2 ποιεῖσθαι προσέθηκεν, ὅτι καὶ ἐπὶ τῶν ἄλλων τρόπων ὁμοίως, δεικνύς, ὅτι 3 πάντες οἱ συλλογισμοὶ γίνονται διὰ τῆς ἐκκειμένης μεθόδου. εἶεν δ’ ἂν καὶ αἱ ἄλλαι κατηγορίαι οἱ τρόποι, ὡς εἰρήκαμεν ἤδη, τὸ δυνατόν, τὸ ἀδύνατον, τὸ ἔνδοξον, τὸ ἄδοξον, τὸ δῆλον , τὸ ἄδηλον, τὸ κατὰ φύσιν , τὸ
καλῶς, τὸ ὠφελίμως· τὰ τοιαῦτα γὰρ τρόποι. εἴη δ’ ἄν μεταξὺ ἐμβεβλημένον
τὸ “ ληπτέον δὲ ἐπὶ τῶν ἐνδεχομένων”· τὸ γὰρ ὁμο ίως <δὲ καὶ> ἐπὶ τῶν ἄλλων κατηγοριῶν ἀκολουθεῖ τῷ “ἡ γὰρ αὐτὴ σκέψις, καὶ διὰ τῶν αὐτῶν ὅρων ἔσται τῇ τάξει τοῦ τε ἐνδέχεσθαι καὶ τοῦ ὑπάρχειν ὁ συλλογισμός”. δύναται τὸ ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων
κατηγοριῶν εἰρηκέναι, τοῦ τε ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος· ὡς γὰρ 15 ἐπὶ τοῦ ἐνδεχομένου ταῦτα ἐκλέγομεν, δι’ ὧν ὁ τοῦ ἐνδέχεσθαι γίνεται συλλογισμός, οὕτως καὶ ἐπὶ τοῦ ὑπάρχοντος χρὴ ἐκλέγειν τά, δι’ ὧν ὁ τοῦ ὑπάρχοντος γίνεται συλλογισμός, καὶ ἐπὶ τοῦ ἀναγκαίου, δι’ ὧν ὁ τοῦ ἀναγκαίου.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.