαρμόζειν τῷ ἐναντίῳ τοῦ ὁριστοῦ καθ’ ὁποιανοῦν συμπλοκήν.
διπλασίου μὲν λόγος τὸ ἐν ἴσῳ ὑπερέχειν, ἡμίσεος δὲ τὸ ἐν ἴσῳ ὑπερέχεσθαι· καὶ φανερὸν ὅτι καὶ οἱ λόγοι ἀντίκεινται. ὡσαύτως δέ, φησί, καὶ ἐπὶ τῶν ἐναντίων· εἰ μὲν γὰρ μηδὲν τῶν ὑστέρων ἐναντίων τῷ ἐξ ἀρχῆς ῥηθέντι ἐναντίον, οὐδ’ ὁ ἐξ ἀρχῆς ἀποδοθεὶς λόγος εἴη ἄν καλῶς ἀποδεδομένος.
οὐκέτι x003E; διὰ τοῦ κατὰ στέρησιν λεγομένου ὁρίζεσθαι.
συμβαίνει γὰρ τὸν οὕτως ὁριζόμενον αὐτῷ τῷ ὁριστῷ χρῆσθαι ἐν τῷ ὁρισμῷ. οἷον ἄνισον μὲν τὸ μὴ ἴσον ῥηθήσεται· οὐκέτι δὲ καὶ ἴσον τὸ μὴ ἄνισον. διό, φησί, προσεκτέον τὴν τῶν οὕτως ὁριζομένων ἁμαρτίαν, ἤγουν εἴ τις ὁρίσαιτο τὴν ἰσότητα μὴ ἀνισότητα εἶναι· οὐ γὰρ καλῶς ἀπέδωκε τὸν ὁρισμόν, τὸ καθ’ ἕξιν λεγόμενον, ὅ ἐστι τὴν ἰσότητα,
διὰ τοῦ κατὰ στέρησιν λεγομένου, τουτέστι τῆς μὴ ἀνισότητος, ὁρισάμενος. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἔτι φησὶ τὸν οὕτως ὁριζόμενον, ἤγουν διὰ τοῦ κατὰ στέρησιν λεγομένου τὸ καθ’ ἕξιν.] ἀναγκαῖον γὰρ τὸν οὕτως ὁριζόμενον αὐτῷ τῷ ὁριζομένῳ χρῆσθαι ἐν τῷ ὁρισμῷ. δῆλον δὲ τοῦτο, ἂν μεταληφθῇ ἀντὶ τοῦ ὀνόματος λόγος·
ἐπειδὴ γὰρ ἡ ἀνισότης στέρησις ἰσότητός ἐστιν, ἔσται ἰσότης τὸ ἐναντίον στερήσει ἰσότητος, ὥστε αὐτῷ ἂν εἴη κεχρημένος. ὅτι δὲ
τοῦτο μοχθηρόν, πρόδηλον· ἔσται γὰρ αὐτὸ δι’ ἑαυτοῦ ὁριζόμενον· ἔτι τε ὅπερ ὡς ἄγνωστον ὁρίζεται, τούτῳ ἤδη γνωρίμῳ χρῆται.
μηδέτερον αὐτῶν διὰ τοῦ ἑτέρου ὁρίζεσθαι. εἰ γὰρ τῶν οὕτω λεγομένων ἐναντίων τὸ ἕτερον διὰ τοῦ ἑτέρου ὁρίσαιτό τις, πάντως ὁμοίως καὶ
τὸ ἕτερον διὰ τοῦ ἑτέρου ἀποδώσει· τί γὰρ μᾶλλον τὸ ἀγαθὸν διὰ τοῦ κακοῦ ἢ τὸ κακὸν διὰ τοῦ ἀγαθοῦ ἀποδώσει; οὐ γάρ ἐστι διαφορὰ ὥσπερ ἐπὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων, ἀλλ’ ἔστιν ὅμοιον τὸ
ἀγαθὸν εἰπεῖν τὸ ἐναντίον κακῷ καὶ κακὸν τὸ ἐναντίον ἀγαθῷ· 152 τῶν γὰρ οὕτως λεγομένων ἐναντίων καὶ μὴ ἐχόντων τὸ ἕτερον στερητικὸν ὁ λόγος ὁμοίως ἀποδίδοται. ἀλλὰ μὴν τούτου γινομένου συμβαίνει τὸ
προειρημένον, τὸ χρῆσθαι αὐτῷ τῷ ὁριστῷ ἐν τῷ ὁρισμῷ αὐτοῦ· εἰ γάρ τις λέγοι ἀγαθὸν τὸ ἐναντίον κακῷ, ἐπεὶ ἐνυπάρχει τῷ τοῦ κακοῦ
λόγῳ τὸ ἀγαθόν (ἔστι γὰρ κακὸν τὸ ἐναντίον ἀγαθῷ), μεταληφθέντος τοῦ κακοῦ εἰς τὸν οἰκεῖον λόγον ἔσται ἀγαθὸν τὸ ἐναντίον τῷ τοὐ ἀγαθοῦ ἐναντίῳ. δῆλον οὖν ὅτι αὐτῷ κέχρηται.
ἐναντίων, τῶν τε ἁπλῶς ἐναντίων καὶ ὡς κατὰ στέρησιν ἀντικειμένων, εἰπών τε ἐν τοῖς πρὸ τούτων, ὅτι τὰ κατὰ στέρησιν λεγόμενα ὁρίζεσθαι δεῖ διὰ τούτων ὧν ἐστερῆσθαι λέγεται, ἄν τε ὧσι στερήσεις ἄν τε ἐναντία στερητικῶς λεγόμενα, νῦν φησιν, ὅτι εἰ τὸ κατὰ στέρησιν λεγόμενον ὁριζόμενός τις μὴ παραλάβοι ἐν τῷ ὁρισμῷ τοῦτο οὗ ἐστιν ἐν στερήσει τὸ 154
ὁριστόν, οὐχ ὁρίζεται ὀρθῶς. ἀλλὰ κἄν τοῦτο μὲν θῇ, μὴ προσθῇ δὲ τὸ ἐν ᾧ πέφυκε γίνεσθαι, ἢ ἁπλῶς ἢ ἐν ᾧ πρώτως, οὐδ’ οὕτως ὡρίσατο· ἡ γὰρ στέρησίς ἐστι τινός τε καὶ ἔν τινι, ἀλλὰ καὶ ποτέ ὅτε γὰρ πέφυκεν), εἰ τὴν κυρίως στέρησιν λαμβάνει. δεῖν γάρ φησι τὸν καλῶς ὁριζόμενον τὸ τί ἐστι καὶ τίνος ἐστὶν ἡ στέρησις ἀποδοῦναι καὶ
ἐν τίνι γίνεται· τοῦτο γάρ ἐστι καὶ τί ἐστι τὸ ἐστερημένον· ἐπὶ μὲν γὰρ τῆς ἀγνοίας τὸ λογικὸν μέρος τῆς ψυχῆς ἐστι τὸ. ἐστερημένον, ἐπὶ δὲ τῆς τυφλότητος ὁ ὀφθαλμός.
λέγουσιν μηδὲ λέγουσιν ἁπλῶς τὸ μὴ γινώσκειν ἀγνοεῖν μήτε γὰρ τὸν τοῖχον ἀγνοεῖν μήτε τὰ παιδία, ἀλλὰ ταῦτα μὲν μὴ γινώσκειν, ἀγνοεῖν δὲ τοὺς διάθεσίν τινα ἠπατημένην καὶ μοχθηρὰν ἔχοντας), τούτους φησὶ τὴν ἄνοιαν ἕξιν τινὰ μοχθηρὰν καὶ ἠπατημένην λέγειν ἀλλ’ οὐ γνώσεως στέρησιν. ἁμαρτάνοι ἂν οὕτως καὶ ὁ τὴν ἀθανασίαν ὁριζόμενος στέρησιν
θανάτου· οὐ γὰρ στέρησις θανάτου ἡ ἀθανασία, ἀλλ’ ἕξις καὶ διάθεσις.
157
ὁ ὁρισμός. σαφὲς δὲ ποιεῖ τοῦτο διὰ τοῦ παραδείγματος.
τοὺς ὁρισμούς· ἐὰν γὰρ ὁ ἀποδεδομένος λόγος τινὸς μὴ ἁρμόζῃ τῇ ἰδέᾳ τῇ κατ’ ἐκεῖνο, οὐκ ἄν εἴη καλῶς ἀποδεδομένος. οἷον ἐὰν λέγῃ τις τὸν
ἄνθρωπον ζῷον λογικὸν θνητόν, οὐ καλῶς ὁρίζεται διὰ τὸ μὴ δύνασθαι τοῦ αὐτοανθρώπου, τῆς ἰδέας, τοῦτον εἶναι ὅρον· οὐ γὰρ ἐμπαθὲς οὐδὲ 159 θνητὸν ἐκεῖνο. καὶ καθόλου ἐν οἷς λόγοις πρόσκειται ποιητικόν τι ἢ
παθητικόν, οὗτοι οὐχ ἁρμόζουσιν ἐπὶ τῶν ἰδεῶν· ἀκίνητοι γὰρ αἱ ἰδέαι καὶ ἀίδιοι οὐσίαι. τὸ δὲ πρὸς τούτοις δὲ καὶ οἱ τοιοῦτοι λόγοι χρήσιμοι λέγοιτ’ ἂν ἤτοι περὶ τῶν ἐφεξῆς λεγομένων τόπων ἢ περὶ τῶν
πρὸς τἀς ἰδέας εἰρημένων, καὶ εἴη ἂν ἴσως ἡ γραφὴ ἀντὶ τοῦ ‘πρὸς τούτους οἱ λόγοι χρήσιμοι᾿. τὸ δὲ λέγειν καὶ τὸν αὐτοάνθρωπον θνητὸν εἶναι, οὐ τῷ ἀποθνήσκειν ἀλλὰ τῷ λόγῳ εἶναι θνητόν, καθ’ ὃν τὰ θνητὰ
τοιαῦτά ἐστιν, οὐκ οὐσίας ἐστὶ ποιούντων τὰς ἰδέας αὐτὰς καθ’ αὑτὰς πρώτας τε καὶ ἀιδίους, ἀλλὰ τοὺς λόγους τε καὶ ὁρισμοὺς τῶν τῇδε
ποιούντων ιοεας.
εἶναι τοὺς ὁρισμοὺς τοῦτον δὲ πᾶσιν αὐτοῖς δοκεῖν ὁμοίως ἐφαρμόζειν
ἐπιζητήσειε δ’ ἄν τις πῶς οἷόν τε ἐφαρμόζειν πάσι τοῖς ὁμωνύμοις ἕνα λόγον κοινόν· οὐκέτι γὰρ μενεῖ ὁμώνυμα, εἰ καὶ ὀνόματος καὶ κοινοῦ τινος κοινωνεῖ λόγου. ἢ εἰ μὲν οὐσίαν τινὰ μίαν καὶ φύσιν πράγματος δηλῶν ὁ λόγος οὗτος ἅπασιν ἐφαρμόζοι, οὐκέτ’ ἄν ὁμώνυμα
εἴη εἰ δὲ κοινά τινα συμβεβηκότα αὐτοῖς ἔχοι συγκείμενα, οὐκέτ’ ἂν οὗτος οὔτε ὁρισμὸς εἴη οὔτε ἀναιροίη τὴν ὁμωνυμίαν αὐτῶν. εἶπε δὲ ὅτι ἐνδέχεται
μὲν οὖν καὶ κατὰ προαίρεσιν οὕτως ἀποδοῦναι, τουτέστιν ὅτι εἴτε κατὰ προαίρεσιν ὡς συνωνύμου τοῦ ὁμωνύμου ἕνα λόγον ἀποδοίη πᾶσιν ἐφαρμόζοντα, εἴτε συνορῶν τὴν ὁμωνυμίαν καὶ βουλόμενος
ἑνός τινος τῶν ὑπὸ τὸ κοινὸν ὄνομα ὁρισμὸν ἀποδοῦναι λάθοι μὴ ἴδιον 161 ἀλλὰ κοινὸν ἀποδιδοὺς ὡς πᾶσιν ὁμοίως ἐφαρμόζειν τοῖς ὑπὸ τὸ ὄνομα, ὁμοίως αμαρτανει· ὁποτέρως γὰρ ἄν ἡ γινόμενον τοῦτο, ἁμάρτημά ἐστιν.
162
ὁμώνυμα ἢ συνώνυμα. ἐρωτῶντας μέν, φησί, καὶ ἐλέγχειν βουλομένους δεῖ ὡς περὶ συνωνύμων αὐτῶν τὸν λόγον | ποιεῖσθαι καὶ δεικνύναι ὅτι ὁ 163 ἀποδιδόμενος λόγος οὐκ ἐφαρμόζει πᾶσιν αὐτοῖς ὡς οὖσι μιᾶς φύσεως καὶ ὁμοειδέσιν, εἰ δηλονότι τοιοῦτος εἴη ὁ ἀποδιδόμενος λόγος· ἀποκρινομένους δὲ διαιρεῖσθαι χρὴ καὶ δεικνύναι τὴν τῶν σημαινομένων κοινωνίαν οὖσαν
μόνον κατὰ τοὔνομα. διὸ οὐδ’ ὁ ἀποδοθεὶς λόγος πάντων κοινὸς ἀπεδόθη. οἷον εἴ τις ὁρισμὸν κινήσεως εἴη ἀποδεδωκὼς ὅτι μεταβολή ἐστι
κατὰ τόπον, ἐπεὶ κίνησίς ἐστι καὶ ἡ ἀλλοίωσις, δεικνύναι χρὴ ὅτι μὴ ἐφαρμόζει ταύτῃ ὁ ἀποδεδομένος λόγος τῆς κινήσεως x003E; οὔσης συνωνύμου· αὐτὸν δὲ ἀποκρινόμενον χρὴ δεικνύναι ὅτι καὶ ἡ κίνησις ὁμώνυμος καὶ
αὐτὸς ὡρίσατο τὴν κατὰ τόπον κίνησιν, ἥτις ἐστὶ πρώτη τε καὶ κυριωτάτη
κίνησις. χρὴ δὲ τοῖς τοιούτοις πρὸς τοὺς ἐριστικωτέρους χρῆσθαι· σοφιστικὸς γὰρ ὁ τόπος ὁ πρὸς τοὔνομα καὶ οὐ διαλεκτικός.
τὸ συνώνυμον ὁμώνυμον λέγουσιν, ὅταν μὴ ἐφαρμόττῃ ὁ ἀποδοθεὶς ὅρος πᾶσιν οἷον ὅταν εἴπῃ τις ὅτι ζῷόν ἐστιν οὐσία ἔμψυχος ἄλογος, ἐπεὶ ὁ λόγος οὗτος, ὃν ἀπέδωκεν, οὐ προσαρμόζει πᾶσιν, ἀναγκαζόμενος φήσει
ὅτι οὐ καινὸν εἰ οὐ προσαρμόζει πᾶσι· τὸ γὰρ ζῷον ὁμώνυμον, ἐπὶ δὲ τῶν ὁμωνύμων οὐ δύναται εἷς κοινὸς ὅρος ἀποδίδοσθαι), ἢ πάλιν τὸ
ὁμώνυμον συνώνυμον οἷον εἰ ἀποδοίη ἕνα κοινὸν ὁρισμὸν ἐπ’ ἄμφω, ἤγουν ἐπὶ πάντων τῶν ὑπὸ τοῦ ὀνόματος δηλουμένων, οἷον ὅτι κίνησίς ἐστιν ἐντελέχεια τοῦ κινητοῦ ὅτε κινητόν, φήσει ὁ τοιοῦτος, ὅτι ἐπειδὴ ὁ ἀποδοθεὶς οὗτος ὁρισμὸς πάσῃ κινήσει ἐφαρμόζει, ἡ κίνησις λοιπὸν συνώ-
165 νυμός ἐστιν· ἐπὶ γὰρ τῶν συνωνύμων εἷς κοινὸς ὅρος), ἐπεὶ οὖν, ὡς εἴπομεν, τινὲς τῶν ἀποκρινομένων δι’ ἀμαθίαν λέγουσι τὰ ὁμώνυμα συνώνυμα καὶ τὰ συνώνυμα ὁμώνυμα, καὶ διὰ τοῦτο ἐλέγχονται ὑπὸ τοῦ ἐρωτῶντος ὡς μὴ καλῶς ἀποδιδόντες τὸν ὅρον, προδιομολογητέον ὑπὲρ
τῶν τοιούτων, τουτέστι δεῖ τὸν ἐρωτῶντα καταναγκάσαι τὸν ἀποκρινόμενον ὁμολογῆσαι πότερον τὸ ὁριστὸν ὁμώνυμόν ἐστιν ἢ συνώνυμον.
166
ἐκ τῆς τοιαύτης ὁμολογίας ἔλεγχον. εἰ γάρ τις εἴη ὁρισάμενος τὸ ἀγαθὸν φέρε εἰπεῖν οὕτως ‘τὸ ποιοῦν ἀγαθούς᾿, δέον πρῶιον ὁμολογίαν ποιῆσαι τὸν ἐρωτῶντα, πότερον τὸ ἀγαθὸν ὁμώνυμον ἢ συνώνυμον· καὶ εἰ μὲν λέγει ὅτι συνώνυμον, δεικνύναι ὅτι μὴ πᾶσι τοῖς ἀγαθοῖς ὁ ἀποδεδομένος
ἐφαρμόζει λόγος· εἰ δὲ ὁμώνυμον λέγει, εὐθυντέον ὡς πεπειραμένον
τοῦ ὁμωνύμως λεγομένου πράγματος ἕνα ὁρισμὸν ἀποδιδόναι.
ὑπὸ τοὔνομα φῇ αὐτὸ μὴ συνώνυμον ἀλλ’ ὁμώνυμον εἶναι, δεῖ, φησί, χρῆσθαι τοιούτῳ τρόπῳ πρὸς ἔλεγχον τοῦ λεγομένου· ἐπισκοπεῖν
εἰ ὁ λόγος καὶ ὁ ὅρος τούτου, ᾧ οὐκ ἐφαρμόζει ὁ ἀποδιδόμενος 168 λόγος δῆλον γὰρ ὅτι ἔστι τις λόγος αὐτοῦ), ἐφαρμόζει καὶ τούτοις ὧν ἔλεγε τὸν ἀποδοθέντα λόγον ὁρισμόν. τούτου γὰρ δειχθέντος ἔσται συνώνυμον δεδειγμένον τοῦτό τε κἀκεῖνα, ἃ ἐλέγετο ὁμώνυμα εἶναι τούτου οὗ ὁρισμὸν ἀποδέδωκεν, εἴ γέ ἐστιν αὐτῶν εἷς λόγος· ὧν γὰρ εἷς λόγος,
ταῦτα συνώνυμα. εἰ γὰρ μὴ εἴη συνώνυμα, συμβήσεται ὁμολογουμένως αὐτῶν πλείους εἶναι ὁρισμούς, τὸν αὐτόν τε ὃν αὐτὸς ἀποδέδωκε καὶ τὸν ὕστερον ἀποδεδομένον, ὃς κοινὸς εὕρηται ὢν αὐτοῖς πρὸς ἐκεῖνο τὸ δοκοῦν ἀυτῶν ομωνυμον εἶναι.
δεῖ χρῆσθαι ὡς οἱ πολλοὶ λέγουσι καὶ μὴ καινοτομεῖν, τοῖς δὲ πράγμασιν ἐφαρμόζειν τὰ ὀνόματα οὐχ ὡς οἱ πολλοὶ ἀλλ’ ὡς οἱ σοφοί· οὐ γὰρ χρὴ ὁμοίως τοῖς πολλοῖς οὔτε τὸν εὐτυχῆ εὐδαίμονα καλεῖν οὔτε οἰκονομικὸν
τὸν ἀνελεύθερον οὔτε τὸν δεινὸν φρόνιμον οὔτε τὸν τολμηρὸν ἀνδρεῖον, ὡς εἰώθασιν οἱ πολλοί· διαφέρει δὲ ταῦτα τῶν] οἷς κεῖται, ὅτι ἐκεῖνα μὲν
οἱ σπουδαῖοι οὕτω καλοῦσι, ταῦτα δὲ οἱ ἰδιῶται ὀνομάζουσιν.
μέρος τοῦ ἀποδεδομένου λόγου τοῦ καταλειπομένου ἐν τῷ ὁριστῷ τῷ συνθέτῳ ὁρισμός ἐστιν· εἰ γὰρ μή , οὐδ’ ὅλος ὁ λόγος εἴη ἂν ὁρισμὸς ὅλου τοῦ συνθέτου ὁριστοῦ.
οὖν καὶ ὁ λοιπός, ἔστι δὲ τὸ δεκτικὸν χρώματος διακριτικοῦ ὄψεως, ὅρος
ἐστὶ τοῦ λοιποῦ, ὃ συμπέπλεκται τῷ ἀνθρώπῳ, ἤγουν τοῦ λευκοῦ, δῆλον ὅτι καὶ ὁ ὁρισμὸς τοῦ ὅλου ἔσται ὁρισμός. εἰ δὲ τὸ ἀπολειφθὲν οὐκ ἔστι τοῦ ἀπολειφθέντος ὁρισμός, οὐδὲ ὁ ὅλος τοὐ ὅλου. οἷον γραμμὴ πεπερασμένη εὐθεῖά ἐστι πέρας ἐπιπέδου ἔχοντος πέρατα, οὗ τὸ μέσον ἐπιπροσθεῖ τοῖς ἄκροις· δίελε τὸ συμπεπλεγμένον καὶ εἰπέ·
εἰ τῆς πεπερασμένης γραμμῆς ὁρισμός ἐστι τὸ πέρας ἐπιπέδου ἔχοντος πέρατα καὶ ἔστι τῆς μὲν γραμμῆς τὸ πέρας ἐπιπέδου· πέρας γὰρ ἐπιφανείας ἡ γραμμή· τῆς δὲ πεπερασμένης τὸ ἔχοντος πέρατα), δεῖ καὶ τῆς εὐθείας ὅρον εἶναι τὸ λοιπόν, ἤγουν τὸ οὗ τὸ μέσον ἐπιπροσθεῖ τοῖς ἄκροις· ἀλλ᾿ ἔστιν ἡ ἄπειρος γραμμὴ οὔτε
μέσον ἔχουσα οὔτε πέρατα, ἔστι δὲ εὐθεῖα, τουτέστιν ἔστι δὲ ἐπινοῆσαι
εὐθεῖαν γραμμὴν ἀχθεῖσαν μήτε μέσον ἔχουσαν μήτε πέρατα, ᾗ οὐ προσαρμόζει τὸ ἀπολειφθέν. ἤτοι τὸ οὗ τὸ μέσον τοῖς ἄκροις ἐπιπροσθεῖ, ἐπεὶ οὔτε μέσα ἔχει οὔτε πέρατα· ὥστε οὐκ ἔστιν ὁ λοιπὸς ὅρος τοῦ λοιποῦ, ἠγοῦντό οὗ τὸ μέσον τοῖς ἄκροις ἐπιπροσθεῖ τῆς εὐθείας,
ἀλλ’ οὐδὲ τὸ ὅλον τοῦ ὅλου.]
ἐὰν συνθέτου τινὸς λόγος ἀποδοθῇ τοσαῦτα μέρη ἔχων, ὅσα καὶ τὸ σύνθετον ἔχει οὗ ὅρος ἀποδέδοται, οὐκ ἔστιν οὗτος ὁ λόγος ὁρισμὸς ἐκείνου.
ἐν γὰρ τοῖς οὕτως ἀποδεδομένοις λόγοις ἀναγκαῖον ὀνομάτων εἰς ὀνόματα 174 τῷ λόγῳ · ἡ δὲ τοῦ ὀνόματος εἰς ὄνομα μετάληψις οὐχ ὁρισμός· κεῖται γὰρ ὁ ὁρισμὸς λόγος εἶναι. ὥσπερ οὖν ὁ τὸ ἁπλοῦν εἰς ὄνομα μεταλαβὼν οὐχ
ὥρισται, οὕτως οὐδ’ ὁ x003E; ἐκ πλειόνων ὀνομάτων ἀποδιδοὺς λόγον τοιοῦτον
ὡς ἕκαστον τῶν ἐν αὐτῷ ὀνομάτων εἰς ὄνομα μεταλαβεῖν ὥρισται.
τὸν λέγοντα συλλογισμὸν “ἐξ ἀληθῶν καὶ πρώτων καὶ ἀμέσων καὶ αἰτίων τοῦ συμπεράσματος”, καίτοι τὸν συλλογισμὸν οὐχ ὁρισάμενοι. γίνεται δὲ τοῦτο ἐν οἷς ἐστι τὸ γένος τινὸς λεγόμενον γνώριμον· καὶ γὰρ ὁ προειρημένος λόγος ὁρισμός, ὅτι γένος ὁ συλλογισμὸς καὶ ὡς γένος εἴληπται ἐν τῷ λόγῳ.
ἑκάτερον γὰρ ἐκ δύο ὀνομάτων σύγκειται, καὶ ἀμφότερα τὰ ὀνόματα τὰ ἐν τῷ ὁριστῷ εἰς ἴσα ὀνόματα μετείληπται ἐν τῷ ὁρισμῷ. ἡ τινῶν, ὡς ὅταν γένηται μεταλλαγὴ τοῦ ἑνός· οἷον ἄνθρωπος λευκός ἐστι μέροψ
λευκός. δῆλον οὖν ὅτι ἐναλλαγῆς γενομένης ἐν τῷ ὅρῳ, ἐπεὶ οὐ πλείω ὀνόματα εἴρηται | τῶν ἐν τῷ ὁριστῷ, οὐκ ἔστιν ὁρισμὸς ὁ ἀποδοθείς· 175 δεῖ γὰρ τὸν ὁρισμὸν πλείονα τοῦ ὁριστοῦ ὀνόματα ἔχειν δηλοῦντα δὲ ἕν, ὡς ἔχει ἐπὶ τοῦ ἀνθρώπου· οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ κἂ. ἐπιστήμης δεκτικόν.
πλείστων καὶ ἀσαφεστέρων· οἷον συλλογισμὸς ἀποδεικτικός ἐστι συλλογισμὸς “ἐν ᾧ τεθέντων τινῶν’’ καὶ τὰ ἑξῆς· ἐνταῦθα τὸ μὲν ‘συλλογισμός᾿ οὐ μετείληπται
εἰς λόγον διὰ τὸ σαφές, τὸ δὲ ‘ἀποδεικτικός᾿ μετείληπται εἰς λόγον.]
λωπίου.
βροτὸν ἀργὸν ἀποδούς· πρὸς γὰρ ·τῷ μὴ ὡρίσθαι καὶ ἀσυνετώτερον τὸ λεγόμενον πεποίηκε.
ταὐτόν ἐστι τὸ σημαινόμενον· εἰ γὰρ μὴ ταὐτόν ἐστι, δῆλον ὡς καὶ κατὰ
τοῦτο μοχθηρὰ ἡ ἀπόδοσις, οὐ μόνον καθὸ οὐχ ὁριστική. οἷον ἐπιστήμη θεωρητική ἐστιν ὑπόληψις θεωρητική· ἐνταῦθα ἡ ὑπόληψις οὐ ταὐτὸν σημαίνει τῇ ἐπιστήμῃ· ἡ μὲν γὰρ τῶν ἀεὶ ὡσαύτως ἐχόντων καὶ ἀιδίων καὶ ἀπταίστων, ἡ δὲ ὑπόληψις τῶν πεπλανημένων καὶ μὴ ἀεὶ ὡσαύτως ἐχόντων. δεῖ δὲ ταὐτὸν σημαίνειν, εἴπερ μέλλει καὶ τὸ ὅλον, ἤγουν
ὁ ὁρισμός, ταὐτὸν εἶναι τῷ ὁριστῷ.
ποιεῖσθαι τὴν μετάληψιν, εἴτε ἡ διαφορὰ εἴη εἴτε τὸ γένος.
ἐπιστήμης δηλονότι, φησίν· ἀλλ’ οὐκ ἔστιν ἀνάγκη τὴν διαφορὰν ἀεὶ τοῦ γένους ἀγνωστοτέραν εἶναι· διόπερ ἔν τισιν, εἰ συμβαίη τὴν διαφορὰν γνωριμωτέραν εἶναι τοῦ γένους, τὴν τοῦ γένους x003E; εἰς ὄνομα
ποιήσασθαι μετάληψιν.
γένους οὐδὲν μᾶλλον τοῦτο ἢ ἄλλο τι τῶν ὁμογενῶν αὐτῷ· τοῦ γὰρ γνωρίσαι χάριν ὁ ὁρισμὸς ἀποδίδοται. οἷον εἰ εἴη προκείμενον συλλογισμὸν ἀποδεικτικὸν ὁρίσασθαι, οὐ τὸν συλλογισμὸν ἀλλὰ τὸ ἀποδεικτικὸν συλλογισμὸν] ὁριστέον· τοῦτο γὰρ ζητοῦμεν ὡς ἴδιον καὶ τῶν ὑπὸ τὸν συλλογισμὸν μᾶλλον διαφέρον. τὸ δὲ ἧττον γὰρ ἡ διαφορὰ
τοῦ γένους γνώριμον δοκεῖ μὴ ὁμόλογον εἶναι τῷ μικρῷ πρόσθεν
εἰρημένῳ· ἔλεγε γὰρ δυνατὸν εἶναι τὴν μὲν διαφορὰν γνωρίμως ὠνομάσθαι, τὸ δὲ γένος μή· διὸ καὶ ἔφη δεῖν τὸ ἀσαφέστερον μεταλαμβάνειν. ἢ εἰ καὶ τὸ ὄνομά ποτε τὸ τῆς διαφορᾶς γνωριμώτερον εἴη τοῦ γένους, ἀλλ’ αὐτὸ τὸ πρᾶγμα τὸ ὑπὸ τῆς διαφορᾶς δηλούμενον ἧττον γνώριμον τοῦ ὑπὸ τοῦ γένους
δηλουμένου· τὸν μὲν γὰρ τὴν διαφορὰν γνωρίζοντα δεῖ καὶ τὸ γένος γνωρίζειν, οὐ μὴν ἐν τῇ τοῦ γένους γνώσει καὶ ἡ τῆς διαφορᾶς γνῶσις περιέχεται.
καὶ ἄλλῳ τινὶ ἐφαρμόζων, οὐκ ἔσται ὁρισμὸς τῆς μετειλημμένης διαφορᾶς· δεῖ γὰρ τὸν ὅρον ἴδιον εἶναι τούτου οὗ ἐστι καὶ πρὸς μηδὲν ἄλλο κοινόν. οὐ μόνον δὲ ἁμαρτάνει ὁ ἀποδιδοὺς τοῦ ὡς διαφορᾶς κειμένου
λόγον τὸν καὶ ἄλλοις ἐφαρμόζοντα, ἀλλὰ κἄν μὴ παντὶ ἐφαρμόζῃ τῷ οὗ ἀποδέδοται, καὶ οὕτως ἡμάρτηται. ὁ γὰρ γραμμῆς εὐθείας λέγων ὅρον
γραμμήν, ἧς “τὸ μέσον ἐπιπροσθεῖ τοῖς πέρασιν”, ἁμαρτάνει, ὅτι οὐκ ἐφαρμόζει ὁ λόγος οὗτος καὶ τῇ ἀπείρῳ γραμμῇ εὐθείᾳ· οὔτε γὰρ μέσον 180 αὕ|τη οὔτε πέρας ἔχει.
ἐπιτιμητέον ὡς χωρὶς διορισμοῦ εἰρηκότι τὸ διορισμοῦ δεόμενον· δεῖ γὰρ ἐπὶ τῆς τῶν πολλαχῶς λεγομένων ἀποδόσεως διορίζεσθαι, κατὰ τί τῶν σημαινομένων τὴν ἀπόδοσιν ποιεῖταί τις. ἢ οὖν συλλογιστέον καὶ δεικτέον ὅτι οὐχ ὡρίσατο ὁ οὕτως ἀποδιδοὺς τῷ καὶ ἄλλοις ἐφαρμόζειν τὸν ἀποδοθέντα
λόγον, ἢ ἐπιτιμητέον ὅτι μὴ καλῶς ἔλαβεν ἀδιορίστως· οὐ γὰρ
περιττόν ἐστι τὸ ἔχον μέσον ἁπλῶς, ἀλλὰ τὸ μονάδα μέσην ἔχον, ὡς ὁ πέντε· μεταξὺ γὰρ τῶν δύο καὶ δύο ἐστὶ μονάς.
μὴ τῶν ὄντων. εἰ γὰρ τοῦτο, δῆλον ὡς οὐκ ἄν εἴη ὁρισμὸς τοῦ προκειμένου ὁ ἀποδεδομένος λόγος· οὐ γ·ὰρ οἷόν τέ τινος τῶν ὄντων τὸ τί ἦν εἶναι, οὗ ἐστιν ὁ ὅρος δηλωτικός, μὴ ὂν εἶναι.
184
185 ἐπεὶ γὰρ πᾶν πρός τι τὸ εἶναι ἔχει ἐν τῇ πρὸς ἄλλο σχέσει καὶ ἔστι τοῦτο, πρὸς ὃ ἕκαστον· τῶν πρός τι τὸ εἶναι ἔχει, ὡρισμένον, ὥσπερ καὶ αὐτὸ τὸ πρὸς ἐκεῖνο τὸ εἶναι ἔχον, εἰ ἀποδιδούς τις ὅρον τῶν πρός τι πρὸς ἄλλο ἀποδοίη, ὃ κοινὸν ὂν περιέχει καὶ τὸ πρὸς ὃ ὡρισμένως λέγεται τοῦτο, οὗ
τὸν ὁρισμὸν ἀποδίδωσιν, ἢ ἄλλο ἐστὶν αὐτοῦ, παντάπασιν ἁμαρτάνει. καὶ
ψεύδεται ἢ ἐπί τι ἢ ἀπλῶς· ἐπί τι μέν, ἄν ᾖ τὸ πρὸς ὃ ἀποδέδωκεν αὐτὸ κοινόν τε καὶ ἐν αὑτῷ περιέχον πρὸς ὃ ἰδίως τοῦτο λέγεται· ἁπλῶς δέ, ἂν παντάπασιν ἄλλο. ὁ μὲν γὰρ ἰατρικὴν ὁρισάμενος ἐπιστήμην ὄντος ἐπί τι ἁμαρτάνει τῷ ὑπὸ τὸ ὂν εἶναι καὶ ταῦτα ὧν ἐστιν ἡ
ἰατρικὴ ἐπιστήμη· οὐ γὰρ πάντα τὰ ὄντα ἀλλὰ τινὰ ἐπίσταται ἡ ἰατρική· τὸ γὰρ ὂν ἀληθὲς καὶ κατὰ τῶν ὑγιεινῶν καὶ νοσωδῶν, ὧν ἐστιν ἡ ἰατρικὴ
ἐπιστήμη. ἢ δύναται τὸ κοινὸν καὶ μὴ ὁμώνυμον εἶναι ὡς τὸ ὄν, ἀλλὰ συνώνυμον τοῦ πρὸς ὃ τὸ προκείμενον λέγεται· οἷον ἐὰν γεωμετρίαν τις ὁριζόμενος εἴπῃ ἐπιστήμην ἐπιστητοῦ ἢ ὑποληπτοῦ· ἐπιστητὰ γὰρ καὶ
ὑποληπτὰ καὶ τὰ ὧν ἐστιν ἡ γεωμετρία ἐπιστήμη. ἁπλῶς δὲ ἁμαρτάνει ὁ τὴν ἰατρικὴν λέγων ἐπιστήμην ἀρτίου καὶ περιττοῦ· παντάπασι γὰρ ταῦτα ἕτερα τῶν ἰατρικῶν. παραδείγματος δὲ χάριν, ὑπὲρ τοῦ δεῖξαι τίς
μέν ἐστιν ὁ ἐπί τι ψευδόμενος, τίς δὲ ὁ ἁπλῶς ἐπὶ τῆς ἰατρικῆς, εἶπε τὸ εἰ μὲν γὰρ μηδενὸς τῶν ὄντων ἡ ἰατρικὴ ἐπιστήμη, ἴσον λέγων
τῷ ἱεῖ μὲν γὰρ μὴ εἴη ὑπὸ τὸ ἀποδεδομένον ταῦτα ὧν ἐστιν ἐπιστήμη ἡ ἰατρική, ἁπλῶς ἔψευσται, εἰ δὲ εἴη, ἐπί τι, ἐπεὶ πᾶσα ἐπιστήμη ὄντος ἐστίν᾿.
Δεῖ γὰρ παντὸς ὄντος τὴν ἰατρικὴν ἐπιστήμην εἶναι, εἰ εἴη ὀρθῶς
ἀποδεδομένος ὁ ὅρος καὶ μὴ κατὰ συμβεβηκός· κατὰ συμβεβηκὸς γὰρ ὄντος, ἐπεὶ συμβέβηκε τοῖς ὑγιεινοῖς οὖσιν εἶναι, οὐχ ἁπλῶς οὐδὲ καθ’ 187 αὑτό. δεῖ δὲ ἕκαστον τῶν πρός τι πρὸς ὃ λέγεται καθ’ αὑτὸ ἀποδιδόναι· πάντα γὰρ τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται· ὡς γὰρ ἡ ἐπιστήμη πρὸς ἐπιστητόν, οὕτω κα τὸ ἐπιστητὸν πρὸς ἐπιστήμην· τὰ δὲ μὴ καθ’ αὑτὰ ἀποδεδομένα ἀλλὰ πρὸς κοινότερον καὶ κατὰ συμβεβηκὸς οὐκ
ἀντιστρέφει.
νοσώδους καὶ ὑγιεινοῦ, τὴν ἰατρικὴν ἐπιστήμην εἶναι, εἴπερ καθ’ αὑτὸ ἀπεδόθη πρὸς τὸ ὂν καὶ μὴ κατὰ συμβεβηκός, καὶ μὴ κατὰ τινὸς
μὲν ἀληθεύειν κατὰ τινὸς δὲ οὔ. οὐκ ὀφείλει οὖν καθολικώτερον εἷναι τοῦ πρὸς ὃ λέγεται· ὡς γὰρ ·ἡ ἐπιστήμη πρὸς τὸ ἐπιστητὸν λέγεται καὶ τὸ ἀνάπαλιν, ἔδει καὶ τὴν ἰατρικὴν ὡρισμένως πρός τι λέγεσθαι· εἰ γὰρ μὴ
εἴη καθολικώτερον ἀλλ’ ἐξισάζον, εἴη ἂν καὶ ἀντιστρέφον· νῦν δὲ οὐ δυνατὸν ἀντιστρέψαι καὶ | εἰπεῖν ‘πᾶν ὂν ἐπιστητὸν τῇ ἰατρικῇ ἐστι’· τὶ 188 γὰρ ὂν ἐπιστητὸν αὐτῇ ἐστιν, οἷον ὑγιεινὸν καὶ νοσῶδες. διὰ τοῦτο γὰρ εἴρηκεν ὅτι εἴπερ καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκὸς ἀπέδωκε τὴν ἐπιστήμην πρὸς τὸ ὄν· ·τὰ γὰρ καθ’ αὑτὸ λεγόμενα πρός τι καὶ ἀντιστρέφουσι
πρὸς ἄλληλα, τὰ δὲ μὴ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός, τουτέστι πρός τι κοινότερον ἀποδιδόμενα οὐκ ἀντιστρέφει.]
Ότι δὲ οὐ δεῖ κατὰ συμβεβηκὸς τὴν ἀπόδοσιν τῶν πρός τι ποιεῖσθαι δεικνὺς προσέθηκε πρῶτον μέν, ὅτι εἰ οὕτως ἀποδοίη τις, συμβήσεται ἕκαστον τῶν πρός τι μὴ πρὸς ἓν λέγεσθαι ἀλλὰ πρὸς πλείονα κατὰ
τοῦτον τὸν λόγον. ὥσπερ γὰρ τῷ ὕπνῳ συμβέβηκεν ὄντι εἶναι, οὕτως οὐδὲν κωλύει αὐτῷ συμβεβηκέναι καὶ τὸ ἀγαθὸν καὶ τὸ μέγα καὶ τὸ λευκὸν καὶ ἄλλα μυρία· καὶ ὁ πρὸς ἕκαστον δὴ τούτων ἀποδιδοὺς τὴν ἐπιστήμην ἢ
τὴν ἰατρικὴν ἔσται καλῶς ἀποδεδωκώς, εἴ γε δεῖ κατὰ συμβεβηκὸς ποιεῖσθαι τὴν ἀπόδοσιν τῶν πρός τι. τοῦτο οὖν ἄτοπον, καὶ ἔτι τὸ μὴ
γίνεσθαι ἐν τῇ τοιαύτῃ ἀποδόσει τὸν ἀποδιδόμενον ὅρον ἴδιον τοῦ οὗ ἀποδίδοται· καίτοι δεῖ ἴδιον τοῦτο τὸν ὁρισμὸν ἔχειν· ἴδιόν τε γὰρ δεῖ αὐτὸν εἶναι καὶ δηλοῦν τὸ τί ἦν εἶναι οὗ ἐστιν. οὐ γὰρ μόνον κατὰ
τῆς ἰατρικῆς ἀληθὲς τὸ ἐπιστήμην αὐτὴν εἶναι ὄντος, ἀλλὰ καὶ x003E; 189 πάσης ἄλλης ἐπιστήμης ἐστὶ κυρίως λέγόμενον, εἴ γε πᾶσα ἐπιστήμη ὄντος τινός ἐστιν· εἰ δὲ πάσῃ ἁρμόζει, οὐδεμιᾶς ἄν εἴη ἴδιον.
191
οὐ γὰρ ἐπὶ πάντων τῶν πραγμάτων ἡ οὐσία ἐν τῷ εὖ κεῖται. ἐφ’ ὧν οὖν μὴ σύμφυτον τὸ εὖ ἀλλ’ ἔξωθεν παραγίνεται ὡς καὶ πρὸ τοῦ εὗ δύνασθαι τὸ πρᾶγμα εἶναι, ἐπὶ τούτων οὐκ ὀρθῶς τὸ εὖ εἰς τὸν ὁρισμὸν παραλαμβάνουσι·
μέρος γὰρ αὐτοῦ ἀλλ’ οὐ τὸ ὅλον ὁρίζονται. οὐ γὰρ μόνος ἄνθρωπος ὁ σπουδαῖος, οὐδ’ οἰκία μόνη ἡ σπουδαία, ἀλλ’ οὐδὲ πόλις μόνη
ἡ εὐνομουμένη· ἀλλ’ οὐδὲ ἡ πρᾶξις οὐδὲ ἡ διάθεσις ἢ ὑπόληψις μετὰ τοῦ εἶναι τὸ εὗ ἔχουσι. διὸ ἐπὶ πάντων τούτων ἕτερος ὁ τοῦ πράγματος ὅρος καὶ ἄλλος ὁ τοῦ εὖ ἔχοντος. ῥήτωρ γὰρ οὐχὶ ὁ τὸ ἐν ἑκάστῳ πιθανὸν θεωρῶν καὶ μηδὲν παραλείπων, ἀλλὰ κἂν παραλείπῃ τινὰ τῶν
ἐνδεχομένων πρὸς τὸ προκείμενον πιθανῶν, βούληται δὲ πᾶν τὸ πιθανὸν
εὑρίσκειν τε καὶ παρέχεσθαι· εἰσὶ γάρ τινες καὶ ἐν ταῖς ἐπιστήμαις καὶ ταῖς τέχναις ἀτελέστεροι. ἀλλὰ καὶ τῶν ἀρετῶν καὶ τῶν κακιῶν ὁ μὲν ἐφ’ ἑκάστου προστιθεὶς τῇ βουλήσει τὴν ἐνέργειαν τὸν τέλειον ὁρίζεται, ὁ δὲ τῇ προαιρέσει ἀρκούμενος τὸν τὴν ἕξιν ἔχοντα· ἄδικος γὰρ οὐχ ὁ προαιρούμενός τε καὶ πράττων τὰ ἄδικα, ἀλλ’ ὁ τέλειος ἐν ἀδικίᾳ· ἄδικος
δὲ καὶ ὁ μόνον προαιρούμενος.
ὁρίζεται· οὐ γὰρ τὴν οὐσίαν τοῦ πράγματος δηλοῖ διὰ τοῦ λόγου. εἰ δὲ καὶ ἔστι τινὰ δι’ αὑτὰ αἱρετὰ καὶ δι’ ἄλλα, οὐδὲν ἧττον, φησίν, ἁμαρτάνει
ὁ τὰ τοιαῦτα ἀπὸ τοῦ χείρονος ὁριζόμενος· ἕκαστον γὰρ κατὰ τὸ βέλτιον τῶν ἐν αὐτῷ· ὁ δὲ ὁρισμὸς τοῦ τί ἦν εἶναι ἑκάστου ἐστὶ δηλωτικός. οὐ χρὴ δὲ ὑπολαμβάνειν μαχόμενα λέγειν αὐτόν, πρὸ ὀλίγου μὲν εἰπόντα μὴ
δεῖν τὸν ὁριζόμενον ἀπὸ τοῦ εὖ ἔχοντος τῶν ἐν αὐτῷ ὁρίσασθαι, νῦν δὲ λέγοντα ἑκάστου τὴν οὐσίαν κατὰ τὸ βέλτιστον εἶναι τῶν ἐν αὐτῷ. ἐν οἷς μὲν γὰρ πᾶσιν ἄμφω ἐστί, καὶ τὸ βέλτιστον καὶ τὸ ἧττον τοιοῦτον, ὥσπερ ἐν τοῖς προειρημένοις † καθ’ αὑτά, ὧν χάριν ἐστὶ καὶ τοῖς
ἄλλοις, τούτων τὸ εἶναι ἐν τῷ βελτίονι τῶν ἐν αὐτοῖς· ὧν δὲ τὸ βέλτιον
μή ἐστιν ἐν τῇ φύσει, ἀλλ’ ἔξωθεν αὐτῶν τοῦτο προσγίνεται ἔκ τινος ἐπιμελείας, τούτων οὐκέτι τὸ εἶναι ἐν τῷ βελτίονι, ὅτι τὴν ἀρχὴν μηδὲ πᾶσίν ἐστιν. ἔτι καὶ ἡ ἐπιχείρησις κατὰ τὸ ἔνδοξον γί|νεται.
ὡρίσατο ὅτι οἰκία ἐστὶ τάδε , ἤγουν λίθοι καὶ ξύλα, ἢ ἐκ τούτων, ἤγουν ὅτι δικαιοσύνη ἐστὶν ἐξ ἀνδρίας καὶ σωφροσύνης ἢ οἰκία ἐκ λίθων καὶ ξύλων, ἢ τόδε μετὰ τοῦδε, ὅτι δικαιοσύνη ἐστὶν σωφροσύνη μετὰ ἀνδρίας ἡ οἰκία σκέπη μετὰ λίθων καὶ ξύλων. εἰ μὲν γὰρ τάδε, συμβήσεται,
ὅτι εἰ δύο τινὲς τύχοιεν καὶ ὁ μὲν σώφρων ἐστὶν ὁ δὲ ἀνδρεῖος,
καὶ τοῖς δυσὶ τὴν δικαιοσύνην ὑπάρχειν καὶ μηδενὶ αὐτῶν ἀνὰ μέρος· ὁ γὰρ εἷς ὁ καὶ σώφρων οὐκ ἂν ῥηθείη δίκαιος· δύο γὰρ ἦν ἡ δικαιοσύνη, σωφροσύνη καὶ ἀνδρία. δύο γὰρ ὄντων ἀνθρώπων ὁ μὲν ἔχει τὴν σωφροσύνην, ὁ δὲ τὴν ἀνδρίαν· καὶ διὰ τοῦτο καὶ ἀμφότεροι δίκαιοι ἔσονται καὶ οὐδέτερος, καὶ οὐχ ὁ εἷς μόνον ὁ ἔχων τὴν ἀνδρίαν δίκαιος κληθήσεταί
ποτε, ἐπεὶ ἀμφότεροι οἱ δύο ἔχουσι τὴν δικαιοσύνην, ἕκαστος δὲ ἀνὰ 196 ἀπὸ τοῦ ἰδίᾳ μὲν ἕνα τούτων μὴ ἔχειν τὴν δικαιοσύνην μήτε καλεῖσθαι δίκαιον, ἀλλ’ ὁμοῦ τοὺς δύο ἔχειν αὐτὴν καὶ ὁρίζεσθαι δικαίους, διὰ τὸ ἐπ’ ἄλλων συμβαίνειν τὸ τοιοῦτον τριῶν γάρ τινων ὁμοῦ ἐχόντων νόμισμα
ἓν τοῖς μὲν τρισὶν ὑπάρξει ὁμοῦ τὸ νόμισμα ἕν, ἰδίᾳ δὲ ἀνὰ μέρος ἑνὶ
ἑκάστῳ οὐχ ὑπάρξει), ἀλλ’ οὖν τοῦτο, τὸ ὑπάρχειν τοῖς δυσὶν ἐναντίως τό τε δίκαιον καὶ ἄδικον, δόξειεν ἄν παντάπασιν ἄτοπον εἶναι. ἀντίκειται γὰρ τῇ δικαιοσύνῃ ἡ ἀδικία, τῇ δὲ σωφροσύνῃ ἡ ἀκολασία, τῇ δὲ δειλίᾳ ἡ ἀνδρία· εἰ οὖν ἡ δικαιοσύνη ἐστὶν ἀνδρία καὶ σωφροσύνη, εἴη ἄν
ἡ ἀδικία δειλία καὶ ἀκολασία· διὸ καὶ συμβαίνει τὰ ἐναντία ὑπάρχειν αὐτοῖς, εἰ ὁ μὲν αὐτῶν σώφρων ἐστὶ καὶ δειλός οὐκ ἔστι γὰρ ἀνδρεῖος),
ὁ δὲ ἀνδρεῖος καὶ ἀκόλαστος· οὐ γὰρ σώφρων. καὶ διὰ τοῦτο καὶ ἀμφότεροι ἕξουσι δικαιοσύνην καὶ ἀδικίαν, εἴπερ δικαιοσύνη ἐστὶ σωφροσύνη μετὰ ἀνδρίας καὶ διὰ τοῦτο ἀδικία ἀκολασία μετὰ δειλίας. καθόλου οὖν,
φησίν, ὅσα ἔστιν ἐπιχειροῦντα δεικνύειν μὴ ταὐτὸν εἶναι τὸ ὅλον καὶ τὰ μέρη, πάντα χρήσιμά εἰσι πρὸς τὸ νῦν εἰρημένον· οἷον ὅτι δικαιοσύνη ἐστὶ τάδε, ἤγουν σωφροσύνη καὶ ἀνδρία· ὁ γὰρ οὕτως ὁριζόμενος
φάσκει τὰ μέρη ταὐτὰ εἶναι τῷ ὅλῳ· μέρη γὰρ τῆς δικαιοσύνης ἡ ἀνδρία καὶ ἡ σωφροσύνη. μάλιστα δὲ οἱ λόγοι οἱ δεικνύντες μὴ ταὐτὸν
εἶναι τὰ μέρη καὶ τὸ ὅλον οἰκεῖοι, ἤγουν ἁρμόδιοι, εἰσὶν ἐφ’ ὅσων κατάδηλός ἐστιν ἡ σύνθεσις τῶν μερῶν· δῆλον γὰρ ἐκ τῶνδε, ὅτι εἰ λίθοι καὶ ξύλα εἶεν, οὐκ ἀνάγκη καὶ οἰκίαν εἶναι· ὥστε, εἰ τῶν μερῶν ὄντων ἐνδέχεται τὸ ὅλον μὴ εἶναι, οὐ ταὐτὸν ἄν εἴη τῷ ὅλῳ τὰ μέρη.
οὗτος δὲ ὁ τόπος χρήσιμος ἐπὶ μόνων τῶν ἀνομοιομερῶν.
197
τοιούτων ὡρίσατό τις εἶναι ἐξ ὧν οὐχ οἷόν τε συντιθεμένων ἕν τι γίνεσθαι, ἑνὸς ὄντος τοῦ ὁριστοῦ. ἔνια γὰρ τοιαῦτά ἐστιν ὡς μὴ
δύνασθαι ἐξ αὐτῶν γενέσθαι τι ἕν, οἷον γραμμὴ καὶ ἀριθμὸς καὶ ὅλως τὰ συμβεβηκότα. ὁ γὰρ ἐκ τοιούτων τινὸς τὸ εἶναι λέγων καὶ ὁριζόμενος 198 δῆλον ὡς οὐχ ὁρίζεται· διὸ ὁ λέγων τὴν λευκότητα ἐκ πυρὸς καὶ χρώματος οὐχ ὁρίζεται.
ἀποδίδωσιν, ἐν ἑνί τινί ἐστιν ἐν ᾧ πρώτῳ πέφυκε γίνεσθαι, τὰ δὲ ἐξ ὧν
αὐτὸς ὡρίσατο εἶναι, μὴ ἐν τῷ αὐτῷ πρώτῳ ἀλλ’ ἐν ἄλλῳ καὶ ἄλλῳ. δῆλον γὰρ ὅτι οὐχ ὁρίζεται ὁ οὕτως ἀποδιδούς· ἐν ᾧ γὰρ τὸ ἔκ τινων συγκείμενόν ἐστιν, δῆλον ὅτι ἐν τούτῳ δεῖ εἶναι καὶ τὰ ἐξ ὧν τοῦτο σύγκειται. οἷον φρόνησίς ἐστιν ἐξ ἀνδρίας καὶ σωφροσύνης. ἀλλ’ ἡ μὲν
φρόνησις ἐν πρώτῳ ἐστὶ τῷ λογιστικῷ, ἀνδρία δὲ καὶ σωφροσύνη ἡ μὲν ἐν τῷ θυμικῷ ἡ δὲ ἐν τῷ ἐπιθυμητικῷ· δῆλον οὖν ὅτι οὐκ ἄν εἴη ἐκ
τούτων ἡ φρόνησις· ἐν οἷς γὰρ ἐμφαίνονται τὰ μέρη, ἐν ἐκείνοις καὶ τὸ ὅλον ἐμφαίνεσθαι δεῖ. ὥστε οὐκ ἐν ἑνὶ πρώτῳ τῷ λογιστικῷ συμβαίνει τὴν φρόνησιν ἐμφαίνεσθαι, ἀλλ’ ἐν ἄλλοις πλείοσι, τῷ τε θυμικῷ καὶ τῷ
ἐπιθυμητικῷ.
εἴη ·ὡρισμένος· ἐν ᾧ γὰρ τὸ ὅλον, ἐν ἐκείνῳ καὶ τὰ μέρη δοκεῖ εἶναι. οἷον εἴ τις ὁρίσαιτο τὴν ἀρετὴν ἐξ ἀνδρίας, σωφροσύνης καὶ φρονήσεως· ἔνθα μὲν γὰρ τὸ ὅλον ἐμφαίνεται, ἤγουν ἡ ἀρετή ἐμφαίνεται δὲ ἐν τῇ
ψυχῇ), ἐν ταύτῃ καὶ τὰ μέρη ἐμφαίνονται· ἀλλ’ ἕκαστον τῶν τοιούτων μερῶν τῆς ἀρετῆς ἐν ἄλλῳ καὶ ἄλλῳ μέρει τῆς ψυχῆς ἐμφαίνονται, καὶ
οὐκ ἐν τῷ ὅλῳ ἕκαστον· μέρη γὰρ τῆς ψυχῆς τὸ λογιστικόν, τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν.
τινών τι ὁρίσαιτο ὡς φθειρομένου τοῦ ὅλου συμφθείρεσθαι τὰ μέρη ἐξ ὧν
ὥρισται τὸ ὅλον, δῆλον ὅτι οὐ καλῶς ὡρίσατο. οὕτως ἄν ἁμαρτάνοι ὁ τὸ μὲν σῶμα ὁρισάμενος τὸ ἐξ ἐπιπέδων συνεστὼς ἢ τὸ ἐπίπεδον τὸ ἐκ γραμμῶν ἢ τὴν γραμμὴν x003E; ἐκ στιγμῶν· οὔτε γὰρ τὸ σῶμα ἐξ ἐπιπέδων, διότι συμφθείρεται τῷ σώματι τὸ ἐπίπεδον, οὔτε τὸ ἐπίπεδον ἐκ γραμμῶν,
οὔτε ἡ γραμμὴ ἐκ στιγμῶν. διὰ τοῦτο οὐδ’ ἐκ τῶν εἰδῶν οἷόν τε λέγειν
τὸ γένος εἶναι, εἰ συναναιρεῖται αὐτῷ, οὐδ’ ἐκ περιττῶν καὶ ἀρτίων τὸν ἀριθμόν.
ἢ κακῶν τι ἐκ τούτων συγκείμενον ἀγαθὸν ἢ κακὸν εἶναι. ἢ πάλιν εἰ
τὰ μέρη ἀγαθὰ ἢ κακά, τὸ δὲ ὅλον οὔτε ἀγαθὸν οὔτε κακόν· δῆλον γὰρ ὅτι οὐκ ἐκ τοιούτων μερῶν τὸ τοιοῦτον σύγκειται· ἦ γὰρ ἄν καὶ αὐτὸ τὸ ὅλον ἀγαθὸν ἢ κακὸν ἦν, εἴ γε ἐκ τῶν τοιούτων μερῶν ἦν.
κακὸν κακόν, ὃ μή ἐστι μᾶλλον ἀγαθόν, οὗτος οὐχ ὁρίζεται. εἰπὼν δὲ ταῦτα ἔνστασιν πρὸς τὰ εἰρημένα φέρει, λέγων ὅτι μὴ ἀνάγκη τὸ
ἐξ ἀγαθῶν συγκείμενον πάντως ἀγαθὸν εἶναι μήτε τὸ ἐκ κακῶν κακόν, ὃ 204 ἠξίου ὁ πρὸ τούτου τόπος. ἀλλ’ οὐδὲ τὸ ἐκ τοῦ μᾶλλον ἀγαθοῦ μᾶλλον ἀγαθὸν ἀνάγκη ἢ τὸ ἐκ τοῦ μᾶλλον κακοῦ μᾶλλον κακόν. ἐπὶ μὲν γὰρ τῶν καθ’ αὑτὰ καὶ ἁπλῶς ὄντων ἀκολουθοίη ἄν τὰ εἰρημένα· εἰ δέ τινα
ὡς ποιητικὰ ἀγαθοῦ λαμβάνοιτο, οὐκέτι ἀκολουθεῖν ἀνάγκη τὰ εἰρημένα·
πολλὰ γὰρ καθ’ αὑτὰ μὴ ὄντα ποιητικὰ ἀγαθοῦ ἐν τῇ πρὸς ἄλληλα μίξει τοῦτο ποιεῖ. ἡ μέντοι ἀρετὴ. καθ’ αὑτὴν οὖσα ἀγαθὴ τοιαύτη μένει καὶ ἐν τῇ μετ’ ἄλλου συνθέσει· τοῦ μὲν γὰρ καθ’ αὑτὸ ὄντος ἀγαθοῦ ἀνάγκη καὶ τὰ μέρη ἀγαθὰ εἶναι. ὁμοίως καὶ ἐπὶ τοὐ κακοῦ. † ὁμοίως καὶ τὰ ποιητικά τινων ἢ κακά ἐστιν ἢ ἀγαθὰ ἢ οὐδέτερα, δεῖ καὶ τὰ ἐξ αὐτῶν
γινόμενα τοιαῦτα εἶναι. καὶ δείκνυσι τοῦτο οὕτως ἔχον ἐπὶ τῶν φαρμάκων
τῶν τε ὑγείας ποιητικῶν καὶ τῶν δηλητηρίων. καὶ γὰρ οὐκ ὄντα καθ’ αὑτά τινα ὑγιεινὰ ἀλλὰ καὶ τοὐναντίον δηλητήρια, μιχθέντα ἀλλήλοις ὑγείας ποιητικὸν τὸ ἐξ αὐτῶν ποιεῖ· καὶ πάλιν οὐκ ὄντα τινὰ δηλητήρια κατ’ ἰδίαν ἀλλὰ καὶ ὠφέλιμα, μιχθέντα ἀλλήλοις ποιεῖ τὸ ἐξ αὐτῶν
δηλητήριον.
ἀκράτου λαμβανομένου, διὰ τὴν μῖξιν τοὐ ἐναντίου ἑκατέρου αὐτῶν φέρον τὰ δεύτερα. διὰ τοῦτο οὖν ἡ ἐγκράτεια συγκειμένη ἔκ τε ὀρθοῦ λογισμοῦ καὶ φαύλης ἐπιθυμίας τῆς μὲν φαύλης ἐπιθυμίας ἐστὶ βελτίων, χείρων δὲ
τοῦ ὀρθοῦ λογισμοῦ. καὶ πρὸς τοῦτο δὲ τὴν αὐτὴν ἔνστασιν φέρει ἣν καὶ πρὸς τὰ πρότερα. ἐπὶ γὰρ τῶν καθ’ αὑτὰ ἀγαθῶν καὶ κακῶν ἀληθῆ εἶναι
τὸν λόγον οὐχ] ἀπλῶς· εἰ γάρ τι εἴη συγκείμενον ἐξ ἁπλῶς ἀγαθοῦ καὶ ἀπλῶς κακοῦ, μεταξὺ τὸ συγκείμενον ἔσται, εἰ ἑκάτερον ἐκείνων ἐν τῇ συνθέσει σώζοιτο. ἐπὶ δὲ | τῶν ὡς ποιητικῶν ἀγαθῶν οὐκέτι τοῦτο 206 207 ἀνάγκη· ταῦτα γὰρ ἐν τῇ πρὸς ἄλληλα συνθέσει ἀλλάσσεται, ὡς ἐπὶ τῶν ἰατρικῶν φαρμάκων προεῖπεν, ὡς μηδὲν κωλύειν τὸ ἐξ ἀμφοῖν καὶ βέλτιον ἑκατέρου καὶ χεῖρον γίνεσθαι.
καὶ φρόνησις· ἕκαστον γὰρ τούτων ἀρετὴ λέγεται συνωνύμως τῷ ὅλῳ. οὐ δεῖ οὖν τὸ ὅλον συνώνυμον εἶναι τοῖς μέρεσι, καθάπερ οὐδὲ ἐπὶ τῶν συλλαβῶν· ἑκάστη γὰρ τῶν συλλαβῶν οὐκ ἔστι συνώνυμος τοῖς συντιθεῖσιν
αὐτὴν στοιχείοις.
γὰρ αὔταρκες πρὸς δήλωσιν τῆς οὐσίας τῆς ἔκ τινων συγκειμένης ἡ τῶν
ἐξ ὧν σύγκειται ἀπόδοσις, ἄν μὴ καὶ ὁ τρόπος ἰῆς συνθέσεως αὐτῶν ᾖ ἐν τῷ λόγῳ προσκείμενος· τὸ γὰρ οὕτως ἐκ τούτων συγκείμενον ἑκάστου τῶν συνθέτων οὐσία. δῆλον δὲ τὸ εἰρημένον ἐπὶ οἰκίας καὶ συλλαβῆς· οὔτε γὰρ ἡ οἰκία ἁπλῶς λίθοι καὶ πλίνθοι καὶ ξύλα, ἀλλ’ ἡ τούτων ποιὰ
τάξις, οὔτε ἡ συλλαβὴ στοιχεῖα, ἀλλ’ ἡ τούτων ποιὰ σύνθεσις.
209
ταὐτὸν τὸ λεγόμενον, τοῖς αὐτοῖς τόποις πρὸς τὴν ἀνασκευὴν χρηστέον, οἷς
210 καὶ <πρὸς> τοὺς ἐκεὶ ὀριζομένους παραδέδωκε πρότερον. παραδίδωσε δὲ καὶ ἰδίους τινὰς τόπους πρὸς τὴν τοιαύτην τῶν ὅρων ἀπόδοσιν.
σκοπεῖν εἰ κατὰ μηδὲν τῶν σημαινομένων ὑπ’ αὐτοῦ τὸ ἀποδοθὲν τόδε μεῖά τοῦδέ ἐστιν· οὐ γὰρ ἄν εἴη ὡρισμένος ὁ οὕτως ἀποδεδωκώς. σηματίνει δὲ τὸ τόδε μετὰ τοῦδε ἢ τὸ ἐν τῷ αὐτῷ ὑποκειμένῳ ἢ τὸ ἐν
τῷ αὐτῷ τόπῳ ἢ τὸ ἐν τῷ αὐτῷ χρόνῳ εἶναι. προστίθησι δέ, ὅτι κἄν τὰ ἀποδεδομένα δύνηται ἐν τῷ αὐτῷ χρόνῳ εἶναι, μὴ πρὸς τὸ αὐτὸ δὲ
ἑκάτερον λέγηται, ἢ εἰ καὶ πρὸς τὸ αὐτὸ μὲν ἄμφω λέγεται, οὐ μέντοι πρὸς τὸ τοῦ προκειμένου ὁριστοῦ τέλος, οὐδὲ οὕτως ὑγιῶς ὥρισται· οὔτε γὰρ πρὸς ἕτερον δεῖ λέγεσθαι οὔτε πρὸς ταὐτὸν τὸ τυχόν, ἀλλὰ πρὸς τὸ τέλος τοῦ ὁριστοῦ.
δικαιοσύνη μετὰ ἀνδρίας· ἐν γὰρ τῷ αὐτῷ δεκτικῷ, τῇ ψυχῇ, καὶ ἀμφότερά εἰσιν, ἥ τε δικαιοσύνη καὶ ἡ ἀνδρία. ἐν τῷ αὐτῷ δὲ τόπῳ ὡς σῶμα τὸ τριχῇ διαστατὸν μετὰ ἐπιφανείας· ἐν ᾧ γὰρ τόπῳ ἐστὶ τὸ σῶμα, ἐν τούτῳ καὶ ἡ ἐπιφάνεια. ἐν τῷ αὐτῷ δὲ χρόνῳ ὡς ἀνδρία ἐστὶ τόλμα μετὰ ὀρθῆς διανοίας· ἐν ᾡ γὰρ χρόνῳ ἐστὶν ἡ τόλμα, ἐν τῷ αὐτῷ καὶ
ἡ ὀρθὴ διάνοια. εἰ δὲ καὶ πρὸς ταὐτὸ τέλος, φησίν, ἥ τε τόλμα καὶ ἡ
ὀρθὴ διάνοια λέγεται, οἷον πρὸς τὰ ἰατρικὰ τυχόν εἰκὸς γὰρ ἐν οἷς ἐπάγει τομὴν ὁ ἰατρὸς τῷ τραύματι, τόλμαν ἅμα καὶ ὀρθὴν διάνοιαν ἔχειν καὶ πρὸς ἓν τέλος ἀφορᾶν, τὸ ὑγιάσαι τὸν κάμνοντα), ἀλλ’ ὅμως οὐδὲ οὕτως λεχθήσεται ἀνδρεῖος ὁ ἰατρός. οὔτε γὰρ ἑκάτερον τῶν μερῶν πρὸς ἄλλο
καὶ ἄλλο τέλος δεῖ λέγεσθαι, καθάπερ ἐπὶ τῆς φαύλης ἐπιθυμίας καὶ τοῦ ὀρθοῦ λόγου, οὔτε πρὸς ταὐτὸ μὲν καὶ ἓν τέλος τὸ τυχὸν δέ, ὥσπερ νῦν
εἴπομεν ταὐτὸν τέλος ἔχειν καὶ ἀμφότερα, τὸ ὑγιάσαι, ἀλλὰ πρὸς ὃ λέγεται τὸ ὁριστόν· οἷον ἐπεὶ ἡ ἀνδρία πρὸς τὸ κατορθῶσαι τὰ ἐν πολέμῳ λέγεται, πρὸς τὸ αὐτὸ τέλος δεῖ καὶ τὰ μέρη αὐτῆς ἀφορᾶν, τήν τε τόλμαν
καὶ τὴν ὀρθὴν διάνοιαν.
τοῦδε, ἄλλο τι σημαίνει καὶ οὐδὲν τῶν τοῦδε μετὰ τοῦδε σημαινομένων οὐδὲ τῶν ὑπὸ τὴν εἰρημένην διαίρεσιν· οὔτε γὰρ σημαίνει τάδε οὔτε τὸ ἐκ τούτων οὔτε τόδε μετὰ τοῦδε, ἀλλὰ τόδε διὰ τόδε. ὁ γὰρ λέγων ὅτι ὀργή ἐστι λύπη μεθ’ ὑπολήψεως τοῦ ὀλιγωρεῖσθαι ἐκείνων μὲν σημαίνει οὐδέν, σημαίνειν δὲ βούλεται ὅτι διὰ τὴν | τοιαύτην ὑπόληψιν 214
γινομένη ἡ λύπη ὀργή ἐστιν· εἰ δὲ βούλεται τὸ διὰ τόδε λέγεσθαι μετὰ τοῦδε, δῆλον ὡς ἁμαρτάνοι ἂν καὶ οὐ καλῶς ἀποδιδοίη τὸν ὅρον.
σύνθεσιν εἰπεῖν τὸ ὅλον, ἀλλὰ καὶ ποία τις προσδιοριστέον. οἷον
ὁ εἰπὼν ‘ζῷόν ἐστι σύνθεσις ψυχῆς καὶ σώματος·’ τὸ γὰρ ζῷον ὡς ὅλον τί ἐστι, μέρη δὲ αὐτοῦ ἡ ψυχὴ καὶ τὸ σῶμα· δεῖ <δὴ> προσδιορίσασθαι καὶ ὅτι τοιάδε.
μή ἐστι τὸ ἔκ τινων συγκείμενον ἐκείνων σύνθεσις, δείκνυσιν οὕτω· πάσῃ μὲν γὰρ συνθέσει διάλυσίς τίς ἐστιν ἐναντία, τῷ δὲ ὅλῳ οὐδέν ἐστιν ἐναντίον.
πιθανὸν ἢ πᾶν τὸ σύνθετον σύνθεσιν ἐκείνων] μηδέν, ἐὰν 217 [γὰρ] ἕν τι δειχθῇ τῶν ἔκ τινων συγκειμένων μὴ ὂν ἐκείνων σύνθεσις, οὐκ ἄν ἄλλο τι τῶν συγκειμένων ἔκ τινων σύνθεσις ἐκείνων εἴη· ἀλλὰ μὴν τὸ ζῷον συγκείμενον ὂν ἔκ τινων οὐκ ἔστιν σύνθεσις· οὐσία γὰρ ἔμψυχος αἰσθητικὴ τὸ ζῷον, ἀλλ’ οὐ σύνθεσις ψυχῆς καὶ σώματος,
ἐξ ὧν σύγκειται· οὐδ’ ἄλλο τι ἄρα τῶν ἔκ τινων συγκειμένων
ἐστὶ σύνθεσις. εἴη δ’ ἄν ἡ τοιαύτη δεῖξις δι’ ὁμολογίας ἀπὸ τῶν ὁμοίων. εἰ δὲ μὴ σύνθεσις ὅλως, οὐδ’ ὁποιαοῦν σύνθεσις εἴη ἄν.
διὰ τοῦ ἑτέρου τῶν ἐναντίων οὐκ ἀποδίδωσι τὸν ὁρισμὸν αὐτοῦ· συμβήσεται γὰρ οὕτω τοῦ αὐτοῦ πλείους ὁρισμοὺς εἶναι· ἔσται γὰρ ὁρισμὸς τοὐ προκειμένου καὶ ὁ διὰ τοῦ ἑτέρου τῶν ἐναντίων
ἀποδοθεὶς λῷος, εἴ γε ὁμοίως αὐτῶν τὸ ὁριστόν ἐστι δεκτικόν.
ὑφ’ ἡμῶν λεγομένων ὅτι μετάληψιν οὐ προσίεται. ὁπότερον δ’ ἄν γένηται,
εὐεπιχείρητοι ἡμῖν ὁ λόγος ἔσται.
ὑπὸ σοῦ, καὶ οὕτω ποιήσεις τὴν ἀνασκευὴν αὐτοῦ, ἢ εἰ μὴ δέχεται
τὴν μετάληψιν, ἀνάγκην ἕξει ὑπὸ σοῦ διασαφῆσαι τὸν ἀποδοθέντα ὅρον. 220 ἡ δὲ μετάληψις τοῦ ὅρου γίνεται οὕτως, ὡς ἐπὶ τοῦ τῆς ψυχῆς, ὃς εἴρηται ἀνωτέρω· ἐστι δὲ Ξενοκράτους. εἰπὲ οὖν, εἰ ὁ ἀριθμός, ὦ Ξενόκρατες, ἢ περιττός ἐστιν ἢ ἄρτιος, ἡ ψυχὴ ἢ ἄρτιός ἐστιν ἢ περιττός; καὶ εἰ ἄρτιος, ἢ δ΄ ἐστὶν ἢ ζ΄; εἰ δὲ περιττός, ἢ ἑ ἢ ζ΄; ἡ οὖν ψυχὴ τί ἐστι,
δ΄ ἢ ε΄; καὶ ἐπεὶ ἐκ ·παντὸς ἀριθμοῦ ἐκβαλλομένης μονάδος ἕτερος ἀριθμὸς
καταλείπεται, οἶον ἀπὸ τοῦ ς΄ ὁ ε΄ καὶ ἀπὸ τοῦ ζ΄ πάλιν ὁ ζ΄, τίνα ἀριθμὸν ἀπὸ τῆς ψυχῆς ἐκβληθῆναι δεῖ ὡς ποιῆσαι ἕτερον; καὶ οὕτως ἀνασκευάσεις καίτοι τοῦ ὁριζομένου τὴν ψυχὴν οὕτω κατὰ τοὺς Πυθαγορείους ὁριζομένου. οὗτοι γὰρ εἴδη ἐκάλουν τοὺς ἀριθμοὺς καὶ ἔλεγον ὅτι
ὥσπερ ὁ ἀριθμός, φέρε εἰπεῖν ὁ δέκα, ῥηθεὶς περιορίζει τὴν διάνοιαν καὶ οὐκ ἐᾷ πλανᾶσθαι ταύτην περὶ τὸ ποσόν, οὕτω καὶ ἡ ψυχὴ τὸ
σῶμα περιορίζει, καὶ αὐτή ἐστιν ἡ διδοῦσα τῷ ζῴῳ τὰς ἀφορμὰς τῆς κινήσεως, καθ’ ὃν τρόπον κινεῖιαι. τούτου χάριν γὰρ εἶπε ‘κινῶν αὐτὸς ἑαυτόν’· αἱ γὰρ κινήσεις, καθ’ ἃς κινεῖται τὸ ζῷον, ἢ ψυχικαί εἰσιν ἡ
φυσικαί, καὶ φυσικαὶ μὲν αἱ εἰς τὸ ἄνω καὶ τὸ κάτω κινήσεις; ὡς ἡ τοὐ πυρὸς ἢ τοῦ λίθου, ψυχικαὶ δὲ αἱ ἀπὸ τόπου εἰς τόπον προαιρετικῶς.
κείμενος, τὸν αὐτὸν τρόπον γινέσθω καὶ ἐπὶ τῶν ὁρισμῶν· ὁρισμοῦ γάρ τινος ἀποδοθέντος παρὰ τοῦ ἀποκρινομένου, εἰσαχθήτω παρὰ σοῦ ἕτερος βελτίων, ὅστις μᾶλλον δηλώσει τὴν οὐσίαν τοῦ ὁριστοῦ. ὃ δὴ καὶ 222 Ἀριστοτέλης ἐποίησε· κειμένου γὰρ ὁρισμοῦ ὅτι ψυχή ἐστι κίνησις αὐτοκίνητος, ἐπεισήγαγεν ἕτερον, ὅτι “ἐντελέχεια σώματος φυσικοῦ ὀργανικοῦ
δυνάμει ζωὴν ἔχοντος’’· τούτου γὰρ δόξαντος βελτίονος ἠκυρώθη ὁ κείμενος, ὅτι οὐ δύνανται τοῦ αὐτοῦ δύο εἶναι ὁρισμοί.
ὁρισμοὺς εἶναί φησι τὸ γεγυμνάσθαι πρὸς τὸ δύνασθαι πᾶν τὸ προτιθέμενον εὐκόλως ὁρίζεσθαι ἢ καὶ τοὺς καλῶς ἀποδεδομένους ἀνειληφέναι. 224 ὥσπερ γὰρ κανόνα ἔχοντες τὸν καλῶς ἀποδεδομένον ὅρον καὶ τούτῳ παραδείγματι χρώμενοι συνορᾶν δυνησόμεθα ῥᾷον τοῦ ἀποδοθέντος ὅρου τὰ
ἁμαρτήματα, εἰ ἐλλιπῶς ἀποδέδοται ἢ περιττὸν ἔχει τι προσκείμενον. οὕτω δὲ καὶ ἐπιχειρημάτων μᾶλλον ἂν εὐπορήσαιμεν. οἷον εἰ ἀποδοθείη
‘ἄνθρωπός ἐστι ζῷον θνητὸν ἄλογον᾿, παραχθείη δὲ καὶ ἕτερος βελτίων, τό τε ἐλλεῖπον δεῖ προστεθῆναι, τὸ λογικὸν καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ τὸ ματαίως προσκείμενον, ἤγουν τὸ ἄλογον, ἐκβληθῆναι· ὥστε τούτου γινομένου εὐπορία έσται επιχειρηματων πρὸς τὸ ἀνασκευάσαι αὐτόν.
225
In Aristotelis Topicorum Libros Octo Commentaria. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.