ὑπάρχοντα μὲν αὐτοῖς ἐνδεχομένως δὲ ὑπάρχοντα, ἀλλὰ καὶ τὰ μὴ ὑπάρχοντα
μὲν αὐτοῖς ἐνδεχόμενα δὲ ὑπάρχειν καὶ ταῦτα θετέον ἐν τοῖς ἐνδεχομένως ὑπάρχουσι καὶ ἑπομένοις. ἐδείχθη γάρ, ὅτι καὶ διὰ τῶν μὴ ὑπαρχόντων ἐνδεχομένων δὲ ὑπάρχειν ὁ τοῦ ἐνδεχομένου συλλογισμός· ἐχρήσατο δὲ τούτῳ, ὅτε ἐν ταῖς μίξεσι τὸ ἐνδεχόμενον μετελάμβανεν εἰς τὸ ὑπάρχον
ἐν ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς ὡς εἰς ψεῦδος μὲν οὐ μὴν ἀδύνατον. καὶ
ὁ τοῦ ἐνδεχομένου δὲ ὁρισμός, ὃν ἐξέθετο, τοιοῦτος ἦν· “οὗ γὰρ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ ὑπάρχειν” οὐδὲν ἀδύνατον εἵπετο, | τοῦτ’ ἦν ἐνδεχόμενον· 2 καὶ γὰρ καὶ διαφέρειν δοκεῖ τὸ κυρίως ἐνδεχόμενον τοῦ κυρίως ὑπάρχοντος κατὰ τοῦτο.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.