ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΕΙΣ ΤΟ ΠΕΜΙΠΤΟΝ ΤΗΣ ΤΟΠΙΚΗΣ. 185 ΑΠΙΣΤΟΤΕΛΟΥΣ ΙΠΑΓΜΑΤΕΙΑΣ
τοπικῶν πραγματείας, τοὺς τόπους, δι’ ὧν οἷόν τε πρὸς τὰ ἀπὸ τοῦ γένους
προβλήματα ἐπιχειρεῖν κατασκευαστικῶς τε καὶ ἀνασκευαστικῶς, μεταβαίνει ἐντεῦθεν ἐπὶ τὰ ἀπὸ τοῦ ἰδίου προβλήματα, καὶ παραδίδωσι καὶ πῶς πρὸς ταῦτα ἐπιχειρεῖν δεῖ. καὶ προλαμβάνει ποσαχῶς τε τὸ ἴδιον, ὅτι τετραχῶς,
καὶ τί ἕκαστον, καὶ τίς ἡ πρὸς ἄλληλα τούτων διαφορά. εἰκότως δὲ προετάγησαν οἱ μὲν πρὸς τὰ γενικὰ προβλήματα τόποι τῶν πρὸς τὰ
ἰδικά, οἱ δὲ πρὸς τὰ ἰδικὰ τῶν πρὸς τὰ ὁρικά, διότι, δι’ ὧν τόπων δείκνυμεν ὅτι τόδε τοῦδε γένος ἐστί, διὰ τῶν αὐτῶν τούτων δείκνυμεν ὅτι τὸ παραληφθὲν γένος ἐν τῷ ὁρισμῷ γένος ἐστὶ τοῦ ὁριστοῦ, καὶ διὰ τῶν ἀνασκευαστικῶν πάλιν τῶν δεικνύντων μὴ εἶναι τὸ παραληφθὲν γένος ἀνασκευάζοντες
δείκνυμεν ὅτι οὐδὲ τοῦ ὁριστοῦ ἐστι γένος. τοὺς δὲ τόπους
τοὺς πρὸς τὰ γενικὰ προβλήματα προέταξε πρὸ τῶν ἰδικῶν, διότι τὰ γενικὰ προβλήματα οὐσιώδη εἰσί, τὰ δὲ ἰδικὰ ἐπουσιώδη, τιμιώτερα δὲ τὰ οὐσιώδη τῶν ἐπουσιωδῶν. πάλιν δὲ τοὺς τόπους τοὺς περὶ τῶν ἰδικῶν προβλημάτων προέταξε τῶν πρὸς τὰ ὁρικά, διότι οἱ περὶ τῶν ἰδικῶν προβλημάτων τόποι χρησιμεύουσιν ἡμῖν καὶ ἐν τοῖς ὁρικοῖς προβλήμασι· δι’ ὧν γὰρ
τόπων δείκνυμεν ὅτι τόδε οὐκ ἔστιν ἴδιον τοῦδε, διὰ τῶν αὐτῶν δείκνυμεν ὅτι οὐδὲ ὁρισμός ἐστι τόδε τοῦδε. δείκνυμεν Ε; ὅτι οὐκ ἔστι τόδε τοῦδε ἴδιον. 1 εἴ τις ἀποδώσει ἴδιον τοῦ πυρὸς τὸ ὅμοιον εἶναι τῇ ψυχῇ, μᾶλλον οἶδε τὸ ὑποκείμενον ἢ τὸ ἀποδοθὲν ἴδιον. ἢ εἰ ὁμωνύμους ἔχοι φωνάς, οἷον ἴδιον τῆς ψυχῆς τὸ κινεῖσθαι κίνησιν τὴν κατὰ λόγον· ὁμώνυμος γὰρ φωνὴ ἡ
κίνησις. ἢ εἰ μὴ ἀντιστρέφοι τὸ ἀποδοθὲν ἴδιον πρὸς τὸ ὑποκείμενον, οἷον ἀπεδόθη τὸ δίπουν ἴδιον τοῦ ἀνθρώπου· ἀλλ’ οὐκ ἔστιν ἴδιον· εἰ γὰρ ἦν ἴδιον, ἀντέστρεφεν ἄν καὶ ἐλέγετο ὥσπερ ὁ ἄνθρωπος δίπουν, οὕτω καὶ τὸ δίπουν ἄνθρωπος. ὁμοίως οὖν καὶ ἐπὶ τῶν ὁρισμῶν. δέον τε γὰρ σαφέστερον εἶναι τὸν ὁρισμὸν τοῦ ὁριστοῦ· εἰ γὰρ ἀσαφέστερος εἴη, οὐκ ἔστιν
ὁρισμός, ἢ εἰ μὴ ἀντιστρέφοι ὁ ὁρισμὸς πρὸς τὸ ὁριστόν, ἢ εἰ ὁμωνύμους
φωνὰς περιέχοι ὁ ὁρισμός.
ἴδιον καὶ ἀεί, οὐ μὴν τὸ ἀεὶ πάντως καὶ καθ’ αὑτό· τὸ μὲν γὰρ καθ’ αὑτὸ ἀπὸ πάντων χωρίζει τῷ μόνῳ αὐτῷ ὑπάρχειν, πολλὰ δὲ τῶν ἀεί τισιν ὑπαρχόντων οὐ μόνοις ὑπάρχει. ὁμοίως καὶ τὸ πρὸς ἄλλο ἴδιον τοῦ
ποτὲ ἐπὶ πλέον· τὸ γὰρ πρὸς ἄλλο ἴδιον ἢ ἐν ἅπασι καὶ ἀεὶ ἢ ἐν τοῖς πλείστοις καὶ ὡς ἐπὶ τὸ πολύ. διὰ ταῦτα καὶ τοῦ ἀεὶ τὸ πρὸς ἄλλο ἐπὶ
πλέον. τὸ δὲ καθ’ αὑτὸ ἴδιον τοῦ πρὸς ἄλλ·ο διαφέρει, ὅτι τὸ μὲν καθ’ αὑτὸ ἴδιον ἀπὸ πάντων χωρίζει, τὸ δὲ πρὸς ἄλλο οὐκ ἀπὸ πάντων. τὸ οὖν καθ’ αὑτὸ πάντων διαχωρίζει τῷ μόνῳ αὐτῷ ὑπάρχειν. τὸ δ’ ἀεὶ ὑπάρχον τινὶ ἴδιον λέγεται, οὐχ ὅτι καὶ μόνῳ, ἀλλ’ οὐδ’ ὅτι χωρίζει αὐτὸ ἀπὸ
τοῦ τινός, ὡς τὸ πρὸς ἄλλο ἴδιον, ἀλλὰ δι’ αὐτὸ τοῦτο μόνον, διότι ἀεὶ
ὑπάρχει. διὸ οὐδὲν κωλύει αὐτὸ πλειόνων εἶναι κατὰ τοῦτο τὸ σημαινόμενον του ιοιου ιοιον.
καὶ τοῖς ὀρνέοις ὑπάρχει τὸ ἥμερον, ἀλλ’ οὐ πᾶσι· τοῖς δὲ ἀνθρώποις πᾶσι.
διὸ καὶ λέγεται φύσει τούτοις ἐνυπάρχειν.
ἕτερον δὲ ἴδιον, ὡς εἴ τις εἴποι ἴδιον ἀνθρώπου τὸ δίπουν· πρὸς τὸ τετράπουν γὰρ λέγεται δίπουν. ἀλλὰ καὶ τῆς ψυχῆς ἴδιον λεγόμενον τὸ προστακτικὸν πρὸς ἕτερον ἀποδίδοται, ἤγουν πρὸς τὸ σῶμα· ἄρχει μὲν γὰρ
καὶ προστάσσει. ἡ ψυχὴ καὶ κινεῖ τὸ σῶμα, τὸ δὲ σῶμα ὑπηρετεῖ ταῖς κινήσεσι καὶ ὁρμαῖς τῆς ψυχῆς. τὸ δὲ περιπατεῖν ἐν τῷ γυμνασίῳ
ἴδιον ῥηθήσεται τοῦ τινὸς ἀνθρώπου, ἀλλὰ ποιέ, ἤγουν καθ’ ὃν καιρὸν περιπατεῖ· οὐ γὰρ ἀεὶ περιπατεῖ. ἀλλὰ τὸ μὲν πρὸς ἕτερον ἴδιον ἀποδιδόμενον δύο προβλήματα ποιεῖ, εἰ τοῦδε μὲν καταφάσκεται, ὡς τοῦ ἀνθρώπου τὸ δίπουν, τοῦδε δέ, ἤγουν τοῦ ἵππου, ἀποφάσκεται. καὶ γὰρ εἰ
ἐπιχειρήσει τις δεῖξαι ὅτι ὁ ἄνθρωπος οὐ δίπουν ἐστί, τοῦτο ἓν πρόβλημα
ἔσται· καὶ πάλιν εἰ ἐπιχειρήσει δεῖξαι ὅτι ὁ ἵππος δίπουν ἐστί, τοῦτο ἕτερον πρόβλημα ἔσται. ἀναιρεῖται δὲ τὸ τοιοῦτον ἴδιον ἀμφοτέρως, ἤγουν εἴτε δείξει τις τὸν ἄνθρωπον τετράπουν εἴτε τὸν ἵππον δίπουν. χάριν δὲ παραδείγματος καὶ πρὸς ἔνδειξιν τοῦ δύο γίνεσθαι προβλήματα ἐκ τοῦ πρὸς ἕτερον ἰδίου τὸ τοιοῦτον παράδειγμα εἴληπται· ἀδύνατον γὰρ
δειχθῆναι τὸν ἄνθρωπον τετράπουν ἢ τὸν ἵππον δίπουν. τέτταρα δὲ προβλήματα γίνονται ἀπὸ τοῦ τοιούτου ἰδίου, ἐὰν ἑκατέρου, τοῦ τε ἀνθρώπου καὶ τοῦ ἵππου, ἀποδώσεις τὰ ἴδια, τοῦ μὲν τὸ δίπουν τοῦ δὲ τὸ τετράπουν, οἷον ὅτι ὁ ἄνθρωπος δίπουν, ὁ δὲ ἵππος τετράπουν, καὶ ἐὰν ἑκάτερον ἑκατέρου ἀπαρνηθῇ, οἷον ὁ ἄνθρωπος οὐ δίπουν, ὁ ἵππος οὐ τετράπουν.
εἴτε γὰρ εἴποι τις ‘ὁ ἄνθρωπος οὐ δίπουν ἐστίν᾿, εἴτε ‘ὁ ἄνθρωπος τετράπουν ἐστίν᾿, ἓν ἔσται πρόβλημα ἀναιροῦν τὸ τὸν ἄνθρωπον δίπουν εἶναι· ὁμοίως καὶ εἰ φήσειεν ‘ὁ ἵππος οὐ τετράπουν ἐστίν᾿ ἢ ‘δίπουν ἐστί᾿· διὰ γὰρ τούτου κἀκεῖνο ἀναιρεῖται, ὅτι ὁ ἵππος τετράπουν ἐστίν.]
ἀνθρώποις τοῖς ὑπὸ τὸν ἄνθρωπον ἀναγομένοις καὶ δύναται χωρίζειν τὸν ἄνθρωπον ἀπὸ πάντων τῶν ἄλλων ζῴων. τὸ δὲ πρὸς ἕτερον ἴδιόν ἐστιν ὃ οὐ δύναται χωρίζειν καὶ διορίζειν τὸ εἶδος ἀπὸ πάντων τῶν ἄλλων
ἀλλὰ ἀπό τινων τακτῶν καὶ ὡρισμένων, ὡς τὸ δίπουν χωρίζει τὸν ἄνθρωπον ἀπὸ πάντων τῶν τετραπόδων, οὐ μέντοι γε καὶ τῶν ὀρνέων.]
καὶ οὐκ ἐπί τινων ὡρισμένων λέγεται· τοῦ γὰρ ἀνθρώπου ἀρετὴ τὸ κατὰ νοῦν ἐνεργεῖν, ἵππου δὲ τὸ εὖ τρέχειν, οἰκίας δὲ τὸ κωλύειν τοὺς
ὄμβρους καὶ τοὺς καύσωνας, κλίνης δὲ τὸ πρὸς ἀνάπαυσιν ἐπιτήδειον· ἡ δὲ ἐπιστήμη ἐν τακτοῖς καὶ ὡρισμένοις θεωρεῖται, τοῖς λογικοῖς δηλονότι μόνοις, ἤγουν τοῖς ἀνθρώποις. τὴν δὲ ἀρετὴν κὶ ἐπιστήμην ἔλαβεν οὐχ ὡς
ἴδια ἀλλὰ πρὸς ἀπόδειξιν τοῦ ποῖα θεωρεῖται ἐν ὡρισμένοις ποῖα δὲ οὔ.]
πολὺ καὶ ἐν τοῖς πλείστοις. οἷον τὸ ἄρχειν ἴδιον μέν ἐστι τοῦ λογικοῦ,
ἀλλ’ οὐκ ἀεὶ ὑπάρχει αὐτῷ, ἀλλ’ ἐπὶ μὲν τῶν ἀγαθῶν ἀνθρώπων ἄρχει τὸ λογικὸν τοῦ θυμικοῦ καὶ τοῦ ἐπιθυμητικοῦ καὶ ἀναχαιτίζει αὐτὰ τῆς ἀλόγου ὁρμῆς, ταῦτα δὲ ὑπηρετοῦσιν αὐτῷ· ἐπὶ δὲ τῶν μοχθηρῶν καὶ φαύλων ψυχῶν τοὐναντίον γίνεται, ταῦτα μὲν ἄρχουσι τοῦ λογικοῦ, τὸ δ’
ὑπείκει αὐτοῖς.]
ἐπιχειρήματα καὶ ἰσχυρά· εἰσὶ δὲ ταῦτα τά τε καθ’ αὑτὰ καὶ ἀεὶ καὶ τὰ πρὸς ἕτερον. τὸ μὲν γὰρ πρὸς ἕτερον ἴδιον, φησί, τέσσαρα ποιεὶ
προβλήματα· τὸ δὲ καθ’ αὑτὸ καὶ ἀεὶ πρὸς πολλὰ ἔστιν ἐπιχειρεῖν. καὶ γὰρ δεῖ λαμβάνειν τὸ νοῦ· καὶ ἐπιστήμης δεκτικόν, καὶ δεῖ τούτῳ τῷ ἰδίῳ I χωρίζειν τὸν ἄνθρωπον ἀφ’ ἑκάστου τῶν ὄντων, οἷον ἵππου, βοὸς 10 καὶ τῶν ἄλλων τῶν ἀνομοειδῶν. οὕτω γὰρ χωρίζοντες τὸν ἄνθρωπον 11 ἀπὸ τῶν ἀνομοειδῶν πάντων ποιοῦμεν πολλὰ ἐπιχειρήματα· οἷον τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἴδιον καθ’ αὑτὸ τοῦ ἀνθρώπου· λοιπὸν οὕτε τῷ ἵππῳ ἐστὶν ἴδιον οὔτε τῷ βοὶ οὔτε ἄλλῳ τῶν τοιούτων, ἀλλὰ τὸ τετράπουν. τὰ πρὸς ἕτερον οὖν ἴδια δύο <ἢ> καὶ τέσσαρα προβλήματα, ὡς εἴρηκε,
ποιοῦντα πολλὰ ἐπιχειρήματα πρὸς ἕκαστον ἑαυτῶν ἐφέλκεται. τὸ δὲ καθ’ αὑτὸ καὶ κυρίως ἴδιον καὶ τοῦτο λογικόν ἐστιν, ὅτι δυνατὸν καὶ ἐξ αὐτοῦ πρὸς πλείονα ἐπιχειρεῖν [ἤγουν πολλὰ ἐπιχειρήματα λαμβάνειν· ὁ γὰρ κατασκευάζων τὸ γελαστικὸν καθ’ αὑτὸ ἴδιον εἶναι τοῦ ἀνθρώπου δείκνυσιν αὐτὸ ἀντιστρέφον καὶ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχον. τὸ δὲ ἀεὶ ἴδιον
ὁ κατασκευάζων πρὸς πλείονας χρόνους, ἤγουν τὸν παρεληλυθότα, τὸν ἐνε.στῶτα καὶ τὸν μέλλοντα, παρατηρήσει καὶ σπουδάσει λαμβάνειν ἐξ αὐτῶν τὰ ἐπιχειρήματα, ὡς ὁ εἰπὼν τὸν θεὸν ζῷον ἀθάνατον εἶναι καὶ ἴδιον ὑπάρχειν αὐτὸ τῷ θεῷ δείξει καὶ κατὰ τὸν παρεληλυθότα χρόνον ἀθάνατον εἶναι καὶ κατὰ τὸν ἐνεστῶτα καὶ κατὰ τὸν μέλλοντα· εἰ γὰρ μὴ ἐφαρμόξει
τοῦτο τῷ θεῷ κατά τινα τῶν τοιούτων χρόνων, ἀναιρεῖται, ὥσπερ
καὶ τὸ καθ’ αὑτὸ ἴδιον δεῖ χωρίζειν τὸ εἶδος, οὗ ἐστιν ἴδιον, ἀφ᾿ ἑκάστου τῶν. ὄντων· εἰ δὲ μή, οὐκ ἔσται καθ’ αὑτὸ ἴδιον. δεῖ δὲ γινώσκειν ὅτι τὸ ἀεὶ ἴδιον πλέον ἐστὶ τοῦ καθ’ αὑτό. πᾶν μὲν γὰρ καθ’ αὑτὸ καὶ κυρίως ἴδιόν ἐστι καὶ ἀεί, ὡς τὸ ἐπιστήμης δεκτικόν· οὐ πᾶν δὲ τὸ ἀεὶ
ἴδιόν ἐστι καὶ καθ’ αὑτό· τὸ γὰρ δίπουν ἀεὶ μὲν ὑπάρχει τῷ ἀνθρώπῳ, οὐ καθ’ αὑτὸ δὲ καὶ κυρίως διὰ τὸ εἶναι καὶ τοῖς ὀρνέοις. τὸ δὲ ποτὲ ἴδιον οὐ λέγεται λογικὸν πρόβλημα διὰ τὸ μὴ εἰς πολλοὺς λόγους ἐπιχειρεῖν·
ἀπὸ μόνου γὰρ τοῦ χρόνου ἔχομεν ἐπιχειρεῖν πρὸς κατασκευὴν καὶ ἀνασκευὴν τούτου, καθ’ ὃν λέγομεν νῦν ὑπάρχειν αὐτό· οἷον τὸ ἐν γήρᾳ
πολιοῦσθαι τὸν ἄνθρωπον κατασκευάσομεν, εἰ κατὰ τὸν καιρὸν τοῦ γήρως πάντας δείξομεν πολιουμένους.]
μὴ ὑπάρχει νῦν τῷ Σωκράτει ἢ μὴ ὑπῆρξεν ἢ μὴ ὑπάρξει, ὥστε οὐκ ἔστι τὸ καθῆσθαι ἴδιον τοῦ Σωκράτους.
ἀλλὰ πρὸς τὸ νῦν· πρὸς γὰρ τοῦτον τὸν χρόνον ἐν ᾧ ὑπάρχειν αὐτῷ λέγεται
τὸ ποτὲ ἴδιον. οὐκ εὔπορος δὲ πρὸς τὸ οὕτως ἴδιον ἡ ἐπιχείρησις ἀπὸ ἑνός τινος γινομένη χρόνου. λογικὸν δέ, φησί, τοῦτ’ ἔστι πρόβλημα πρὸς ὃ λόγοι γίνονται καὶ συχνοὶ καὶ καλοί· τὰ γὰρ εὐεπιχείρητα καὶ πολλὰς ἀφορμὰς ἔχοντα λογικὰ καλεῖ.
συμβεβηκὸς τόπων ἐπισκεπτέον.
εἶπε δὲ καὶ ἐν τῷ πρώτῳ ὅτι τὰ συμβεβηκότα πολλάκις ἴδια γίνονται
πρὸς τι.
ἐκ τοῦ τισὶ μὲν ψυχαῖς ὑπάρχειν τισὶ δὲ μὴ ὑπάρχει·ν. ὥστε οἱ αὐτοὶ
τόποι χρήσιμοί εἰσι καὶ πρὸς τὰ κατὰ συμβεβηκὸς προβλήματα καὶ πρὸς τὰ πρὸς ἕτερον καὶ ποτὲ ἴδια. ἐκ δὲ τῶν ῥηθησομένων τόπων θεωρητέον, φησί, κατασκευάζειν καὶ ἀνασκευάζειν τά τε καθ’ αὑτὰ ἴδια καὶ τὰ ἀεί.]
ὁρισμὸς πρὸς παράστασιν καὶ γνῶσιν τοῦ ὁριστοῦ. εἰ γοῦν ἀσαφὲς τὸ ἀποδεδομένον τινὸς ἴδιον, πῶς γνωρίσομεν τὸ εἶδος οὗ ἐστιν ἴδιον; οἷον εἴ τις 17 ἀποδοίη τοῦ πυρὸς ἴδιον τὸ ὁμοιότατον εἶναι τῇ ψυχῇ, ἀσαφέστερον τοῦ πυρὸς ἴδιον ἀπέδωκε τὴν ὁμοιότητα τῆς ψυχῆς· | μᾶλλον γὰρ γνωρίζομεν 18 τὴν φύσιν τοῦ πυρὸς ἢ τὴν ψυχήν.]
ἀλλὰ καὶ ὅτι τῷδε ὑπάρχει, γνωριμώτερον ὑπάρχειν· ὁ γὰρ μὴ εἰδὼς εἰ τῷδε ὑπάρχει, οὐδ’ εἰ τούτῳ ὑπάρχει μόνῳ γνωριεῖ.
τὸ ὁμοιότατον σφαιρικῇ ἀτόμῳ, οὐκ ἔσται καλῶς ἀποδεδομένον· μᾶλλον γὰρ δῆλον τί ἐστι πῦρ τοῦ τί ἐστιν ἡ σφαιρικὴ ἄτομος.
ἀμφισβητεῖται γὰρ εἰ ἐν τῷ ἐμφύτῳ θερμῷ ὑπάρχει ἡ ψυχή· ἄλλοι γὰρ
ἐν τῷ πνεύματι ἀπέδωκαν εἶναι τὴν ψυχὴν καὶ ἄλλοι ἐν τῇ καρδίᾳ· ὥστε οὐκ ἔστι καλῶς ἔχον τὸ ἀποδοθὲν ἴδιον. δεῖ οὖν μὴ μόνον γνωριμώτερον εἶναι τὸ ἴδιον τοῦ ὑποκειμένου, ἀλλὰ καὶ ὅτι γνωριμώτερον καὶ μὴ ἀμφισβητούμενον ὑπάρχει ὑπάρχον τῷδε, τουτέστιν ὅτι ἔχει τὴν ὕπαρξιν ἐν τῷδε τῷ ὑποκειμένῳ. ὁ γὰρ μὴ εἰδὼς εἰ τὸ γελαστικὸν ὅλως ὑπάρχει
τῷ ἀνθρώπῳ, οὐδ’ εἰ τῷδε] τῷ ἀνθρώπῳ μόνῳ καὶ παντὶ καὶ πρώτῳ] καὶ ἀεὶ ὑπάρχει εἴσεται· τὸ γὰρ κυρίως ἴδιον οὕτω πρόσεστι τῷ οὗ ἐστιν ἴδιον. τὸν οὖν μέλλοντα, φησί, κατασκευάζειν τὸ ἴδιον χρὴ σκοπεῖν εἰ γνωριμώἢ 21 τερον καὶ σαφέστερον αὐτὸ ἀπεδόθη, καὶ εἰ καθ’ ἑκάτερον τῶν εἰρημένων τρόπων, τοῦτ’ ἔστι τοῦ μήτε ἁπλῶς ἄγνωστον τὸ ἀποδοθὲν ἴδιον εἶναι μήτε γνωστὸν μὲν μὴ γνωριμώτερον δὲ τοῦ ὑποκειμένου πράγματος
οὗ ἴδιον ἀπεδόθη· εἰ γὰρ μὴ ἀμφισβητεῖται ὅτι τόδε τὸ ἴδιον ὑπάρχει τῷ
ὑποκειμένῳ, καὶ εἰ διὰ σαφῶν καὶ γνωρίμων εἴτε ὀνομάτων εἴτε λόγων ἀπεδόθη, φανερὸν ὅτι καλῶς ἀποδέδοται. οἱ γὰρ κατασκευαστικοὶ τόποι τοῦ καλῶς ἀποδεδόσθαι τὸ ἴδιον οἱ μὲν αὐτὸ τοῦτο μόνον τὸ καλῶς ἀποδεδόσθαι τὸ ἴδιον κατασκευάζουσι τοῦτο γὰρ δηλοῖ τὸ κατὰ τοῦτο μόνον),
οἱ δ’ ἁπλῶς δείξουσιν ὅτι καλῶς. ἁπλῶς δέ φησιν ἀντὶ τοῦ
᾿καθόλου καὶ κυρίως᾿, οὓς καὶ μέλλει μετὰ ταῦτα παραδώσειν. καὶ ἐνταῦθα δὲ διὰ τοῦ παραδείγματος, ὃ ἐκτίθησι, σαφὲς ποιεῖ τὸ λεγόμενον· ὁ γὰρ ἀποδούς, φησί, ζῴου ἴδιον τὸ αἴσθησιν ἔχειν καλῶς ἀπέδωκε καὶ καθ᾿ ἑκάτερον τῶν εἰρημένων τρόπων, τουτέστιν ὅτι καὶ διὰ γνωριμωτέρων καὶ σαφεστέρων, καὶ ὅτι οὐκ ἀμφισβητεῖται τὸ ὑπάρχειν τῷ ζῴῳ τὸ αἰσθητικὸν
εἶναι.
ἴδιον.
τὸ ἴδιον ἀπελέγχεται. οἷον ὁ θεὶς ἴδιον τοῦ πυρὸς τὸ ἐν ᾧ πρώτῳ ψυχὴ πέφυκεν εἶναι οὐ καλῶς ἀποδέδωκε τὸ ἴδιον κατ’ ἄμφω τοὺς τρόπους, ὅτι τε ἀσαφές ἐστιν ἀγνωστοτέρα γὰρ ἡ ψυχὴ τοῦ πυρός ἐστι), καὶ ὅτι οὐ πρόδηλός ἐστιν ἡ ὕπαρξις αὐτῆς· ἄδηλον γὰρ εἰ πρώτῳ πυρὶ ἐνυπάρχει
ἡ ψυχὴ. σαφηνιστέον δὲ τὸν περὶ τούτου λόγον. πῦρ μὲν λέγουσιν οἱ
τοῦτο τιθέμενοι τὸ ἔμφυτον θερμόν, οὗ φασιν ὄχημα εἶναι τὴν ψυχήν· ἐν τούτῳ γὰρ φαίνεται καὶ ἔνεστιν αὕτη, καὶ χωρὶς αὐτοῦ οὐ δύναταί τι ἐνεργῆσαι· νεκροποιὸν γὰρ τὸ ψυχρὸν καὶ ἀκινησίαν ἐμποιοῦν. ἡ γὰρ κι- νητικὴ καὶ ἡ θρεπτικὴ ψυχὴ καὶ αἱ ἄλλαι δυνάμεις αὐτῆς διὰ τοῦ ἐμφύτου 189 θερμοῦ ὡς δι’ ὀργάνου τινὸς τὰς πέψεις καὶ θρέψεις τοῦ ζῴου καὶ
τὰς κινήσεις καὶ τὰς αὐξήσεις καὶ τὰς ἄλλας ἐνεργείας ἀποτελοῦσιν.]
κείμενον, τῆς προσθήκης ταύτης αἰτίαν ἀπέδωκεν εἰπὼν τῶν γὰρ κατασκευαστικῶν τόπων τοῦ καλῶς οἱ μὲν τὸ καλῶς ἁπλῶς κατασκευάζουσιν,
ὧν ὕστερον μνημονεύσει, οἱ δὲ κατὰ τοῦτο· ὁ γὰρ δείξας ἔχειν τι τόδε κατὰ τοῦτο καλῶς ἔχειν τὸ προκείμενον ἔδειξε, κἂν μὴ πάντῃ καλῶς ἔχῃ.
τοὺς τρόπους, καθό τε σαφὲς ὑπάρχει τὸ ἴδιον καὶ πρόδηλός ἐστιν ἡ τούτου
ὕπαρξις, καλῶς ἀποδέδοται· κατὰ δὲ τοὺς ἄλλους τρόπους ἴσως, τουτέστιν εἰ μὴ ἀντιστρέφει, εἰ μὴ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχει, οὐχ εὑρεθήσεται καλῶς ἀποδοθέν. τῶν γὰρ κατασκευαστικῶν τόπων τοῦ καλῶς ἀποδεδόσθαι τὸ ἴδιον οἱ μὲν κατὰ τοῦτο μόνον κατασκευάζουσιν αὐτὸ καλῶς
ἀποδοθέν, ἤγουν κατά τε τὸ σαφὲς καὶ γνώριμον εἶναι τὸ ἴδιον καὶ κατὰ τὸ πρόδηλον εἶναι τὴν αὐτοῦ ὕπαρξιν, κατὰ δὲ τοὺς ἄλλους τρόπους, ἤγουν
τό τε ἀντιστρέφειν καὶ τὸ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχειν, ἴσως οὐ δεικνύουσι καλῶς ἀποδοθέν, οἱ δὲ ἁπλῶς δείξουσιν, ἤγουν κατὰ πάντα τρόπον καθ’ ὃν συνίσταται τὸ ἴδιον καλῶς ἀποδοθέν.]
τοῦ λόγου, ὃ καλεῖται ἀμφιβολία, ὡς ἐν τῷ “γένοιτο, Ζεῦ, τὸν σῦν καταβαλεῖν ἐμέ”· δύναται γὰρ καὶ διὰ λόγου ἀποδίδοσθαι τὸ ἴδιον, ὡς τὸ νοῦ
καὶ ἐπιστήμης δεκτ·ικόν. δεῖ οὖν, φησίν, ὁρᾶν εἰ δι’ ὁμωνύμου φωνῆς ἀποδέδοται τὸ ἴδιον ἢ διὰ λόγου ἀμφιβολίαν ποιοῦντος, καὶ οὕτως ἀνασκευάζειν καὶ ἀποδεικνύναι μὴ καλῶς ἀποδεδομένον τὸ ἴδιον.
παρέχει ἡ τοιαύτη ἀπόδοσις. ἐπεὶ γὰρ οὐ κατὰ πάντα τὰ σημαινόμενα ὑπὸ τοῦ πολλαχῶς λεγομένου τὸ ἴδιον δηλοῦται, ἔστι μεταφέροντα τὸ ὄνομα ἢ τὸν λόγον ἐπὶ τῶν ἄλλο τι σημαινόντων ἀνασκευάζειν τὸ ἀποδοθὲν ὡς οὐκ ἴδιον.
τὸν ἀποκρινόμενον. ἐν γὰρ τῇ τοῦ ἰδίου δι’ ὁμωνύμων λέξεων ἀποδόσει,
οἷόν ἐστι τὸ αἴσθησιν ἔχειν, ἴσως ὁ μὲν ἀποκρινόμενος ἐξελάβετο αὐτὸ ἐπὶ τοῦ δυνάμει, ὡς διὰ τοῦτο καὶ τὸν κοιμώμενον λέγειν αἴσθησιν ἔχειν, ὁ δὲ ἐρωτῶν καὶ ποιῶν τὸν συλλογισμὸν οὐκ ἐπὶ τοῦ δυνάμει ἐκλήψεται τοῦτο ἀλλ᾿ ἐπὶ τοῦ ἐνεργείᾳ τοὺ διαφωνοῦντος καὶ διαφέροντος πρὸς τὸ δυνάμει,
καὶ συλλογιεῖται ὅτι ὁ κοιμώμενος οὐκ ἐνεργεῖ κατὰ τὴν αἴσθησιν· ὁ δὲ μὴ κατὰ ταύτην ἐνεργῶν οὐχ ὁρᾷ· ὁ κοιμώμενος ἄρ οὐχ ὁρᾷ· πῶς οὖν
σὺ φῄς τὸν κοιμώμενον αἰσθάνεσθαι; εἰ γάρ ᾐσθάνετο, καὶ ἑώρα.]
συντεθέντα δὲ ἀλλήλοις πλείω σημαίνει· καὶ πάλιν ἔστιν ἃ καθ’ αὑτὰ μὲν λεγόμενα πλείω σημαίνει, συντεθέντα δὲ οὐκέτι, ὡς ἐδείχθη ἐν τῷ Περὶ τοῦ πολλαχῶς Θεοφράστου. ἐν γὰρ τῷ ἐπίστασθαι γράμματα τὸ συναμφότερον ἀμφίβολον μηδετέρου τῶν ὀνομάτων ὁμωνύμου ὄντος καθ’ αὑτό· 30 τὸ αὐτὸ καὶ τὸ τὸν Δίωνα τὸν Πλάτωνα τύπτειν· τὰ μὲν γὰρ ὀνόματα
ἀπλᾶ, ὁ δὲ ἐξ αὐτῶν συγκείμενος λόγος ἀμφίβολος· πάλιν ἐν τῷ ‘ἀετὸς πέτεται, κύων ὑλακτεῖ τὰ μὲν ὀνόματα ὁμώνυμα, οἱ δὲ λόγοι ἁπλοῖ. τὸ δὲ κατὰ τοῦτο προστίθησιν, ὡς εἴρηται, ὅτι καὶ ἐνδέχεται ὡς ἴδιόν
<τί> τινος ἀποδεδόσθαι οὐκ ὂν ἴδιον χωρὶς ὁμωνυμίας ἡ ἀμφιβολίας καὶ κατὰ ἄλλην τινὰ ἁμαρτίαν ἁμαρτάνειν τὸν ἀποδιδόντα τὸ ἴδιον· ὥστε οὐ πάντως ἴδιον ὃ μὴ τούτων τι ἔχει, ἀλλ’ ὅσον γε κατὰ τοῦτο ὑγιὴς ἡ ἀπόδοσις.
εἴ τις θείη τοὐ πυρὸς ἴδιον εἷναι τὸ σῶμα εὐκινητότατον εἰς τὸν ἄνω τόπον· οὔτε γὰρ τὸ σῶμα αὐτὸ καθ’ ἑαυτὸ οὔτε τὸ εὐκινητότατον εἰς τὸν ἄνω τόπον πλείω σημαίνει, ἀλλ’ οὐδὲ τὸ σύνολον, τουτέστι τὸ ἐκ τούτων συντιθέμενον, ἤγουν αὐτὸς ὁ λόγος δι’ οὗ ἀπεδόθη τὸ ἴδιον.
τῶν σημαινομένων <ὑπὸ τοῦ> ὑποκειμένου ἀποδέδοται τὸ ἴδιον· οὕτω γὰρ ἀποδοθὲν οὐ καλῶς ἀποδέδοται. [δι᾿ ἃς δὲ αἰτίας οὐκ ἂν εἴη καλῶς ἀποδεδομένον τὸ ἴδιον, καὶ αὐτὸς μέν, ὥς φησιν, εἴρηκε πρὸ ὀλίγου, ἡμεῖς δ’
ἱκανῶς ἐπεσημηνάμεθα· τὰ γὰρ αὐτὰ κἀν τούτῳ συμβαίνειν ἄτοπα ἀναγκαῖον ἃ καὶ ἐν τοῖς πρότερον συνέβαινε. λαμβάνει οὖν εἰς παράδειγμα τὸ ἐπίστασθαι τοῦτο ὡς ὑποκείμενον, ὃ σημαίνει πλείονα· τὸ μὲν γὰρ σημαίνει
ὅτι ἔχει αὐτὸ ἐπιστήμην, τὸ δὲ τὸ ἐπιστήμην εἶναι αὐτοῦ, τουτέστι τὸ ἐπιστητὸν εἶναι αὐτὸ ἐνεργείᾳ. οὐ δεῖ οὖν τοῦ ἐπίστασθαι τοῦτο ὑποκειμένου
πειρᾶσθαι τὸ ἴδιον αὐτοῦ ἀποδιδόναι, πρὶν ἂν διορισθῇ ποίου τῶν σημαινομένων ὑπ’ αὐτοῦ ζητεῖται ἀποδοθῆναι τὸ ἴδιον. εἰ δὲ οὐ σημαίνει τὸ ὑποκείμενον πολλὰ ἀλλ’ ἕν, οἷον ὁ ἄνθρωπος, τότε δεῖ αὐτοῦ ἴδιον ἀποδοῦναι.]
εἰρημένων.
αὐτὸ ἴδιον· καθ’ ἕνα μέν, εἴ τις τὸ αὐτὸ ὄνομα δὶς ἢ τρὶς λάβοι ἐν τῇ ἀποδόσει τοῦ ἰδίου τὸ αὐτὸ ὄνομα πλεονάκις], οἷον εἰ πυρὸς ἴδιον ἀποδοίη τις λέγων σῶμα τὸ λεπτότατον τῶν σωμάτων· ἔλαβε γὰρ δὶς τὸ σῶμα· καθ’ ἕτερον δέ, ὅταν ἀντὶ ὀνομάτων λόγον ἀποδῷ, ὡς εἴ τις φήσειε
γῆς ἴδιον εἶναι τὸ οὐσία ἡ μάλιστα κατὰ φύσιν φερομένη τῶν σωμάτων
εἰς τὸν κάτω τόπον· εἴ τις γὰρ ἐνταῦθα μεταλάβοι τὸ ὄνομα τῶν σωμάτων εἰς τὸν λόγον αὐτῶν, ὅς ἐστι τὸ οὐσιῶν τοιωνδί, τουτέστι τριχῇ διαστατῶν μετὰ ἀντιτυπίας τὰ γὰρ τέσσαρα στοιχεῖα τριχῇ διαστατά εἰσι), τὸ ‘οὐσία᾿ πλεονάκις ἔλαβε. τεσσάρων δὲ ὄντων τῶν στοιχείων φανερον
ὅτι ἡ γη τὸν κατώτατον ἐπέχει τόπον.
προσεῖναι, οὗ ἐστιν ἴδιον, καὶ διαχωρίζειν αὐτὸ ἀπὸ πάντων τῶν ἀνομοειδῶν,
ὡς καὶ τὰ ἐν τοῖς ὅροις λαμβανόμενα. οἷον ἐὰν εἴπω ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστι, χωρίζω μὲν αὐτὸν ἀπὸ τῶν ἑτερογενῶν τῶν ἀναγομένων 39 ἢ εἰς τὸ ποσὸν ἢ εἰς τὸ ποιὸν ἢ εἰς ἄλλην τινὰ τῶν κατηγοριῶν πλὴν τῆς οὐσίας, οὐ μὴν χωρίζω αὐτὸν καὶ ἀπὸ τῶν ὁμογενῶν, οἷον βοός, ἵππου ἤ
τινος τῶν λοιπῶν. πάλιν ἐὰν εἴπω· ζῴου ἴδιον τὸ ἔμψυχον, κοινὸν ἀπέδωκα ἴδιον ἐμφαινόμενον καὶ τοῖς φυτοῖς. ἢ ὁ εἰπὼν ἐπιστήμης ἴδιον εἶναι
ὑπόληψιν ἀμετάπειστον ὑπὸ λόγου, ἓν ὄν· οὗτος γὰρ χρῆται τῷ ἑνί, ὅπερ ἐν πᾶσιν ὑπάρχει τοῖς οὖσιν· ἢ γὰρ τῷ γένει λέγονται ἕν, ὡς βοῦς, ἵππος, ἄνθρωπος, ἢ τῷ εἴδει ἕν, ὡς Σωκράτης καὶ Πλάτων, ἢ τῷ ἀριθμῷ, ὡς μονὰς ἢ τόδε τι ἄτομον, ἡ ἓν κατὰ συνέχειαν, ὡς ἅπας ὁ κόσμος.
ὥστε οὐ καλῶς ἀποδέδοται κατὰ τοῦτο τὸ ἴδιον. τὸ γὰρ ἴδιον χάριν
γνώσεως τοῦ πράγματος λαμβάνεται, οὗ λέγεται ἴδιον εἶναι, καὶ δεῖ χωρίζειν τὸ εἶδος, οὗ ἐστιν ἴδιον, τῶν ἄλλων εἰδῶν, ὥσπερ καὶ ὁ ὁρισμός· τὸ δὲ ἓν καὶ ὂν ὡς πᾶσι παρακολουθοῦντα τοῖς οὖσιν οὐ χωρίζουσι τὸ εἶδος ἀπό τινων, εἴ γε λάβοι τι τούτων ἐν τῷ ἀποδεδομένῳ ἰδίῳ.]
τοῦ αὐτοῦ ὡς ἕν.
πλατυώνυχον ὀρθοπεριπατητικόν’ περιττῶς γὰρ ἔχει κείμενα τό τε πλατυώνυχον καὶ τὸ ὀρθοπεριπατητικόν), οὕτως οὐδ’ ἐν τοῖς ἰδίοις δεῖ πολλὰ ἴδια ἀποδίδοσθαι παρὰ τὸ ἓν ὄνομα τὸ σημαῖνον τὸ ἴδιον ἢ τὸν
λό·ον τὸν ποιοῦντα τὸ ἴδιον.
ἓν γὰρ τῶν δύο, ἢ τὸ λεπτότατον ἢ τὸ κουφότατον, περιττὸν καὶ ἀχρεῖόν ἐστιν. ἢ πάλιν ὁ εἰπὼν ‘ὕδωρ ἐστὶ σῶμα ὑγρὸν ἐν ἀλλοτρίῳ εὐόριστον᾿ ἓν μὲν ἴδιον ἀπέδωκε τῷ ὕδατι τὸ ‘σῶμα ὑγρόν᾿, ἕτερον δὲ τὸ ‘ἐν ἐν ἀλλοτρίῳ εὐόριστον᾿· τὸ γὰρ ὕδωρ ἐν μὲν τῷ οἰκείῳ τόπῳ ἀόριστόν ἐστι καὶ διακέχυται, ἐν ἀλλοτρίῳ δὲ τόπῳ περιορίζεται, οἷον ἐν κυάθῳ ἢ
ἄλλῳ τινί. ὁ γὰρ ἀποδοὺς πολλὰ ἔοικεν ἀγνοεῖν ὅτι πολλὰ ἀποδέδωκεν. ἐὰν δὲ ἀποδῷ ἴδιον εἶναι ὑγροῦ τὸ εἰς ἅπαν ἄγεσθαι σχῆμα, καλῶς ἐποιήσατο τὴν τοῦ ἰδίου ἀπόδοσιν· εἰ γὰρ ἐν στρογγύλῳ τινὶ ἐμβληθείη, στρογγυλῶδες καὶ αὐτὸ γίνεται· ὁμοίως καὶ εἰ εἰς ἄλλο τι σχῆμα ὁποιονοῦν.
45
τῷ ὑποκειμένῳ οὗ ἐστι τὸ ἀποδιδόμενον ἴδιον. οἷον ἀνθρώπου μὲν ἴδιον τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἐὰν δὲ ἀποδῷ τις ἀνθρώπου ἴδιον τὸ ‘ζῷον λογικόν᾿, αὐτὸ τὸ ὑποκείμενον ἔλαβεν ἐν τῷ ἰδίῳ, καὶ ἔστιν
αὐτὸ ἄγνωστον καὶ ζητούμενον ὁμοίως τῷ ὑποκειμένῳ· τὸ δὲ ἴδιον οὐκ ὀφείλει ἄγνωστον εἶναι· χάριν γὰρ γνώσεως τοῦ ὑποκειμένου εἴληπται.
τῶν αὐτοῦ λεγόμενον, ὅταν τῶν τοιούτων τινὶ ἐν τῇ ἀποδόσει τοῦ ἰδίου προσχρῆται, ὃ δι’ αὐτοῦ ἐκείνου. οὗ τὸ ἴδιον ἀποδίδωσι, γνωρίζεται, ὡς διὰ τῶν παραδειγμάτων δηλοῖ. ὁ γὰρ ἀποδιδοὺς ζῴου ἴδιον οὐσίαν, ἧς 47 εἶδός ἐστιν ἄνθρωπος, ἐν τῇ ἀποδόσει τοῦ ἰδίου προσχρῆται τῷ ἀνθρώπῳ, ὃ τοῦ ζῴου τί ἐστι καὶ δι’ ἐκείνου γνωρίζεται· λέγομεν γὰρ τὸν ἄνθρωπον ζῷον τοιόνδε, πρὸς τὴν δήλωσιν αὐτοῦ τῷ ζῷον εἶναι προσχρώμενοι.
ἴδιον. λύεται δὲ ἡ ἔνστασις οὕτως, ὅτι εἰ καὶ εἰσὶ μέρη τοῦ ζῴου τὸ
σῶμα καὶ ἡ ψυχή, ἀλλ’ οὐκ εἰσὶν ὑστερογενῆ τοῦ ζῴου ἀλλ’ ἅμα· οὐδὲ γὰρ δυνατόν ἐστι νοῆσαι ζῷον μὴ εὐθὺς συνεπινοοῦντας καὶ ψυχὴν καὶ σῶμα.
αὐτοῦ, τὰ δ’ αὖ ποιοῦντα εἰς κατασκευήν. εἰ μὲν γὰρ τὰ λαμβανόμενα ἐν τῷ ἰδίῳ ποιοῦσι τὸ ἴδιον γνωριμώτερον τοῦ πράγματος οὗ ἐστιν ἴδιον, καλῶς ἀποδέδοται τὸ ἴδιον, εἰ δὲ μὴ ποιοῦσι τὸ ἴδιον γνωριμώτερον, οὐ
καλῶς ἀποδέδοται.]
ἢ ὅλως ἅμα τῇ φύσει.
ἐν γὰρ τῇ ἀντιφατικῇ ἀντιθέσει καὶ τῇ καθ’ ἕξιν καὶ στέρησίν ἐστι τὸ μὲν πρῶτον τὸ δὲ δεύτερον· ἡ μὲν γὰρ κατάφασις τῆς ἀποφάσεως, 51 ἡ δὲ ἕξις τῆς στερήσεως. ἐπιζητήσειε δ’ ἄν τις ἐπὶ τῶν πρός τι, εἰ μὴ διὰ τῶν ἀντικειμένων ἐπὶ τούτων ἥ τε τοῦ ὁρισμοῦ ἀπόδοσις καὶ ἡ τοῦ ἰδίου γίνεται· τούτοις γὰρ τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν. ἢ
ὡς ἐνδόξως λεγομένοις δεῖ προσέχειν τοῖς ἐνταῦθα. καλῶς δὲ πρόσκειται τὸ ἢ ὅλως ἅμα τῇ φύσει, ἐπειδὴ καὶ τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα
ἅμα τῇ φύσει.
καὶ τὸ ποτέ· ἐτήρησε δὲ ὡς κυρίως ἴδια λεγόμενα τό ·τε καθ’ αὑτὸ καὶ τὸ ἀεί, περὶ ὧν καὶ τοὺς τόπους παραδίδωσι τοῦ καλῶς ἢ μὴ ἀποδίδοσθαι. 54 τοιοῦτος δὲ καὶ ὃν νῦν τίθησιν, εἰ τὸ ἀποδεδομένον ἴδιον μὴ ἀεὶ παρακολουθεῖ τῷ πράγματι οὗ ἀποδέδοται, ἀλλὰ ποτὲ μὲν ὑπάρχει ποτὲ δὲ οὔ· τὸ γὰρ τοιοῦτον συμβεβηκὸς καὶ οὐκ ἴδιον. ἀντὶ δὲ τοῦ εἰπεῖν ‘ὃ γίνεταί ποτε μὴ ὑπάρχον᾿ εἶπεν ὃ γίνεταί ποτε μὴ ἴδιον. τὸ γὰρ τοιοῦτον
οὐδ’, ὅτε ὑπάρχει, ἴδιόν ἐστι διὰ τὸ μὴ ἀντιστρέφειν πρὸς τὸ οὗ λαμβάνεται ἴδιον· οὔτε γὰρ ᾧ ὑπάρχον καταλαμβάνεται τὸ οὕτως ἀποδοθὲν ἴδιον, κατὰ τούτου καὶ τὸ ὄνομα ἐξ ἀνάγκης ἀληθεύεται πράγματος οὗ ἀπεδόθη ὡς ἴδιον, διὰ τὸ καὶ ἄλλοις ὑπάρχειν, οὔτε ᾧ μὴ καταλαμβάνεται ὑπάρχον, κατὰ τούτου ἐξ ἀνάγκης οὐ ῥηθήσεται τὸ
ὄνομα τοῦ πράγματος· ἐνδέχεται γάρ, ᾧ μὴ ὑπάρχει αὐτό, εἶναι. ἐπὶ δὲ
τῶν ἰδίων, ἐφ’ ὧν τὸ ἴδιόν τινος ἀληθές, καὶ τοὔνομα πάντως, καὶ οἷς μὴ ὄντως ὑπάρχει τὸ ἴδιον, οὐδὲ τὸ ὄνομα τοῦ πράγματος οὗ ἐστιν ἴδιον, καὶ εὐλόγως, εἴπερ τὸ ἴδιον μόνῳ ἐκείνῳ ὑπάρχει οὗ ἐστιν ἴδιον.
ὡς ποτὲ μὲν ὑπάρχειν ποτὲ δὲ μὴ τῷ πράγματι, οὐδ’ ὅτε ἀποδίδοταί τι- νος, ἔσται φανερὸν εἰ τότε ὑπάρχει αὐτῷ, εἴ γε τοιοῦτόν ἐστιν ὡς
ποτὲ μὲν ἀπολείπειν καὶ χωρίζεσθαι αὐτοῦ ποτὲ δὲ ὑπάρχειν αὐτῷ. ὥστε οὐ σαφὲς οὐδὲ φανερὸν #x003E]; ὑπάρχει, εἰ ἐνδέχεται αὐτὸ καὶ μὴ ὑπάρχειν ποτέ· τὸ δὲ μὴ ὑπάρχον τινί, ὅτε μὴ ὑπάρχει, τότε λέγεσθαι αὐτοῦ ἴδιον ἀτοπώτατον.
τὸ δὲ ποτὲ ἴδιον αὐτὸς μετὰ προσθήκης λέγει τοῦ ποτέ, ἁπλῶς δὲ οὔ, ὅτι μηδὲ κυρίως ἴδιον. οὗτος δὲ ὁ τόπος καὶ οἱ ἑξῆς οὐ μόνον τοῦ καλῶς ἢ μὴ λαμβάνεσθαί εἰσι δεικτικοί, ἀλλὰ καὶ τοῦ εἰ ἴδιόν ἐστιν ·ἢ οὔ.
55
τοίνυν ἔσται σαφὲς καὶ γνώριμον τὸ ἴδιον, ὅπερ γίνεται καὶ μὴ ἴδιόν ποτε
τοῦ ζῴου· ἐνδέχεται γάρ ποτε καὶ ἵστασθαι. οὗτος δὲ ὁ τόπος ἐστὶν ἀπὸ τῆς ὑπάρξεως.
ἐστιν ἴδιον ἀλλὰ νῦν· οἷον τὸ τὸν Σωκράτην καθῆσθαι μετά τινος ἀεί ἐστιν ἴδιον ἀλλὰ νῦν, ὅτε κάθηται. εἰ γοῦν ὁ τοῦτο ἀποδιδοὺς οὐ διωρίσατο καὶ δῆλον ἐποίησεν ὡς νῦν ἴδιον τοῦτο λέγει, οὐ καλῶς ἀπέδωκεν. εἰ γὰρ
οὐ προσέθηκε τὸ νῦν ἀλλ’ ἀπολύτως εἶπε, φαίνεται δοξάζων τοῦτο ἀεὶ ἴδιον εἶναι τοῦ Σωκράτους· εἰώθαμεν γὰρ τὰ ἀεὶ ὑπάρχοντα ἀποδιδόναι ἴδια. εἰ
δὲ παρὰ τὸ ἔθος οὐκ ἀποδέδωκε τὸ ἀεὶ ὑπάρχον ἴδιον ἀλλὰ τὸ νῦν, ἔδει αὐτὸν τέως προσδιορίσασθαι καὶ προσθεῖναι τὸ νῦν, ἵνα φανερὸν ποιήσῃ ποταπὸν ἴδιον ἀποδέδωκε. διὰ τοῦτο δέδωκεν οὗτος ἀφορμὴν τῷ προσδιαλεγομένῳ
ἐπιτιμῆσαι καὶ μέμψασθαι αὐτόν. δεῖ γοῦν προσέχειν μὴ ἀφορμὰς διδόναι ἐπιτιμήσεως.]
58
εἰς τὸν προειρημένον τόπον ἐμπίπτειν· τὸ γὰρ ἀεὶ οὐ διασώζει· ὅταν γὰρ ἔξω γένηται τῆς αἰσθήσεως, χωρίζεται αὐτοῦ δῆλον ὅτι τὸ ἴδιον.
δὲὅτι τὰ αἰσθητὰ ἔξω γινόμενα τῆς αἰσθήσεως ἄδηλά ἐστιν εἴτε
ἔτι ὑπάρχει εἴτε μή. εἰ γὰρ εἴη μέν τι ἴὸιον, <δῆλον> ὅτι ἀεὶ ὑπάρχει τῷ πράγματι οὗ ἴδιον· τοῦτο δέ, αἰσθήσει μόνῃ γνωριζόμενον ὅτι ὑπάρχει τῷ πράγματι οὗ ἀπεδόθη ἴδιον εἶναι, ἄδηλον εἴτε ἀεὶ ὑπάρχει τῷ πράγματι εἴτε μή · ἄτοπον δὲ τοῦτο. γίνεται δὲ τοῦτο ἐπὶ τούτων ὧν μὴ ·ἀεὶ οἷόν τέ ἐστιν αἰσθάνεσθαι· τῇ γὰρ αἰσθήσει μόνῃ τοῦτο γνωρίζεται, ᾗ οὐκέτι
μετὰ δύσιν ἀντιληπτόν ἐστιν, ἢ εἰ καὶ ἔστιν, ἀλλ’ οὐ ταύτῃ ᾗ καὶ πρότερον, ἀλλ’ ἄλλῃ τε καὶ ἄλλῃ. ἔσται δὲ ἀληθὲς τοῦτο ἐπὶ τῶν μὴ ἐξ ἀνάγκης ἀεὶ παρακολουθούντων, τουτέστιν ἐφ’ ὧν ἄδηλόν ἐστι καὶ ἀμφισβητούμενον εἰ καὶ ἐξ ἀνάγκης ἀεὶ παρακολουθεῖ τῷ πράγματι. εἰ γὰρ εἴη γνώριμον τῷ ἐξ ἀνάγκης αὐτὸ παρακολουθεῖν
τῷ πράγματι, τὸ αἰσθητὸν [ἢ] τὸ ἀποδεδομένον οὐκ ἀνασκευασθήσεται. οἷον εἴ τις ἀποδοίη τοῦ ἡλίου ἴδιον τὸ ἡμεροφαὲς ἄστρον • τοῦτο γὰρ οὐκ ἐξ ἀνάγκης ἕπεται τῷ ἡλίῳ· ὥστε οὐκ ἔσται καλῶς ἀποδεδομένον τὸ ἴδιον κατὰ
τοῦτο· ἄδηλον γὰρ ἔσται τὸ τοιοῦτον ἴδιον δύνοντος τοῦ ἡλίου καὶ ὑποκάτω τῆς γῆς φερομένου· οὐκέτι γὰρ ἡμεροφαὲς τότε ἐστὶ διὰ τὸ μὴ τὴν αἴ-
σθησιν ἡμῶν ἀντιλαμβάνεσθαι τοῦ ἡλίου ὑπὸ γῆν φερομένου· ἔστ’ ἄν γὰρ ὑπὲρ κορυφῆς τῶν ἀνθρώπων φέρηται, ἀντιλαμβάνεται τούτου ἡ αἴσθησις.
ὡς τὸ νοῦ καὶ ἐπιστήμης <δεκτικὸν> τοῦ ἀνθρώπου ἡ τὸ γελαστικόν, ἢ ὃ αἰ-
σθητὸνὃν ἐξἀνάγκης[δ’]ὑπάρχονδῆλόνἐστιν, ὅτιτοιοῦτονἀπεδόθη, οἷον εἰ καὶ ἀντιλαμβάνεται τούτου ἡ αἴσθησις, ἀλλ’ ἐξ ἀνάγκης ἕπεται τῷ ὑποκειμένῳ. οἷον ὁ θέμενος ἴδιον τῆς ἐπιφανείας ὃ πρῶτον κέχρωσται αἰσθητῷ τινι μὲν κέχρηται τῷ ἰδίῳ τῆς ἐπιφανείας, τουτέστι τῷ κεχρῶσθαι· τοιοῦτον δέ ἐστι τὸ ἴδιον ᾧ κέχρηται, ὅ τι φανερόν ἐστιν ἀεὶ ὑπάρχον τῇ
62 ἐπιφανείᾳ,καὶ οὖ ἐξ ἀνάγκης ἡ αἴσθησις ἀντιλαμβάνεται. πρῶτον δὲ λέγεται κεχρῶσθαι ἡ ἐπιφάνεια, ἐπειδὴ τῆς ἐπιφανείας ἐν παντὶ σώματι οὔσης πρῶτον αὐτῆς ἀντιλαμβάνεται ἡ αἴσθησις καὶ διὰ τῆς ἐπιφανείας λέγεται ὁρᾶσθαι τὸ σῶμα.
63
ἤγουν τὴν οὐσίαν τοῦ πράγματος, ἀλλ’ εἶναι δεῖ ἐπουσιῶδες. οἷον εἰ ἀποδοθείη ἴδιον τῆς ἰδέας τὸ εἶναι αἰτίαν τῶν δημιουργημάτων καὶ τῶν ἐν
κινήσει, καὶ τῆς ἐπιστήμης ἴδιον τὸ ἀγνοίας εἶναι ἀποβολήν ἡ γὰρ ἐπιστήμη γνῶσίς ἐστι), καὶ ἔτι ἀνθρώπου τὸ ζῷον πεζὸν δίπουν· ἐν τούτοις γὰρ πᾶσιν ἀνασκευασθήσεται τὸ ἀποδοθὲν ἴδιον ὅτι οὐ καλῶς ἀποδέδοται· οὐ γάρ εἰσι ταῦτα ἴδια ἀλλ’ ὅροι τὸ τί ἦν εἶναι καὶ τὴν οὐσίαν σημαίνοντες·
οἱ γὰρ ὅροι οὐσιώδεις, τὰ δὲ ἴδια ὀφείλουσιν εἶναι ἐπουσιώδη. εἰ
δὲ ἀπεδόθη ἴδιον ἀντικατηγορούμενον μὲν καὶ ἀντιστρέφον πρὸς τὸ ὑποκείμενον μὴ σημαῖνον δὲ οὐσίαν, καλῶς ἀποδέδοται.
εἶναι τὸ μὴ γένος πρῶτον εἰλῆφθαι τούτου οὗ τὸ ἴδιόν τις ἀποδίδωσι· τοῦτο γάρ ἐστι τὸ ἐν τῷ τί ἐστι κατηγορούμενον.. δεῖ γὰρ ὡς ἐπὶ τῶν ὅρων οὕτως καὶ ἐπὶ τῶν ἰδίων πρῶτον τὸ γένος λαμβάνοντα οὕτω προστιθέναι τούτῳ τὰ λοιπά, οἷς τῶν ἄλλων διαχωρίζεται· δεῖ γὰρ γνώριμον εἶναί τι τὴν φύσιν ὃ ἴδιον τοῦτο ἔχει.
εἰ οὖν ὁ τὸ ἴδιον ἀποδιδοὺς πρῶτον θεὶς καὶ ἀναγαγὼν τὸ ὑποκείμενον εἰς τὸ τί ἐστιν, ἤγουν εἰς τὸ γένος αὐτοῦ, καὶ] μετὰ ταῦτα συνῆψε τῷ γένει 65 τὸ ἴδιον ἢ τὰ ἴδια, καλῶς ἀποδέδωκεν, ὥσπερ ὁ ἀποδιδοὺς ἴδιον ἀνθρώπου τὸ ζῷον ἐπιστήμης δεκτικὸν εἶναι. εἰ δὲ μὴ οὕτω ποιήσει, φανερὸν | ὅτι
οὐ καλῶς ἀπέδωκε τὸ ἴδιον.
ἴδια, ἤγουν εἰ· δι’ ὁμωνύμων φωνῶν ἐκφέρονται, εἰ μὴ ἀντιστρέφουσι
πρὸς τὰ ὑποκείμενα, εἰ μὴ διὰ γνωριμωτέρων τοῦ ὑποκειμένου ἀποδίδονται, καὶ ὅσα ἄλλα οἱ προειρημένοι περιέχουσι τόποι. νῦν δὲ προτίθεται εἰπεῖν περὶ τοῦ ἀπλῶς καὶ κυρίως καλῶς· οὐ γὰρ πᾶν τὸ ἀπηλλοτριωμένον τούτων καὶ μὴ ἔχον ὁμωνύμους φωνὰς ἤ τι τῶν εἰρημένων καὶ ἴδιον ῥητέον ἐξ ἀνάγκης.
67
ἀποδοθῇ, ὥσπερ τὸ εὖ ἀποδεικνύναι οὐδὲν πλέον ἐστὶ τοῦ ἀποδεικνύναι, ὁμοίως καὶ τὸ εὖ φρονεῖν τοῦ φρονεῖν· οὕτω καὶ τὸ καλῶς ἀποδεδομένον
ἴδιον οὐδὲν πλέον ἔχει τοῦ ἰδίου. διὸ ἐπὶ τῶν τοιούτων ὁ τοῦ εὖ ἁμαρτάνων ἁμαρτάνει καὶ τοῦ πράγματος.
ὧν τὸ ἴδιον ἀποδίδοται. εἴτε γὰρ τὸ ἀποδοθὲν ἴδιόν τινος μηδενὶ αὐτῷ
ὑπάρχον φαίνεται, εἴτε ὑπάρχει μὲν παντί, μὴ μέντοι ᾑ ἐκεῖνό ἐκεῖνό ἐστι μηδὲ μόνῳ, εἴτε μὴ πᾶσιν ὑπάρχει τοῖς ὑπ’ αὐτό, οὐ τὸ ἴδιον ἀποδίδοται· ἂν γάρ τινι τῶν ὑπὸ τοῦτο, οὗ τὸ ἴδιον ἀποδίδοται, μὴ ὑπάρχῃ τὸ ἴδιον ἢ ὑπάρχον μὴ ὑπάρχῃ κατὰ τοῦτο, καθ’ ὅ ἐστιν ἐκεῖνο οὗ τὸ ἴδιον ἀποδίδοται, οὐκ ἔστιν ἴδιον. μόνου δὲ τοῦ τελευταίου τὸ παράδειγμα παρέθετο,
ὅτι οὐκ ἔστιν ἴδιον τὸ μηδενὶ ὑπάρχον οὗ ἴδιον ἀποδέδοται ἢ τὸ παντὶ μὲν ὑπάρχον μὴ μόνῳ δὲ ἢ τὸ μὴ παντὶ ἀλλὰ τὸ παντὶ καὶ μόνῳ.
ἐνδέχεται γὰρ τὸ ἀποδοθὲν ἴδιόν τινος παντὶ μὲν ὑπάρχειν ἐκείνῳ οὗ 72 ἀποδέδοται ἴδιον, μὴ μέντοι ᾗ ἐκεῖνό ἐστι μηδὲ μόνῳ. οἷον ἐάν τις ἀνθρώπου
ἴδιον ἀποδῷ τὸ βαδιστικόν· παντὶ μὲν γὰρ τῷ ἀνθρώπῳ ἐστὶ τὸ βαδιστικόν, οὐ μέντοι καὶ μόνῳ· καὶ γὰρ καὶ τὰ ἄλλα τῶν ζῴων βαδιστικά ἐστι.
ἴδιον ἀποδέδωκεν ἀντὶ τοῦ ἱεῖ μή ἐστι τὸ ἴδιον καθ’ αὑτό᾿. οἷον εἴ τις ἀποδοίη ἀνθρώπου ἴδιον τὸ ‘οὐσία ἔμψυχος αἰσθητική᾿. τοῦτο γὰρ τὸ ἴδιον ὁ ἄνθρωπος οὐ καθὸ ἄνθρωπος ἔχει, ἀλλὰ καθὸ ζῷον· τὸ δὲ ἴδιον
καθ’ αὑτό, ἤγουν καθὸ ἐκεῖνό ἐστιν, ὀφείλει ἴδιον ἀποδεδόσθαι. τῷ μέντοι γεωμέτρῃ τὸ ἀνεξαπάτητον οὐχ ὑπάρχει, ὅτι ἀπατᾶται ὁ γεωμέτρης ὑπὸ
τοῦ ψευδογραφοῦντος ποτὲ μὲν δεικνύοντος τὰς δύο πλευρὰς τοῦ τριγώνου μείζους ἦς μιᾶς ποτὲ δὲ τὴν μίαν μείζονα τῶν λοιπῶν.
ὑπάρχειν.
λόγος γὰρ γίνεται, εἰ μετὰ τοῦ γένους εἴη τὸ ἴδιον ἀποδιδόμενον.
δεικνύμενον διά τε τοῦ πρὸ αὐτοῦ τόπου καὶ διὰ τούτου δυνάμει τὸ αὐτό, 76 διότι καὶ καθόλου τὸ ὡς ἴδιον ἀποδοθὲν οὕτω μάλιστα ἐλέγχεται, οὐ μὴν καὶ κατὰ τὴν αὐτὴν ἐπιβολήν· τότε μὲν γὰρ ἐκ τῆς ἐπιβλέψεως τούτων, ὧν ἐλέγετο τὸ ἴδιον εἶναι, ὁ τόπος προῆλθεν, εἰ τὸ μὲν ἕτερον αὐτῶν ὑπάρχει τὸ δὲ ἕτερον οὔ. διὸ ἐπ’ ἐκείνου μὲν ᾧ τὸ ὄνομα ὑπῆρχε, τοι ἴδιον
μὴ ὑπάρχον ἔδειξεν· ἐν γὰρ τούτοις μόνοις ἡ ζήτησις ἦν. ἔμπαλιν δὲ ἐπὶ τούτου· ᾧ γὰρ ὁ λόγος, τούτῳ τὸ ὄνομα ἐδείχθη μὴ ὑπάρχον· δεῖ δὲ καθ’ ὧν τὸ ἕτερον ὑπάρχει, καὶ τὸ λοιπόν.
καὶ εἰ καθ’ οὗ τὸ ὄνομα, καὶ ὁ λόγος ἀληθεύεται. ἔστι δὲ σαφέστερον εἰπεῖν τὸ μὲν ἱεῖ μὴ καθ’ οὗ τοὔνομα κατηγορεῖται, καὶ ὁ λόγος ἀληθεύεται᾿ τοιοῦτον· οἷον εἴ τις ἀποδοίη ἀνθρώπου ἴδιον τὸ μουσικὸν εἶναι, ἀνασκευασθήσεται ὡς μὴ καλῶς ἀποδεδομένον· κατηγορεῖται μὲν γὰρ Σωκράτους τὸ ὄνομα ὁ 1 ἄνθρωπος, ὁ δὲ λόγος τοὐ ἰδίου, 77
ἤτοι τὸ μουσικὸν εἶναι, οὐκ ἀληθεύεται· οὐ γὰρ ἦν ὁ Σωκράτης μουσικός. τὸ δὲ ‘εἰ μὴ καθ’ οὗ ὁ λόγος, καὶ τοὔνομα κατηγορεῖται᾿· οἷον εἴ τις ἀνθρώπου ἴδιον τὸ οὐσία ἔμψυχος αἰσθητική ἀποδοίη, ὁ μὲν λόγος, ἤγουν τὸ ‘οὐσία ἔμψυχος αἰσθητική, ἀληθεύεται κατὰ τοῦ βοὸς καὶ τοῦ ἵππου, ὁ δὲ ἄνθρωπος οὐδαμῶς. καὶ οὕτω μὲν ἀνασκευασθήσεται τὸ μὴ καλῶς
ἀποδεδομένον ἴδιον. κατασκευασθήσεται δέ, εἰ καθ’ οὗ τοὔνομα κατηγορεῖται, καὶ ὁ λόγος ἀληθεύεται· οἷον εἴ τις ἀποδοίη ἀνθρώπου ἴδιον τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν· τοῦ γὰρ Σωκράτους καὶ ὁ ἄνθρωπος κατηγορεῖται καὶ ὁ λόγος ἀληθεύεται, ἤγουν τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν. καὶ ἐπεὶ ἐν τούτῳ ἀντιστρέφει τό τε ὄνομα πρὸς τὸν λόγον καὶ ὁ λόγος πρὸς
τοὔνομα, διὰ τοῦτο καὶ τοῦτο προσέθηκεν, ἤγουν καὶ εἰ καθ’ οὗ ὁ λόγος,
καὶ τοὔνομα κατηγορεῖται.
τὸ γὰρ ἴδιον ἐνυπάρχειν δεῖ καὶ οὐκ ἐνυπάρχεσθαι, ὅτι τὸ αὐτὸ πλειόνων ἔσται καὶ διαφερόντων τῷ εἴδει ἴδιον. εἰ γάρ τις εἴποι τὸ 79 πῦρ ἴδιον τοῦ λεπτομερεστάτου σώματος, διά τί μῆ καὶ τοῦ κουφοτάτου καὶ τοῦ θερμοτάτου καὶ τοῦ καυστικωτάτου καὶ πάντων ἁπλῶς τῶν οὕτως
ὑπαρχόντων αὐτῷ; καὶ οὕτως ἔσται πλειόνων καὶ διαφερόντων τῷ εἴδει τὸ αὐτὸ ἴδιον· δεῖ δὲ τῶν διαφερόντων τῷ εἴδει διάφορα καὶ τὰ ἴδια εἶναι.
εἴ τις· οὖν ἴδιον θείη τούτων πάντων τὸ πῦρ, οὐ καλῶς ἀποδοίη ἄν τὸ ἴδιον.
ἤγουν τῆς γῆς, καλῶς ἀπέδωκε τὸ ἴδιον, ἐπεὶ καὶ κατὰ μόνης
τῆς γῆς λέγεται τοῦτο καὶ ἀντιστρέφει. τοῦτο γὰρ δηλοῖ τὸ καὶ ὡς τὸ ἴδιον κατηγορεῖται, ἤτοι ὡς πέφυκε τὸ ἴδιον λέγεσθαι· πέφυκε δὲ λέγεσθαι κατὰ τὸ ἀντιστρέφειν. † εἰ οὖν λέγοντός τινος μὴ εἶναι τοῦτο ἴδιον γῆς, καλῶς ἂν κατασκευασθήσεται κατὰ τὴν τοῦ τόπου τούτου παράδοσιν.
συμβάλλεται· εἴη δ’ ἄν τὸ τοιοῦτον διαφορά τις κατά τινος ἑνὸς εἴδους λεγομένη) ὡς ἴδιον ἀποδιδόναι , τουτέστιν οὐ χρὴ τὴν οὐσιώδη διαφορὰν τὴν ἀντιστρέφουσαν ἑνὶ εἴδει ἴδιον λέγειν. διαφέρει δὲ τὸ νῦν εἰρημένον τοῦ τὸν ὁριστικὸν λόγον ὡς ἴδιον ἀποδεδωκότος τῷ τὸν ὁρισμὸν ἐκ πλειόνων διαφορῶν συγκεῖσθαι.
οὐσίαν τοῦ ἀνθρώπου τοῦτο δηλοῖ, οὐκ ἔστι τοῦ ἀνθρώπου τοῦτο ἴδιον. εἰ δὲ ἀποδέδωκεν ἴδιον τὸ μὴ κατὰ μέθεξιν καὶ μὴ οὐσιωδῶς ὑπάρχον τινί, 82 καλῶς ἀποδέδωκε· τὸ τοιοῦτον γὰρ οὐ τὸ τί ἦν εἶναι καὶ τὴν οὐσίαν δηλοῖ, ἀλλὰ καὶ ἀντικατηγορεῖται καὶ ἀντιστρέφει πρὸς τὸ ὑποκείμενον, ὥσπερ εἴ τις εἴποι ἴδιον τοῦ ζῴου τὸ αἰσθάνεσθαι πεφυκός. εἰ οὖν κεῖται τοῦτο ἴδιον εἶναι τοῦ ζῴου , ἐπειδὴ οὐ κατὰ μέθεξιν ἐνυπάρχει,
ἤγουν ἐπειδὴ οὐκ ἔστι διαφορὰ οὐσιώδης τοῦ ζῴου οὐδὲ τὴν οὐσίαν αὐτοῦ δηλοῖ καὶ γὰρ ἀντικατηγορεῖται πρὸς αὐτὸ καὶ ἀντιστρέφει, ἐπειδὴ καὶ εἴ τι ζῷον, αἰσθητικόν, καὶ εἴ τι αἰσθητικόν, ζῷον), ἔσται λοιπὸν καλῶς ἀποδεδομένον τὸ ἴδιον.
οὔτε διαφορά, ἅ εἰσι πρότερα τῇ φύσει τοῦ ὑποκειμένου, ἀλλ’ ἅμα τε ὑπάρχει τῷ οὗ ἐστιν διὸν καὶ ἀεί. εἰ οὖν τὸ ἀποδιδόμενον ἴδιόν τινος ·μὴ ἅμα εἴη αὐτῷ, ἀλλ’ ἢ πρότερον, πρὸ τοῦ εἶναι τὸ πρᾶγμα, ὑπάρχοι ἢ
ὕστερον, ἤδη ὄντος ἐκείνου, εἰ καὶ τοὔνομα ἀληθεύεται κατ’ αὐτοῦ, οὐκ ἔστιν ἴδιον τὸ ἀποδοθέν. οἷον εἴ τις θείη τοῦ ἀνθρώπου ἴδιον τὸ βαδίζειν ἐν ἀγορᾷ· πρῶτον γάρ ἐστι τὸ εἶναι ἄνθρωπον, εἶτα τὸ βαδίζειν ἐν ἀγορᾷ.
διὰ τοῦτο οὖν οὐκ ἔστιν ἴδιον τοῦ ἀνθρώπου τὸ διὰ τῆς ἀγορᾶς βαδόζειν, ὅτι οὐκ εὐθὺς τῷ εἶναι ἄνθρωπον κατ’ αὐτοῦ ἀληθεύεται καὶ τὸ
διὰ τῆς ἀγορᾶς βαδίζειν. ἀλλ’ οὐδὲ τὸ ἐμψύχῳ εἶναι, ὅτι ἦν ἔμψυχος καὶ κατὰ γαστρὸς εντι ὤν, ὅτε μήπω ἦν ἄνθρωπος. | ἢ οὖν τὸ τοιοῦτον
οὐδέποτε ἔσται ἴδιον τοῦ ἀνθρώπου ἐνδέχεται γὰρ καὶ ἄλλῳ τινὶ γενέσθαι, οἷον ἵππῳ ἢ βοί), ἢ εἰ γένοιτό ποτε ἴδιον, ἀλλ’ οὐκ ἀεὶ ἔσται ἴδιον. διὸ οὐ καλῶς ἀποδίδοται τοῦ ἀνθρώπου ἴδιον τὸ βαδίζειν ἐν ἀγορᾷ· τὸ
γὰρ κυρίως ἴδιον καὶ μόνῳ ὀφείλει οὗ ἐστιν ἴδιον εἶναι καὶ ἀεί. ἐπεὶ δὲ καὶ ἡ διαφορὰ καὶ ὁ ὅρος μόνῳ τε ὑπάρχουσι καὶ ἀεὶ τῷ ὑποκειμένῳ,
διὰ τοῦτο πρόσκειται τῷ εἰ ἅμα ἐξ ἀνάγκης ἀεὶ ὑπάρχει τὸ λεγόμενον ἴδιον τὸ μήτε ὅρος ὂν μήτε διαφορά· ταῦτα γὰρ οὐκ εἰσὶν ἴὸια, ὡς 84 εἴρηται. οὕτω γοῦν ἀποδοθὲν τὸ ἴδιον, ὥστε μήτε πρότερον εἶναι τοῦ ὑποκειμένου μήτε ὕστερον ἀλλ’ ἅμα τούτῳ καὶ ἀεὶ καὶ μήτε διαφορὰν μήτε ὅρον εἶναι, καλῶς ἔσται ἀποδεδομένον· καὶ εἴ τις θείη μὴ εἶναι τὸ τοιοῦτον διὸν, κατασκευασθήσεται δι’ ὧν παραδίδωσιν ὁ τόπος.
85
ἐστι, μή ἐστι τὸ αὐτὸ ἴδιον.
ἐπὶ τῶν τῷ ἀριθμῷ ταὐτῶν καὶ ἐπὶ τῶν κατ’ ἀναλογίαν. ἄν δή τι μὴ ᾖ τινος τῶν αὐτῶν ᾧ ἀπεδόθη τὸ] ἴδιον, οὐδ’ ἄν οὗ ἀπεδόθη ἴδιον. οἷον ταὐτόν ἐστι διωκτόν τε καὶ αἱρετόν· τῷ γὰρ ἀριθμῷ • εἰ δή τις ἀποδοίη
διωκτοῦ ἴδιον τὸ φαίνεσθαί τισιν ἀγαθόν, ἄν δειχθῇ μὴ ὂν τοῦ αἱρετοῦ ἴδιον οὐ γὰρ τό τισι φαινόμενον ἀγαθὸν αἱρετὸν ἀλλὰ τὸ τῇ αὑτοῦ
φύσει τοιοῦτον), οὐκ ἄν τοῦ διωκτοῦ ἴδιον εἴη.
ἤγουν τῷ ὑπο\κειμένῳ, τῶν αὐτῶν· ὁ γὰρ ἄνθρωπος καὶ ὁ βροτὸς ταὐτὸν
τῷ ὑποκειμένῳ, ἤγουν τῷ ἀριθμῷ, κατὰ τὸ ὄνομα διαφέροντα. ὁμοίως δὲ καὶ ἐπὶ τῶν συμβεβηκότων, εἴ τινα εἶεν τῶν πολυωνύμων, ὃ ἴδιον ἔχει τὸ κατά τι τῶν ὀνομάτων ὀνομαζόμενον, τὸ αὐτὸ ὀφείλει ἔχειν καὶ τὸ καθ’ ἕτερον τῶν τοιούτων ὀνομάτων. τοῖς γὰρ αὐτοῖς καθό εἰσι ταὐτά, ἤγουν καθὸ ἄνωθεν διείλομεν, τὰ αὐτὰ ἴδια δεῖ ὑπάρχειν ἢ μὴ ὑπάρχειν • εἰ
γὰρ τῷ ἑνὶ ὑπάρχει, καὶ τῷ ἑτέρῳ ὑπάρξει, εἰ δὲ μὴ τῷ ἑνί, οὐδὲ τῷ ἑτέρῳ.
δέ ἐστι τὰ κατ’ εἶδος ἀλλήλων διαφέροντα, τούτων δὴ ἀνάγκη καὶ τὰ ἴδια
τῷ γένει τὰ αὐτὰ εἶναι· εἰ γὰρ τοῦ ἀντιδιῃρημένου τὸ ἀντιδιῃρημένον ἴδιον, καὶ τοῦ ἀντιδιῃρημένου τὸ ἀντιδιῃρημένον, καὶ εἰ μή, οὔ. οἷον εἴ τις ἀποδοίη ἵππου ἴδιον εἶναι τὸ ἑστάναι ὑφ’ ἑαυτοῦ, ἀνασκευασθήσεται μὴ ἴδιον εἶναι. ἐπεὶ γὰρ ὁ ἄνθρωπος ταὐτόν ἐστι τῷ ἵππῳ κατὰ γένος, εἰ
τοῦ ἵππου ἴδιον ἐστι τὸ ὑφ’ ἑαυτοῦ ἑστάναι, εἴη ἄν καὶ τοῦ ἀνθρώπου δίον τὸ ὑφ’ ἑαυτοῦ κινεῖσθαι· ταὐτὸν γὰρ τῷ γένει τὸ ἵστασθαι καὶ τὸ
καινεῖσθαι· ἀλλ’ οὐκ ἔστι τοῦ ἀνθρώπου ἴδιον τὸ κινεῖσθαι· οὐδ’ ἄρα τοῦ ἵππου ἴδιον ἄν εἴη τὸ ἑστάναι.
ἰδίων τῶν ὁμογενῶν ἀλλήλοις ἑνὶ εἴδει ὑπάρχῃ τὸ δὲ ἕτερον πολλοῖς, ουτε πρὸς ἀνασκευὴν οὔτε πρὸς κατασκευὴν ὁ τόπος χρήσιμος. τὸ γοῦν πεζὸν δίπουν ὁμογενές ἐστι τῷ πεζῷ τετράποδι· ἀλλ’ εἰ τὸ πεζὸν δίπουν ἑνὶ εἴδει ὑπάρχει τῷ γὰρ ἀνθρώπῳ), τὸ δὲ πεζὸν τετράπουν πλείοσιν, οὔτε, ἐπεὶ μὴ ἴδιον τὸ πεζὸν τετράπουν ἵππου, διὰ τοῦτο οὐδ’ ἀνθρώπου ἴδιον
τὸ πεζὸν δίπουν, οὔτ’, εἰ ἀνθρώπου ἴδιον τὸ πεζὸν δίπουν, διὰ τοῦτο καὶ ἴδιον ἔσται ἵππου τὸ πεζὸν τετράπουν. τότε οὖν ὁ τόπος ἐπὶ τῶν τοιούτων ἔσται χρήσιμος, ὅταν ὁμοίως ἀμφότερα τὰ ὁμογενῆ ἀλλήλοις ἑνὶ εἴδει ἑκάτερον ὑπάρχῃ ἢ μηδέτερον αὐτῶν ἑνὶ ὑπάρχῃ. δεῖ δὲ αὐτὰ καὶ ἀντίθεσίν τινα ἔχειν πρὸς ἄλληλα.
91
διδάξαι. ὁ δὲ τόπος τοιοῦτος, ὅθεν τὴν ἀφορμὴν τῆς ἐπιχειρήσεως λαμβάνουσιν· τὸ ταὐτὸν καὶ τὸ ἕτερον πλεοναχῶς λέγεται· καὶ γὰρ καὶ γένει καὶ εἴδει καὶ ἀριθμῷ καὶ ἀναλογίᾳ. καὶ τὸ μέν τι καὶ τῷ ὑποκειμένῳ καὶ τῷ λόγω ταὐτόν ἐστιν, ᾧ ὑπάγοιτ’ ἂν τὸ κατ’ ἀριθμὸν 93 ταὐτόν, τὸ δέ τι κατὰ τὸ ὑποκείμενον μόνον ταὐτὸν λέγεται, ὡς ἐπὶ τῶν ἑτερωνύμων· τούτων γὰρ τὸ μὲν ὑποκείμενον ἕν τε καὶ ταὐτόν ἐστιν, ὁ μέντοι λόγος αὐτῶν οὐχ ὁ αὐτός, ὡς ἐπὶ ἀναβάσεως ἔχει καὶ καταβάσεως , ὅταν κατὰ ἑνός, τῆς κλίμακος, καὶ ἄμφω τὰ ὀνόματα λέγηται· τὸ γὰρ ὑποκείμενον
ἕν ἐστιν, αὐτὴ ἡ κλῖμαξ. λέγεται ταὐτὸν καὶ τὸ ὑποκείμενον μετὰ
τοῦ συμβεβηκότος αὐτῷ τῷ ὑποκειμένῳ, οἷον λευκὸς ἄνθρωπος ἀνθρώπῳ. τὰ δὲ οὕτως λεγόμενα ταὐτὰ οὐχ ἁπλῶς ἐστι ταὐτὰ ἀλλὰ τῷ ὑποκειμένῳ, τῷ δὲ λόγῳ ἕτερα· ἕτερος γὰρ λόγος ἀνθρώπου καὶ ἕτερος λευκοῦ ἀνθρώπου, καίτοι κατὰ τὸ ὑποκείμενον ἕν ἐστιν ἄμφω. ἐπεὶ τοίνυν τὸ ταὐτὸν καὶ τὸ
ἕτερον πλεοναχῶς λέγεται, χαλεπώτερον δοκεῖ τὸ ἑνὸς μόνου ἴδιόν τι ἀποδοῦναι· πᾶν γὰρ τὸ ὡς ἴδιόν τινος ἀποδοθὲν δοκεῖ οὐ μόνου εἶναι ἴδιον
οὗ ἀπεδόθη.
λέγοντας ὅτι μὴ ἁπλῶς ταὐτὰ μηδὲ ἀπλῶς ἕτερα τό τε ᾧ συμβέβηκε καὶ τὸ συμβεβηκὸς μετὰ τοῦ ῷ συμβέβηκεν, ἀλλὰ τῷ μὲν λόγῳ ἕτερα τῷ δὲ ὑποκειμένῳ ταὐτά, καθ’ ὃ καὶ τὸ ἴδιον ἀπεδόθη • ταὐτὸν γὰρ τὸ ὑποκείμενον ἔν τε ἀνθρώπῳ καὶ λευκῷ ἀνθρώπῳ, ὁ μέντοι λόγος αὐτῶν ἕτερος. ὁ οὖν ἐπ’ ἀμφοῖν, φησί, τὸ αὐτὸ ἴδιον ἀποδιδοὺς τὸ ἓν ὑποκείμενον
εἰς δύο διαιρεῖ, ἄλλο μὲν ὑποκείμενον λέγων ἄλλο δὲ τὸ μετὰ τοῦ συμβεβηκότος. βηκότος. ὡσαύτως καὶ εἴ τις, φησίν, ἴδιον ἐπιστήμης ἀποδιδοίη τὸ ἀμετάπειστον ὑπὸ λόγου καὶ ἐπιστήμονος κατὰ τὴν ἐπιστήμην· ἔστι γάρ, φησίν, οὐχ ἕτερον τῷ ὑποκειμένῳ τὸ ἐπὶ τῶν ἕξεων λεγόμενον καὶ τὸ ἐπὶ τῶν κατὰ τὰς ἕξεις διακειμένων • ταῦτα γὰρ τῇ πτώσει διαφέρει καὶ οὐ
τῷ ὑποκειμένω.
λέγεται, ὡς ἄνωθεν διείλομεν, ἔργον, φησίν, ἔχουσιν οἱ σοφιστικῶς 95 διαλεγόμενοι ἑνός τινος ἀποδιδόναι τὸ ἴδιον, χρώμενοι τῷ ταὐτὸν εἶναι τό τε συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκε καὶ λέγοντες ‘ὃ ὑπάρχει τινὶ ᾧ συμβέβηκέ τι, καὶ τῷ συμβεβηκότι μετὰ τοῦ ὑποκειμένου ὑπάρξει’. καὶ σαφηνίζει τοῦτο διὰ τοῦ παραδείγματος. εἶτά φησιν ἀνασκευάζεσθαι τὰ τοισῦτα
τῶν ἰδίων διὰ τῆς ἑτερότητος, λέγοντας ἄλλο μὲν εἶναι τὸ ὑποκείμενον αὐτὸ καθ’ αὑτό, δίχα δηλονότι τοῦ συμβεβηκότος, ἄλλο δὲ τὸ συναμφότερον οἷον εἰπόντος τινὸς ἴδιον εἶναι ἀνθρώπου οὐσίαν ἐπιδεκτικὴν χρώματος διακριτικοῦ ὄψεως τοῦτο γὰρ τὸ ἴδιον ὑπάρξει καὶ τῷ λευκῷ ἀνθρώπῳ) ὁ ἀνασκευάζων ἐρεῖ ἄλλο μὲν εἶναι τὸν ἄνθρωπον, ἄλλο δὲ τὸν
λευκὸν ἄνθρωπον, καὶ ἄλλο μὲν τὴν ἕξιν, οἷον τὴν ἐπιστήμην, ἄλλο δὲ τὸ
κατὰ τὴν ἕξιν, ἤγουν τὸν ἐπιστήμονα. τὸ δ’ ἐφεξῆς προσκείμενον τὸ γὰρ τῇ ἕξει ὑπάρχον καὶ τὰ λοιπὰ ἀξίωμά ἐστι τῶν χρωμένων ἐπὶ τῶν τοιούτων τῇ ταὐτότητι τοῦ τε ὑποκειμένου καθ’ αὑτὸ καὶ τοῦ ὑποκειμένου σὺν τῷ συμβεβηκότι. εἶτα τὸ ὑπόδειγμα τοῦ διὰ τῆς ἑτερότητος ἀποδεικνύντος
τὸ οὕτως ἀποδιδόμενον ἴδιον κατασκευαστικόν ἐστι. κατασκευάζοντας γὰρ δεῖ λέγειν, ὡς οὐκ ἔστιν ἁπλῶς, ἤγουν καθόλου, ἕτερον ἄνθρωπος
καὶ ἕτερον ἄνθρωπος λευκός, ἀλλὰ κατὰ τὸν ὁρισμὸν καὶ τὸ εἶναι. ᾗ μὲν γὰρ οὐσία, καὶ ἄμφω, ὅ τε ἄνθρωπος καὶ ὁ λευκὸς ἄνθρωπος, ταὐτόν εἰσι, κατὰ δὲ τὸν ὁρισμὸν διαφέρουσιν· ὁ μὲν γὰρ ζῷον λογικὸν θνητὸν νοῦ
καὶ ἐπιστήμης δεκτικόν, ὁ δὲ λευκὸς ἄνθρωπος ταῦτά τε καὶ ἐπιδεκτικός χρώματος διακριτικοῦ ὄψεως. ἄλλως τε καὶ ὅτι οὐδὲ ὁ αὐτὸς ὁρισμός ἐστιν ἐπιστήμης καὶ ἐπιστήμονος, ἀλλ’ ἐπιστήμη μέν ἐστιν ἡ ἀμετάπειστος, ἐπιστήμων δὲ ὁ ἀμετάπειστος· διαφέρουσιν οὖν οἱ ὅροι κατὰ τὰς πτώσεις.
πρὸς γὰρ τὸν σοφιστὴν τὸν κατὰ πάντα τρόπον ἐνιστάμενον δεῖ ἀντιτάσσεσθαι
καὶ ἀπὸ τῶν πτώσεων καὶ ἀφ’ ἑτέρων ὧν ἂν δύνῃ.]
ὅτι γὰρ δεκτικός ἐστιν αὐτῆς, οὐχ ὅτι ἀεί ἐστιν ἐν αὐτῷ) καὶ τὸ 98 γενειάσκειν καὶ τὸ πολιοῦσθαι. ἄν δή τις τὸ οὕτως ὑπάρχον τινὶ καὶ οὕτως ἴδιον αὐτοῦ ὂν ἀποδῷ τῇ λέξει ὡς ἀεὶ αὐτῷ ἐνεργεία παρόν, μὴ προσθεὶς τὸ φύσει ἢ ἄλλο τι ὃ πρὸς τὸ δέξασθαι αὐτὸ ἐπιτηδειότητα σημαίνει, οὐκ ἄν τὸ ἴδιον λέγοι. οἷον εἰ ἀπλῶς τις εἴποι τοῦ ἀνθρώπου ἴδιον εἶναι
τὸ πεζὸν δίπουν· τὸ γὰρ δίπουν ὡς ἀχώριστον αὐτοῦ καὶ ἐξ ἀνάγκης αὐτῷ ὑπάρχον δοκεῖ λαμβάνειν ὁ οὕτως λέγων. ἀλλ’ οὐχ οὕτως ἐν τῇ φύσει ὑπάρχει, <εἰ> καὶ κατὰ φύσιν αὐτῷ· ἐπεὶ ἔσται τις ἄνθρωπος καὶ οὐ ἀλλ’ οὐ κατὰ φύσιν. ὁμοίως οὐδὲ τὸ ἐπίστασθαι ἴδιον ἀνθρώπου, ἀλλὰ
τὸ ἐπιστήμης εἶναι δεκτικῷ.
99
καὶ ἐπὶ τοῦ μὴ πρώτως ἔχοντος αὐτό. καὶ τούτου οὕτως ἔχοντος συμβήσεται
οὐ καθ’ οὗ ὁ λόγος καὶ τὸ ἴδιον ἀληθεύεται, κατὰ τούτου καὶ τοὔνομα τοῦ πράγματος ἀληθεύεσθαι. εἰ γὰρ εἴη τῆς ἐπιφανείας ἀποδιδόμενον ἴδιον τὸ κεχρῶσθαι, τὸ μὲν κεχρῶσθαι καὶ κατὰ σώματος κατηγορεῖται, οὐκέτι δὲ καὶ ἡ ἐπιφάνεια, ἧς ἴδιον ταὐτὸν ἀπεδόθη·
οὐ γάρ ἐστι τὸ σῶμα ἐπιφάνεια. ἀλλὰ κἄν σώματος ἴδιον ἀποδοθῇ τὸ κεχρῶσθαί, καὶ κατὰ τῆς ἐπιφανείας κατηγορεῖται, οὐ μὴν καὶ τὸ σῶμα. δεῖται οὖν διορισμοῦ τινος τὸ οὕτως ἀποδιδόμενον τῶν τοιούτων ἴδιον, 100 ὡς διὰ τῶν ἑξῆς δείκνυται, λόγον δὲ τὸ ἴδιον λέγει, ἐπεὶ εἶπε τὴν τοῦ ἰδίου ἀπόδοσιν μετὰ τοῦ γένους ποιεῖσθαι.
προσδιοριζόμενοι κατὰ τίνα τρόπον ἀποδιδόασι ταῦτα, ἐπειδὴ ἐπιχειροῦσιν ἀποδιδόναι τὸ ἴδιον ἢ τὸ φύσει ὑπάρχον, ὅπερ ἐστὶ κατὰ τὸ δεκτικὸν εἶναι αὐτοῦ τὸ ὑποκείμενον καὶ μὴ κατὰ τὸ ἐνεργείᾳ παρεῖναι, ἢ τὸ ἁπλῶς ὑπάρχον, ὅπερ ἐστὶ τὸ ἐπ’ ἔλαττον ἐνδεχόμενον, ἢ κατ’ ἄλλους τρόπους, ὅσους δὴ καὶ ἀριθμεῖται, ὧν ἕκαστον διὰ τοῦ οἰκείου παραδείγματος δῆλον
ποιεῖ. μὴ γὰρ διορισάμενός τις ἢ προσθεὶς ἐφ’ ἑκάστου τῶν τοιούτων ἰδίων τὸν ἁρμόζοντα ἑκάστῳ τῶν τρόπων, οὓς κατὰ μέρος παρέθηκε, προσδιορισμὸν φανερὸν ὅτι ἁμαρτάνει καὶ οὐκ ἀποδίδωσι καλῶς ἐφ’ ἑκάστου τὸ ἴδιον.
τῶν διορισμοῦ τινος δεομένων. διὸ καὶ ἕκαστον τῶν τοιούτων ἰδίων ἀνασκευασθήσεται διὰ τοῦ ὀφείλοντος κεῖσθαι προσδιορισμοῦ μὴ προστεθέντος
δὲ ὑπὸ τοῦ προσδιαλεγομένου.
ἴδιον εἰς τὴν τῆς ἀντιστροφῆς ἁμαρτίαν· οὐ γὰρ ἐφ’ ὧν τοὔνομα, καὶ ὁ λόγος κατηγορεῖται. γῆ μὲν γὰρ καὶ ἡ τυχοῦσα βῶλος, βαρυτάτη
δὲ οὐκέτι· καὶ πῦρ μὲν ἄνθραξ καὶ φλὸξ καὶ φῶς, λεπτομερέστατον δὲ μόνον τὸ φῶς.
ὀνόματος οὗ τὸ ἴδιον ἀποδέδοται σημαινόμενα ἑνὸς εἴη εἴδους, ὑγιὴς
ἡ ἀπόδοσις, εἰ δὲ πλειόνων εἰδῶν, οὐκέτι ὑγιὴς ἡ προσθήκη ἐπὶ τῶν οὕτως ἐχόντων, ἡ ὅτι τῷ εἴδει ἴδιον τὸ ἀποδοθέν· καὶ οὕτως <γὰρ> ἐνδέχεται ἁμαρτάνειν, εἰ μὴ προσδιορίσαιτο καὶ κατὰ τί τοῦ πράγματος. ἐπ’ ἐνίων γὰρ οὐκ ἔχει οὕτως, ὡς ἐπὶ τοῦ πυρός,
εἴ τις κουφότατον εἴποι τὸ πῦρ μὴ διαστείλας τὸ φῶς | ἐν τῷ 108 μὴ προσθεῖναι τὸ τῷ μέρει· πυρὸς γὰρ μέρη ·ἄνθραξ καὶ φλὸξ καὶ φῶς, ὧν ἕκαστον πῦρ λέγεται, ἀλλὰ τὸ φῶς μόνον ἐστὶ τὸ κουφότατον. κοινότερον δὲ νῦν καὶ τὸ φῶς πῦρ λέγει κατὰ δόξαν 109 τινῶν· ἐπεὶ αὐτῷ οὐ δοκεῖ πῦρ εἶναι τὸ φῶς, ὅτι μηδὲ σῶμα, πᾶν δὲ πῦρ σῶμα. ὁ δὴ λέγων πυρὸς τῷ εἴδει ἴδιον εἶναι τὸ λεπτομεγέστατον οὐχ ὑγιῶς ἀποδίδωσι διὰ τὸ πλείω εἴδη εἶναι τοῦ πυρὸς καὶ ἑνός τινος αὐτῶν ἴδιον εἶναι, τοῦ φωτός, πυρὸς λεγομένου ἀλλ’ οὐ
του πυρὸς κοίνως.
ὅταν μὴ καὶ τὸ ὄνομα μᾶλλον κατηγορῆται καθ’ οὗ καὶ τὸ ἴδιον ἀληθεύεται μᾶλλον. καθ’ οὗ γὰρ τὸ βαρύτατον ἀληθεύεται μᾶλλον, κατὰ τούτου τὸ τῆς γῆς μᾶλλον ὄνομα κατηγορεῖται· ἡ γὰρ μᾶλλον γῆ βαρυτάτη· οὕτως γὰρ γῆς ἴδιον τὸ ἀποδιδόμενον γίνεται. εἰ δὲ μὴ καθ’ οὗ τὸ ἴδιον μᾶλλον, καὶ τοὔνομα μᾶλλον, οὐκ ἔστιν ἴὸιον. ὡς ἐπὶ τοῦ
πυρός· οὐ γὰρ ᾧ τὸ λεπτομερέστατον ὑπάρχειν ἴδιον ἀπεδόθη, τούτῳ καὶ τὸ μᾶλλον πῦρ· διὸ οὐκ ἴδιον. τὸ μὲν γὰρ φῶς τὸ λεπτομερέστον, μᾶλλον δὲ πῦρ ἄνθραξ καὶ φλὸξ τοὐ φωτός.
πυρὸς ἔσται ἴδιον, διότι ἀπεδόθη τούτου, τοῦ δὲ φωτός, ὅτι μάλιστα ὑπάρχει τούτῳ μὴ ὄντι μάλιστα πυρί. οὐ δεῖ δὲ ταὐτὸν ἴδιον εἶναι τοῦ τε γένους καὶ ἑνὸς εἴδους τῶν ὑπὸ τὸ γένος· ἔσται γὰρ τὸ αὐτὸ πλειόνων τε καὶ
οιαφεροντων ιοιον.
τὸ ἴδιον ἐπιχειρητέον ἀπελέγχειν αὐτόν, αὐτῷ δέ, ἤγουν σοί, οὐ δοτέον ἐστὶ ταύτην τὴν ἔνστασιν, τουτέστιν εἰ δὲ σὺ τοιοῦτον ἀποδοίης ἴδιον, οὐ δεῖ ἐπιφέρειν ἑαυτῷ τὴν ἔνστασιν, ἤγουν αἰτίαν διδόναι τῷ προσδιαλεγομένῳ ἐνίστασθαί σοι, ἀλλὰ δεῖ σε εὐθὺς διορίζειν, ὃν τρόπον ἀποδίδως τὸ ἴδιον, καθ’ ἕνα τῶν ἐκτεθέντων.
113
τὸ τῆς οὐσίας αὐτοῦ δηλωτικὸν ὡς ἴδιον <ἂν> ἀποδοίη. κεῖται δὲ ὅτι τὸ εἶναι καὶ τὴν οὐσίαν τινὸς δηλοῦν οὐκ ἴδιον· οὐ γὰρ ἦν ἴδιον τὸ σημαῖνον
τὸ τί ἦν εἶναι, καὶ ἐν τῇ τῶν προβλημάτων διαιρέσει ὁρικὰ εἶπεν εἶναι τὰ τοιαύτα.
ἔμψυχος αἰσθητική, καὶ πᾶσα οὐσία ἔμψυχος αἰσθητικὴ ζῷον.
τε θατέρου ἕτερον ἴδιον ἀποδίδοσθαι, οἷον τὸ σημεῖον, τὸ ἀμερές, τὸ ἐλά- χιστον ἢ ἀδιάστατον· δοκεῖ γὰρ ἐπὶ τούτων καὶ τὰ σημαινόμενα διαφέρειν. οἷς δ’ ἄν προσῇ καὶ σαφεστέρως καὶ γνωριμωτέρως, μᾶλλον ἐναρμόττει.
116
μέν· εἰ ἀπεδόθη ἴδιον τοῦ ὅλου, τοῦτο δὲ οὐ προσαρμόζει
καὶ τῷ μέρει, οὐ καλῶς ἦν ἀποδεδομένον τὸ ἴδιον· ἢ εἰ ὃ τοῦ μέρους ἴδιον ἀπεδόθη, καὶ τῳ ὅλῳ οὐ προσαρμόζει, οὐ καλῶς εἴη ἂν ἀποδεδομένον τὸ ἴδιον. τοῦτο δὲ γίνεται ἐπί τινων, τὸ ἀποδιδόναι μὲν ἴδιον ἐπὶ τὸ σύμπαν ἐνίοτε ἀποβλέψαν|τα, τὸ δὲ ἀποδοθὲν ἴδιον μὴ προσαρμόζειν τῷ μέρει· 117 οἷον τῆς θαλάσσης ἴδιον τὸ πλεῖστον ἁλμυρὸν ὕδωρ. τοῦτο δὲ οὐ
προσαρμόζει τῷ μέρει· οὐ γὰρ ἂν σχοίης ἀποδοῦναι τῆς θαλάσσης τινὸς τὸ πλεῖστον ἁλμυρὸν ὕδωρ, ἐπειδὴ ἡ τὶς θάλασσα μόριόν ἐστιν ἐλάχιστον τῆς ὅλης. πῶς ἄν οὖν εἴποιμεν ἐπ’ αὐτοῦ τὸ πλεῖστον; ὥστε οὐδ’ αὐτῆς τῆς θαλάσσης εἴη ἄν ἴδιον τὸ ἀποδοθέν, ἐπεὶ οὐ προσαρμόζει καὶ τῷ μέρει.
ῥεῖ. πολλάκις δ’ ἄν ἀποδοίη τις ἴδιον τοῦ μέρους αὐτῷ μὲν τῷ μέρει
ἐπισκεψάμενος ἴδιον ἀποδιδόναι μὴ προσαρμόζον δὲ καὶ τῷ ὅλῳ· οὐδὲ οὗτος ἀποδοίη ἄν τὸ ἴδιον καλῶς. εἰς τὸν αὐτὸν τόπον.]
δοκεῖ, δῆλον ὅτι καὶ τὸ ὁμοιομεροῦς τινος ἴδιον ἀποδεδομένον παντὶ ὑπάρπροσθετέον 118 χεῖ τῷ ὁμοιομερεῖ, ὁμοίως ὅλῳ τε καὶ τοῖς μέρεσιν αὐτοῦ. ἄν δή τις τοιοῦτον ἴδιον τῶν ὁμοιομερῶν τινος ἀποδῷ, ὃ τῷ ὅλῳ μὲν ὑπάρχει τοῖς δὲ μέρεσιν αὐτοῦ μηκέτι, ἡ ἔμπαλιν, ἀνασκευάζομεν ὡς οὐκ ἔστιν ἴδιον τὸ ἀποδιδόμενον ἴδιον. δεῖ οὖν τὸ ἀποδιδόμενον ἴδιον ὁμοιομεροῦς τινος καὶ τῷ ὅλῳ
καὶ τοῖς μέρεσιν αὐτοῦ ὑπάρχειν. οὕτω γῆς ἴδιον τὸ κάτω φέρεσθαι
κατὰ φύσιν· καὶ γὰρ κατὰ πάσης γῆς καὶ κατὰ τινὸς ἀληθεύεται· ἔστι γὰρ καὶ τῆς τινὸς γῆς, καθόσον ἐστὶ γῆ, ἴδιον τὸ κάτω φέρεσθαι κατὰ φύσιν, οὐ καθὸ ὁμοιομερής, ὥσπερ οὐδὲ τῆς πάσης καθὸ πᾶσα. τὸ δὲ ἔστι δὲ αὐτῶν ἴδιον κατὰ τὸ σύμπαν δηλωτικόν ἐστι τοῦ τε
ὡς ὅλου λαμβανομένου καὶ τῶν μορίων ἑκάστου.
τῶν ἰδίων τόπους, ὥσπερ ἐποίησε καὶ ἐπὶ τῶν πρὸς τὸ συμβεβηκὸς καὶ πρὸς τὸ γένος παραδοθέντων τόπων. καὶ ἐπεὶ τετραχῶς τὰ ἀντικείμενα,
πρῶτον ἀπὸ τῶν ἐναντίων ἄρχεται.
ἐπὶ ταύτης ὁ αὐτὸς λόγος· πάσα γὰρ κακία ἕξις ἐστὶν ἡ χειρίστη.
σχέσει τὸ εἶναι ἔχει. εἴη δ’ ἄν οἰκειότερον τῷ προκειμένῳ παράδειγμα, εἰ ληφθείη ἡμῖν μία μὲν ἀντίθεσις κατὰ τὸ πρός τι αἴσθησις, αἰσθητόν,
ἑτέρα δὲ ἀντίληψις διὰ σώματος καὶ ἀντιληπτὸν διὰ σώματος· εἰ γὰρ αἰσθήσεως ἴδιον ἡ διὰ σώματος ἀντίληψις, εἴη ἄν καὶ τοῦ αἰσθητοῦ ἴδιον τὸ διὰ σώματος ἀντιληπτόν. οὐκ ἔστι δὲ τοῦ διπλασίου ἴδιον τὸ ὑπερέχον· οὐ γὰρ μόνον τοῦτο ὑπερέχον.
λεγόμενον.
τὸ ἕτερον αὐτῶν δείξας μὴ ὑπάρχον τὸ ἕτερον ὑπάρχον ἔδειξεν· οὐδὲν γὰρ μεταξὺ τῆς ἀντιφάσεως. ἢ ὑπάρχον μὲν αὐτῷ δείκνυται, οὐ μὴν καὶ ὡς
ἴδιον ὑπάρχον. ἢ δύναται μηδὲ τὴν ἀρχὴν ὑπάρχειν αὐτῷ τὸ ἀντικεί- μενον τῷ μὴ ιοιῳ, εἰ τὸ οειχθεν μὴ ιοιον ὑπάρχει μὲν αὐτῷ, μὴ ὡς ἰήιον δέ· οὐ γάρ, εἰ τοῦ ἀνθρώπου μή ἐστιν ἴδιον τὸ ἔμψυχον, ἤδη αὐτῷ καὶ
οὐχ ὑπάρχει. οἰκειότερον δὲ ἐπὶ τοῦ ζῴου τὸ αἰσθητικὸν μεταλαμβάνειν ἀντὶ τοῦ ἐμψύχου· τὸ γὰρ ἔμψυχον ὑπάρχει μὲν αὐτῷ, οὐχ ὡς ἴδιον δέ.
ἔστι δὲ ὁ μὲν πρῶτος τόπος ἐκ μάχης καὶ ἀνασκευαστικὸς μένον, ὁ δὲ 125 δεύτερος οὔ. καὶ ἀμφοτέροις ἐν τοῖς ἑξῆς φησι μὴ δεῖν τὸ ἴδιον ἀποφα- τικὸν εἶναι ὡς καὶ τῷ μὴ ὄντι ὑπάρχον· “ἀπόφασις γὰρ φάσει ὑπάρχει 201 μέν, οὐχ ὡς ἴσιον δέ.’’
καὶ ἐξ ὧν κατηγορεῖται ἢ μὴ κατηγορεῖται.
καὶ δύο ἴδια ὅμοια. φησὶν οὖν, ὅτι εἰ τῆς καταφάσεως, οἷον τοῦ ἀνθρώπου,
οὐκ ἔστιν ἴδιον ἡ φάσις, ἤγουν τὸ ζῷον, οὐδὲ ἡ ἀπόφασις, ἤγουν τὸ μὴ ζῷον, ἔσται ἔσται τοῦ μὴ ἀνθρώπου. ὁμοίως δὲ καὶ τὸ ἐναντίον. εἰκότως δὲ εἶπε τὸν ἄνθρωπον φάσιν, ἐπεὶ μέρος ἐστὶ προτάσεως.
ἀπόφασιν ἀνασκευαστικόν, ἐν ᾧ ἓν μὲν ἦν τὸ ὑποκείμενον, τούτου δὲ κατηγορούμενον τὸ αὐτὸ ποτὲ μὲν καταφατικῶς λαμβανόμενον ποτὲ δὲ ἀποφατικῶς, ὅ ἐστι κυρίως ἀντίφασις, δεύτερον δὲ ἐν ᾧ καὶ τὰ ὑποκείμενα δύο 128 καὶ τὰ κατηγορούμενα δύο ἐλαμβάνετο, ἐν μὲν τῷ ἑτέρῳ αὐτῶν καταφα- τικῶς εἰλημμένα ἐν δὲ τῷ ἑτέρῳ ἀποφατικῶς, καὶ δείξας τοῦτον καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευὴν χρήσιμον, τρίτης μνημονεύει ἀντιθέσεως, ἐν ᾗ τὸ κατηγορούμενον ἓν λαμβάνει δύο δὲ τὰ ὑποκείμενα αὐτῷ τούτῳ,
ἀνὰ μέρος αὐτῷ ποτὲ μὲν καταφατικῶς ὑποκείμενα ποτὲ δὲ <ἀποφατικῶς, ἐναντίως> ἀντιφατικῶς ἀντικείμενα ἢ ὡς εἶχεν ἐπὶ τοῦ πρώτου τόπου. τῶν δὲ εἰρημένων τριῶν τόπων μόνος ὁ πρῶτος τόπος ἀντίφασιν εἴληφε καὶ ἐπὶ ἀντιφάσεως τὴν δεῖξιν ποιεῖται.
τῆς φάσεως ἴδιον, ἤγουν τοῦ καταφατικῶς λεγομένου ὑποκειμένου, οἷον τοῦ ζῴου τὸ ἔμψυχον, οὐκ ἄν εἴη τὸ αὐτὸ τῆς ἀποφάσεως, ἤγουν τοῦ ἀποφατικῶς λεγομένου ὑποκειμένου, ἴδιον, οἷον τοῦ μὴ ζῴου τὸ ἔμψυχον· εἴη γὰρ ἂν ἴδιον ἓν πολλῶν ὑποκειμένων καὶ ἀντιφατικῶς ἀντικειμένων. ὁμοίως καὶ τὸ ἀνάπαλιν· εἰ γὰρ τοῦ μὴ ζῴου ἴδιον τὸ ἀναίσθαητον,
τοῦ ζώου τοῦτο οὐκ ἔσται ἴδιον. τὸν δὲ κατασκευάζοντα τόπον ἐν τοῖς τοιούτοις ψευδῆ εἶναί φησι. καὶ τίθησι καὶ τὴν αἰτίαν λέγων ὅτι οὔτε ἡ φάσις τῆς ἀποφάσεως ο.ὔτε ἡ ἀπόφασις τῆς φάσεως ἐστιν ἴδιον. τὴν μὲν γὰρ φάσιν ὡς θέσιν ἀδύνατον ὑπάρχειν ἴδιον τῆς ἀποφάσεως, ἥτις ἀναίρεσίς ἐστι καὶ ἀνυπαρξία· τὴν δὲ ἀπόφασιν τῇ καταφάσει ἐνδέχεται
μὲν ὑπάρχειν, ἀλλ’ οὐχ ὡς ἴδιον. οἷον τὸ μὴ ὂν δοξαστόν ἐστιν οὐχ ὡς τὸ λευκὸν ἀνθρώπῳ, ἀλλ’ ὡς μὴ ὄν· δόξα γὰρ αὐτοῦ ἐστιν οὐχ ὅτι ἔστιν, ἀλλ’ ὅτι οὐκ ἔστιν. ἀλλ’ οὐκ ἔστιν ἰήιον τοῦ μὴ ὄντος τὸ δοξαστόν· ἔστι γὰρ καὶ τοῦ ὄντος.
ἀποδιδομένῳ ἰδίῳ, εἰ ἄλλου τινός ἐστιν ἴδιον τῶν ἀντιδιῃρημένων τούτῳ οὗ ἐκεῖνο ἴδιον ἀπεδόθη· ἂν γὰρ μηδὲν τῶν ἐκείνῳ ἀντιδιῃρημένων, οὐδ’ ἄν τὸ ἀποδιδόμενον ἴδιον εἴη τοῦ οὗ ἀποδίδοται. ἐὰν δὲ τὸ ἕτερον τοῦ
ἑτέρου ἴδιον ᾖ ἢ τἆλλα τῶν ἄλλων, εἰ πλείω εἴη τὰ ἀντιδιῃρημένα, εἴη ἂν διὰ τούτου δεικνύμενον ὅτι καὶ τὸ ζητούμενον ἴδιόν ἐστιν οὗ ἀπεδόθη. οἷον ἀντιδιῃρημένα ὡς ἴδια τό τε ζῷον αἰσθητὸν καὶ τὸ ζῷον νοητόν, καὶ ἀντιδιῃρημένα ὡς ὑποκείμενα τά τε θνητὰ ζῷα καὶ ὁ ἀθάνατος θεός·
φησὶν οὖν, εἰ τὸ ζῷον αἰσθητὸν οὐκ [ἄν] εἴη ἴδιον τῶν θνητῶν ζῴων,
οὐδὲ τὸ ζῷον νοητὸν εἴη ἂν ἴδιον τοῦ ἀθανάτου θεοῦ. ἐπὶ δὲ τοῦ κατασκευαστικοῦ τόπου κέχρηται παραδείγματι τοιούτῳ. λαβὼν ὡς ὅλου τῆς ψυχῆς ἀντιδιηρημένα μέρη ἀλλήλοις τό τε λογιστικὸν καὶ τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν, λαβὼν δὲ καὶ τῆς ἀρετῆς, ἥτις ἐν ψυχῇ γίνεται, τὰς ἀντιδιῃρημένας ἀλλήλαις ἀρετάς, φρόνησιν, ἀνδρείαν, σωφροσύνην, δείκνυσιν,
ὅτι ἐπεὶ τῆς φρονήσεως ἴδιόν ἐστι τὸ καθ’ αὑτὸ πεφυκέναι τοῦ λογιστικοῦ ἀρετὴν εἶναι καὶ τῆς ἀνδρείας τοῦ θυμικοῦ, εἴη ἄν καὶ τῆς σωφροσύνης τὸ τοῦ ἐπιθυμητικοῦ καθ’ αὑτὸ. ἀρετὴν εἶναι.
τοῦ ἀνδρεῖος, νῦν δὲ πτώσεις ἑκάτερα ἑκατέρων λέγει. ἔθος δὲ 132 αὐτῷ καὶ τὰ σύστοιχα πάντα πτώσεις λέγειν. σύστοιχα δὲ ἀλλήλοις τὸ δικαίως καὶ τὸ δίκαιον καὶ ἡ δικαιοσύνη· ταῦτα γὰρ ὅμοια ἀλλήλοις. ἐὰν οὖν ἡ πτῶσις τῆς πτώσεως μὴ ᾖ ἴδιον, οὐδ’ ἄν αὐτό, οὗ ἡ πτῶσις οὐκ ἦν ἴδιον, τοῦ λοιποῦ εἴη ἴδιον. εἰ δὲ ἡ πτῶσις τῆς πτώσεως ἐστιν ἴδιον,
133 καὶ τὸ οὗ ἡ πτῶσις ἴδιον <ἦν, ἔσται ἴδιον> ἐκείνου οὗ τῆς πτώσεως πτῶσις ἴδιον. οὐ μόνον δέ, φησίν, ἐπὶ τοῦ εἰρημένου <τῷ> κατὰ πτώσεις δεῖ χρῆσθαι ἀλλὰ καὶ ἐπὶ τῶν ἀντικειμένων ττούτῳ, καθάπερ καὶ ἐπὶ τῶν πρότερον τόπων εἴρηται τῶν πρὸς τὸ συμβεβηκός.
ἰστέον δὲ καὶ τοῦτο, ὅτι φανερῶς ἐπὶ τῶν παραδειγμάτων δείκνυσιν ὅτι τῷ τῆς πτώσεως ὀνόματι κοινότερον νυν ἐπὶ τῶν συστοίχων κέχρηται· οὐ γὰρ μόνον ἐπὶ τῶν πτώσεων ἀλλ’ ἁπλῶς ἐπὶ τῶν συστοίχων ὁ τόπος ἀνασκευἀστικὸς
καὶ κατασκευαστικός ἐστιν.
αὐτὸς μετ’ ὀλίγον λέγει· τὸ γὰρ ὡσαύτως ἔχον ἓν πρὸς πλείω συγκρίνεται, δὲ ὁμοίως ἔχοντα ἐδείχθη ὅτι δύο πρὸς δύο τὴν σύγκρισιν ἔλαβεν· εἰ γὰρ μὴ ἴδιον τὸ ὁμοίως πρός τι ἔχον ἐκείνου, οὐδὲ τὸ ὁμοίως ἐκείνῳ πρός τι ἔχον ἄλλο ἴδιον ἐκείνου ἐγίνετο. ἐπὶ δὲ τῶν ὡσαύτως ἐκόντων
ἕν τι λαμβάνεται πρὸς δύο ὁμοίως ἔχον ἢ δύο πρὸς ἕν· ὧν δύο εἰ μὲν τὸ ἕτερον μὴ εἴη ἴδιον τοῦ πρὸς ἄμφω ὁμοίως ἔχοντος, οὐδ’ ἄν τὸ
ἕτερον αὐτοῦ ἴδιον εἴη· ἐὰν δὲ ἓν πρὸς δύο διαφέροντα ἀλλήλων ὁμοίως δοκοῦν ἔχειν τοῦ ἑτέρου αὐτῶν ἡ ἴδιον, οὐκ ἔσται καὶ τοῦ λοιποῦ ἴδιον τῷ μὴ δύνασθαι τὸ αὐτὸ πλειόνων ἴδιον εἶναι, εἴ γέ ἐστιν ἴδιον ὃ μόνῳ 136 τινὶ ὑπάρχει. εἰ γὰρ ἡ φρόνησις ὁμοίως ἔχειν δοκοῦσα πρός τε τὸ καλὸν καὶ τὸ αἰσχρὸν τῷ ἀμφοτέρων αὐτῶν ἐπιστήμην δοκεῖν εἶναι, εἰ μὴ τοῦ ἑτέρου αὐτῶν εἴη ἴδιον, καὶ τοῦ λοιποῦ οὐκ ἂν εἴη ἴδιον. αὐτὸς δὲ ἀνάπαλιν
λαμβάνει, εἰ τῆς φρονήσεως ἴδιον τὸ ἐπιστήμην εἶναι καλοῦ, μηκέτι
αὐτῆς ἴδιον ἔσεσθαι τὸ ἐπιστήμην εἶναι αἰσχροῦ· εἶτα ἐπενεγκὼν τὸ ἀδύνατον γὰρ εἶναι τὸ αὐτὸ πλειόνων ἴδιον ἤλεγξε τὸ ἁμάρτημα. ἐπιζητήσειε δ’ ἄν τις πῶς ἔτι δύναται τὸ αὐτὸ πρὸς ἄμφω ὁμοίως ἔχειν, εἰ ἔστι μόνου τοῦ ἑτέρου αὐτῶν ἴδιον. ἢ καὶ τοῦτο συναποδείκνυσι τὸ δοκοῦν
ὁμοίως ἔχειν μὴ ἔχειν ὁμοίως.
137
ἐστι τοῦ καὶ τοῦ ἑτέρου αὐτῶν ἔσεσθαι ἴδιον, ἀλλ’ ἀνασ·κευαστικόν. οὐ γάρ ἄν δειχθῇ τοῦ ἑτέρου ἴδιον ὄν, κατασκευάζεται ὅτι καὶ τοῦ λοιποῦ·
ποῦ· τοὐναντίον γὰρ ἀνασκευάζεται· ἓν γὰρ πρὸς δύο συγκρίνεται, καὶ τὸ ἴδιον πλειόνων εἶναι ἴδιον οὐ δύναται.
μή ἐστι τοῦ κατὰ τὸ εἶναι λεγομένου ἴδιον.
αὐτοανθρώπῳ, ὅ ἐστιν ἰδέα ἀνθρώπου, οὐχ ὑπάρχει τὸ ἠρεμεῖν, ὅτι ἰδέα ἀνθρώπου ἐστὶ καὶ ἄνθρωπος, ἀλλὰ καθὸ ἰδέα πάσαις γὰρ ταῖς ἰδέαις τοῦτο ὑπάρχει), οὐκ ἀνείη ἀνθρώπου ἴδιον τὸ ἠρεμεῖν. πάλιν
δὲ ἐπεὶ ὑπάρχει τῷ αὐτοζῴῳ τὸ ἐκ ψυχῆς καὶ σώματος συγκεῖσθαι, ὑπάρχει δὲ τούτῳ καθὸ <ζῷον, οὐ καθὸ> ἰδέα, εἴη ἄν
ἴδιον τὸ ἐκ ψυχῆς καὶ σώματος συγκεῖσθαι. κοινότερον δὲ ὡς ἐν τοῖς πλείστοις καὶ νῦν τῷ παραδείγματι κέχρηται τῷ αὐτοζῷον συγκεῖσθαι ἐκ ψυχῆς καὶ σώματος· ἕπεται μὲν γὰρ ἴσως τοῦτο, οὐ μὴν συγχωρεῖται 141 ὑπὸ τῶν τὰς ἰδέας τιθέντων.
δύο, ἓν περὶ δύο, δύο περὶ ἑνός. καὶ ἔστιν ὁ μὲν πρῶτος κατασκευαστικὸς
καὶ ἀνασκευαστικὸς ὁποτέρωθεν, ὁ δὲ δεύτερος καὶ ὁ τέταρτος ἀπὸ μὲν τοῦ μᾶλλον ἀνασκευαστικοί ἀπὸ δὲ τοῦ ἧττον κατασκευαστικοί, ὁ δὲ τρίτος μόνον ἀνασκευαστικός. ἐπιζητήσειε δ’ ἄν τις εἰ πάντως ἕπεσθαι δεῖ τοῖς συγκριτικοῖς τὰ ἁπλᾶ· δοκεῖ γὰρ ἐπί τινων μὴ ἕπεσθαι· μᾶλλον γὰρ καὶ ἧττον ἀὴρ βαρύς, οὐ μὴν καὶ ἁπλῶς βαρύς, καὶ γῆ μᾶλλον καὶ ἧττον
143 κούφη <, οὐ οὐ μὴν καὶ ἀπλῶς κούφη>. ἢ ἐπὶ τούτων οὐχ ἕπεται σύγκρισιν τὸ ἁπλῶς, ὅτι μὴ κυρίως ἐπ’ αὐτῶν λαμβάνεται τὰ κατὰ σύγκρισιν λεγόμενα. τὸ βαρὺ καὶ τὸ κοῦφον, ἀλλ’ ὁμωνύμως· ὡς γὰρ ἐν τούτοις μᾶλλον, ἁπλῶς δ’ οὔ. τοῖς δὲ παραδείγμασι τούτοις] καὶ ἐπὶ τῶν τόπων τούτων
κοινότερον κέχρηται· ἐπὶ γὰρ οὐσιῶν, αἳ οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον, πεποίηται τὸν λόγον. εἴη δ’ ἄν οἰκειότερον ἐπὶ ἡδονῆς καὶ ἀγαθοῦ
τὸν λόγον πεποιῆσθαι· εἰ γὰρ ἡ μᾶλλον ἡδονὴ μή ἐστιν μᾶλλον ἀγαθόν, οὐδὲ αἱ ἄλλαι. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων τῶν τε ἀνασκευαστικῶν καὶ τῶν κατασκευαστικῶν.
144
κρινομένων τῶν λαμβανομένων ἰδίων τε καὶ ὧν ἴδια· ζητουμένου γὰρ τοῦ
εἰ τὸ κεχρῶσθαι ἴὸιον σώματος, ἑκάτερον αὐτῶν κατὰ τὸ μᾶλλον λαμβάνοντες, εἰ μὴ τὸ ἕτερον τοῦ ἑτέρου ἴδιον ἦν, ἀνῃροῦμεν καὶ τὸ ἁπλῶς τοῦ ἁπλῶς ἴδιον εἶναι. νῦν δὲ οὐκ αὐτῶν τὴν ἐπίτασιν πρὸς αὐτὰ λαμβάνει κατὰ τὸ μᾶλλον, ἀλλὰ τῶν ὑπαρχόντων αὐτοῖς· εἰ γὰρ τὸ μᾶλλόν τινι ὑπάρχον μή ἐστιν ἴδιον ἐκείνου, οὐδ’ ὃ ἧττον ὑπάρχει. καὶ εἰσὶν οὗτοι οἱ
τόποι οἱ αὐτοὶ τοῖς ἀπὸ τοῦ μᾶλλόν τε καὶ ἧττον κυρίως, ὧν οἱ μὲν ἀπὸ τοῦ μᾶλλόν εἰσιν ἀνασκευαστικοί, οἱ δὲ ἀπὸ τοῦ κατασκευαστικοί. πρῶτον δὲ δύο τινὰ πρὸς δύο σχέσιν ἔχοντα κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον διαφέρουσαν λαμβάνει.
μόνον. εἴτε γὰρ οὗ μᾶλλόν ἐστιν ἴδιον, μή ἐστιν ἴδιον, εἴτε ἐστίν, οὐκ ἔσται ἴδιον οὗ <ἡττον> ἐστιν ἴδιον· ὁ γὰρ ἀπὸ τοῦ μᾶλλον ἀνασκευαστικός ἐστιν, οὐ κατασκευαστικός. καὶ ἔστιν ἀδύνατον τὸ αὐτὸ
πλειόνων ἴδιον εἷναι· διὸ οὐδ’ ἀπὸ τοῦ ἧττόν ἐστι κατασκευαστικός.
148
ἀπὸ τῶν ὁμοίως ὑπαρχόντων τισίν· ἐρεῖ δὲ καὶ αὐτὸς αὐτῶν τὴν διαφοράν. οἱ μὲν οὖν ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον τέσσαρες ἦσαν, οἱ δὲ ἀπὸ τῶν
ὁμοίως ὑπαρχόντων τρεῖς. οὓς ἐκθήσεται· ὧν καὶ ἐν τοῖς πρὸς τὰ ἀπὸ τοῦ συμβεβηκότος προβλήματα τόποις ἐμνημόνευσεν. εἶπε δὲ ὅτι ἡ μὲν κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον σύγκρισις καὶ αὐτῶν πρὸς αὐτὰ γίνεται, οὐ
μόνον πρὸς ἄλληλα, ἡ δ’ ὁμοιότης ἐν πλείοσι μόνον. πρῶτον μὲν οὖν λαμβάνει τόπον ἀπὸ τῶν ὁμοίων ἀνασκευαστικὸν καὶ κατασκευαστικόν, εἰ δύο τινὰ δύο τισὶν ὁμοίως ὑπάρχει, δεύτερον δὲ ὁμοίως πρὸς ἄμφω χρήσιμον,
σιμὸν, εἰ δύο τινὰ ἑνί τινι ὁμοίως ὑπάρχει, τρίτον δὲ ἀνασκευαστικὸν μόνον, εἰ ἓν δύο τισὶν ὁμοίως ὑπάρχει.
ἀκούειν τοὐ ἀνθρώπου, ἐπὶ δὲ τοῦ ὑπάρχειν ἀσαφές. ἔστι δ’ ὃ λέγει τοιοῦτον· | εἰ ὁμοίως ἐστὶ ψυχῆς ἴδιον τὸ μέρους ἐπιθυμητικὸν
εἶναι πρώτου καὶ λογιστικὸν ὡσαύτως μέρους πρώτου, εἴη ἄν ἴδιον αὐτῆς τὸ λογιστικὸν μέρους πρώτου, ὥσπερ καὶ τὸ ἐπιθυμητικὸν μέπους πρώτου ἴδιον αὐτῆς. τὸ δὲ τῆς ψυχῆς πρώτου μέρους εἷναι καὶ τὸ
ἐπιθυμητικὸν καὶ τὸ λογιστικὸν ἐν τοῖς παραδείγμασιν ἔλαβεν, ὅτι καὶ ἀνθρώπου ἴδιον ἔστιν ὅτε τις λέγει τὸν μὲν θυμικὸν εἶναι τὸν δὲ ἐπιθυμητικόν,
ἀλλ’ οὐ πρώτου.
τὸ καίειν φλογὸς καὶ ἄνθρακος * * * * * ὅτι μὴ οἷόν τε τὸ αὐτὸ πλειόνων ἴδιον εἶναι, ἀλλ’ ἐν ᾧ τοῦ ἑτέρου αὐτῶν δείκνυσιν ἴδιον ὄν, ἅμα ἄν δεικνύοιτο ὅτι μηδὲ ὁμοίως ἀμφοτέροις ὑπάρχει.
αὐτοῦ ἀποδιδούς κατὰ δύναμιν δέ ἐστι τὸ ἐπιστήμης φέρε εἰπεῖν δεκτικόν, τὸ γελαστικόν, καὶ ὅσα οὐ κατ’ ἐνέργειαν πάρεστι τῷ πράγματι, ἀλλὰ λέ- γεται αὐτοῦ ἴδια τῷ δύνασθαι ἐν αὐτῷ γίνεσθαι), εἰ δή τις ἴδιόν τινος 153 ἀποδιδοὺς πρὸς δύναμιν ἀποδίδωσι τὴν δύναμιν ταύτην πρός τι, ὃ δύναται καὶ μὴ εἶναι ὄντος αὐτοῦ οὗ ἴδιον ἀπεδόθη, μὴ ἐνδεχομένης τῆς δύνάμεως ταύτης ὑπάρχειν τῷ μὴ ὄντι οὐχ ὑγιῶς ἔσται τὸ ἴδιον
ἀποδεδωκώς.
154
τὸ ἀναπνευστὸν πρὸς τὸ ἀναπνέον λέγεται, εἰ μὴ εἴη τὸ ἀναπνέον, οὐδ’ ἄν τὸ ἀναπνευστὸν ἔτι εἴη. εἰ οὖν μὴ ὄντος τοῦ ζῴου ἀέρα μὲν ἐνδέχεται εἶναι, τὸ δὲ ἀναπνευστὸν οὐκέτι μὴ ὄντος τοῦ ἀναπνέοντος αὐτό, οὐκ ἂν εἴη τοῦ ἀέρος ἴδιον τὸ ἀποδεδομένον, εἴγε δεῖ μὲν τὸ ἴδιον ἀχώριστον εἶναι καὶ ἀεὶ ὑπάρχειν τῷ οὗ ἐστιν ἴδιον.
155
ἔτι σώζηται τοῦ πράγματος οὗ τὸ ἴδιον ἀποδέδοται, οὐ καλῶς τὸ ἀποδοθέν. ἄν δὲ καὶ μὴ ὄντος τοῦ πρὸς ὃ λέγεται ἡ δύναμις, ἔτι μένῃ τὸ πρᾶγμα ἐν τῇ δυνάμει, τότε καλῶς ἄν εἴη τὸ κατὰ δύναμιν ἴδιον ἀποδεδομένον.
τοῦ μὲν γὰρ ἀναπνευστὸν εἶναι τὸν ἀέρα ἡ δύναμις ἐν ἄλλῳ 156 ἐστί, τῷ ζῴῳ, ὃ ἔστι καὶ μὴ εἶναι· τοῦ δὲ τὸ ὂν οἷόν τε παθεῖν ἢ ποιῆσαι ἡ δύναμις ἐν αὐτῷ καὶ μὴ ὄντος τοῦ πάσχοντος ἢ ποιοῦντος· τὴν γὰρ
ἐνέργειαν ἐμπεπόδισται μὴ ὄντων ἐκείνων, τὴν δὲ δύναμιν ἐν ἑαυτῷ φυλάσσει. τοῦ μὲν <οὖν> πρὸς ὂν κατὰ δύναμιν ἀποδιδομένου ἰδίου
παρέθετο, οὐκέτι δὲ καὶ τοῦ πρὸς μὴ ὂν ἐνδεχομένου μέντοι καὶ
μὴ ὄντι αὐτῷ ὑπάρχειν. εἴη δ’ ἂν τοῦτο, εἴ τις ὕλης λέγοι ἴδιον τὸ τῶν ἐναντίων δεκτικόν· κἂν γὰρ μὴ ἐνεργείᾳ ὕλη λαμβάνηται, ἀλλὰ δυνάμει ὑπάρχει αὐτῇ τὸ κατὰ δύναμιν ἀποδεδομένον ἴδιον.
ἤγουν τοῦ δυνάμει, καὶ τῷ μὴ ὄντι ὑπάρχειν, ὅπερ ἐστὶν ἡ ὕλη· ἡ γὰρ ὕλη μὴ ὂν διὰ τὸ εἶναι πάντα δυνάμει καὶ μηδέν τι εἶναι ἐνεργείᾳ. εἰ οὖν ἀποδοίη τις τῇ ὕλῃ ἴδιον τὸ δεκτικὴν εἶναι πάντων δυνάμει γὰρ δεκτική ἐστι πάντων, εἴπερ τινὸς τῶν ὄντων οὐκ ἔστιν). ἡ εἰ ἀποδοίη τοῦ
ὄντος δίον τὸ δυνατὸν παθεῖν ἢ ποιῆσαι πὰν γὰρ τὸ ὂν δυνατὸν ἢ παθεῖν ἢ ποιῆσαι), καλῶς ἀποδέδωκε τὸ ἴδιον ἑκατέρου.]
συναναιρεῖται ἀναιρουμένῳ τῷ τὴν ὑπερβολὴν ἔχοντι διὰ τὸ τούτου ἀναιρεθέντος ἄλλο γίνεσθαι ἐν τῇ ὑπερβολῇ τὸ μετ’ ἐκεῖνο ὄν, εἰ δὲ τοῦτο, 158 οὐ καθ’ οὗ ὁ λόγος ἤτοι τὸ ἴδιον], καὶ τὸ ὄνομα, καὶ οὐκ ἔστι ἴδιον τὸ οὕτως ἀποδοθέν.
συμβαίνει ὅτι οὐ καθ’ οὗ ὁ λόγος, καὶ τοὔνομα· τὸ μὲν γὰρ κουφότατον λέγεται κατὰ τοῦ ἀέρος, τὸ δὲ πῦρ, οὗ πρὸ τῆς φθορᾶς ἦν ἴδιον τὸ κουφότατον, οὐ λέγεται κατὰ τοῦ ἀέρος. ὥστε συμβαίνει τι ἄτοπον ἐκ τοῦ ὑπερθετικῶς ἀποδίδοσθαι τὸ ἴδιον, τὸ μὴ καθ’ οὗ τὸν λόγον, λέγεσθαι καὶ τοὔνομα.
In Aristotelis Topicorum Libros Octo Commentaria. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.