οὐ μὴν διὰ τὸ ἐναντία τὰ Β, Z ἀλλήλοις εἶναι ἀλλὰ διὰ τὸ ἢ τὸ Β ταὐτὸν
εἶναι τῷ Θ, ὃ οὐχ ὑπῆρχε τῷ E, ἢ τὸ Z τῷ Δ, ὃ πάλιν οὐδὲ αὐτὸ ὑπῆρχε τῷ Α, νῦν δείκνυσιν, ὅτι, κἂν ληφθῇ τὸ Β τὸ ἑπόμενον τῷ | Α 3 ἐναντίον εἶναι τῷ Η, ᾧ εἵπετο τὸ E, ὅτι τινὶ μὲν οὐχ ὑπάρχει τὸ Α τῷ E, οὐ μὴν διὰ τὸ ἐναντία μὲν εἶναι τὸ Β καὶ τὸ Η ἕπεσθαι δὲ τῷ
μὲν Α τὸ Β τῷ δὲ Η τὸ · οὐ γὰρ συλλογιστικὴ ἡ τοιαύτη λῆψις τῶν προτάσεων τῷ μηδένα μέσον καὶ κοινὸν ὅρον εἰλῆφθαι· ἀλλ’ ἔσται συναγόμενον τὸ Α τινὶ μὴ ὑπάρχον τῷ E ἐν δευτέρῳ σχήματι τῷ τὸ Β τῷ
μὲν Α παντὶ ὑπάρχειν τῷ δὲ E τινὶ μή. ᾧ γὰρ ὑτῆρχε τὸ Η τοῦ E, τούτῳ τὸ Β ἐναντίον x003E; τῷ Η οὐχ ὑπάρξει· τινὶ δὲ τῷ E τὸ Η ὑπῆρχεν·
οὕτω γὰρ ἀντιστρέφει τὸ καθόλου καταφατικόν· ὥστε καὶ τὸ Β τινὶ αὐτῷ οὐχ ὑπάρχει· ἐναντίον γὰρ τῷ Η ἐλήφθη. ἐπεὶ δὲ ἀληθές ἐστι τὸ ἐπὶ μέρους ἀποφατικὸν καὶ διὰ τὸ καθόλου ἀποφατικόν κἄν γὰρ μηδενί) καὶ τὸ μηδενὶ ὑπάρχον τινὶ μὴ ὑπάρχειν, ἄν ληφθῇ τὸ Β τῷ Θ τινὶ ταὐτόν,
καὶ τὸ Β οὐδενὶ τῷ E ὑπάρξει· οὕτω δὲ καὶ τὸ Α οὐδενὶ τῷ E ὑπάρχει·
εἰ δὲ οὐδενὶ αὐτῷ , ὑπάρξει καὶ τινὶ οὔ. κειμένου δὴ τοῦ Β τῷ μὲν Α παντὶ τῷ δὲ E τινὶ μή, γίνεται συζυγία ἐν δευτέρῳ σχήματι ἡ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεικνύουσα τὸ Α τινὶ τῷ E μὴ ὑπάρχον. αὐτὸς δὲ ἀντὶ τοῦ ‘τινὶ μή’ τὸ ‘μηδενί’ ἔλαβε διὰ τὰ εἰρημένα. ἢ τὸ λεγόμενον τοιοῦτόν ἐστιν· εἰ εἴη κείμενον, ᾧ τὸ Η τινὶ ὑπάρχει, τούτῳ μηδενὶ τὸ Β,
ἔσται τὸ μὲν Β τῷ Θ ταὐτόν, καὶ καθόλου τε ἀποφατικὴ ἡ Β E πρότασις καὶ τὸ συμπέρασμα ὁμοίως τὸ AE καθόλου ἀποφατικόν. τὸ δὲ ὄτι τινὶ οὐχ ὑπάρξει τὸ Α οὐκ ἄν εἴη εἰρημένον ὡς ἐπὶ μέρους ἀποφατικοῦ συναχθησομένου, ἀλλ’ ἀντὶ τοῦ ‘ὅτι οὔ τινι ὑπάρξει τὸ Α’· τῷ γὰρ E οὐχ ὑπάρχει τὸ Α. ὅτι δὲ τὸ Β, εἰ μὴ τῷ E ὑπάρχοι, ταὐτὸν ἔσται τινὶ
τῶν Θ, ἔδειξεν εἰπὼν πάντα γὰρ εἴληπται τὰ μὴ ἐνδεχόμενα τῷ E ὑπάρχειν, δῆλον ὅτι ἐπὶ τοῦ Θ· τοῦτο γὰρ οὐ προσέθηκεν ὡς ὂν δῆλον. εἰ δὲ πάντα τὰ μὴ ὑπάρχοντα τῷ E ἐπὶ τοῦ Θ ἐστίν, οὐχ ὑπάρχει δὲ αὐτῷ τὸ Β τῷ ἐναντίον μὲν εἶναι τῷ H μὴ δύνασθαι δὲ τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχειν, οὐχ ὑπάρξει δῆλον ὅτι οὔτε τὸ Η τῷ Α· ἔσται οὖν
ταὐτὸν τὸ Η τῷ Δ τινί· οὔτε τὸ Β τῷ Ε· ἔσται οὖν ταὐτὸν πάλιν τὸ Β τῷ Θ τινί· εἰ δὲ τοῦτο, ἔσται ταὐτόν τινι τῶν ἐπὶ τοῦ Θ. δύναται καὶ
4 τοιαύτη ἡ δεῖξις εἶναι εἰλημμένου τοῦ Β τῷ Η ἀντικεῖσθαι· ἐπεὶ τὸ 5 Β τῷ Η ἀντίκειται, οὐδενὶ αὐτῷ ὑπάρξει· ἀλλὰ καὶ τὸ Β τῷ Α παντί· οὐδενὶ ἄρα τῷ Η τὸ Α· εἰ δὲ τοῦτο, ἔσται τὸ Η τινὶ τῶν Δ ταὐτόν, οἷς οὐχ ὑπάρχει τὸ Α· ἔσται δὴ τὸ Α τῷ Η οὐδενί, τὸ δὲ E τῷ Η παντί·
συναχθήσεται ἐκ τούτων ἐν τρίτῳ σχήματι τὸ Α τινὶ τῷ E μὴ ὑπάρχειν. δεήσει δὲ γεγράφθαι τὸ γὰρ Β τῷ μὲν Α παντὶ τῷ δὲ Η οὐδενί.
ἢ οὖν τὸ H ταὐτὸν ἔσται τινὶ τῶν Δ, ὡς εἶπον, ἢ τὸ Β τινὶ τῶν Θ, ὡς αὐτὸς λέγει. εἰ γὰρ τὸ Β ληφθείη μηδενὶ τῶν E, δῆλον ὡς τὸ αὐτὸ ἔσται τινὶ τῶν Θ· ταῦτα γὰρ ἦν τὰ μὴ ὑπάρχοντα τῷ E. τὸ γὰρ Β τῷ μὲν Α
παντὶ τῷ δὲ E οὐδενί. δύναται τὸ Β τῷ E οὐδενί, διότι, εἰ ἐναντίον ἐστὶ τῷ Η, ᾧ παντὶ τὸ E, οὐδενὶ αὐτῷ τὸ E ὑπάρξει· εἰ δὲ τὸ E τῷ Β μηδενί, καὶ τὸ Β τῷ E οὐδενί. εἰ δὲ τὸ Β οὐδενὶ τῷ E, ταὐτὸν ἔσται τινὶ τῷ Θ. οὕτως δὲ ἐχουσῶν τῶν προτάσεων καθόλου ἀποφατικὸν ἀλλ’
οὐκ ἐπὶ μέρους γίνεται τὸ συμπέρασμα. ἢ οὐκ ἀληθὲς τὸ ληφθὲν τὸ εἰ
ἐναντίον ἐστὶ τῷ Η τὸ Β, εἰ τῷ Η παντὶ τὸ E, τῷ Β οὐδενὶ τὸ E. οὐδὲ γὰρ ἐπεὶ ἐναντίον ἐστὶ τὸ μέλαν τῷ λευκῷ, ᾧ παντὶ ὑπάρχει τὸ χρῶμα, διὰ τοῦτο τὸ χρῶμα οὐδενὶ μέλανι· τῶν γὰρ ἐναντίων ταὐτὸν εἶναι γένος οὐ κεκώλυται. μήποτ’ οὖν ἐκ τῶν κειμένων οὐ τὸ Β ταὐτὸν γίνεται τινὶ τῶν Θ τῶν μὴ ὑπαρχόντων τῷ E, ἀλλὰ τὸ Η τινὶ τῶν Δ, ἃ οὐχ ὑπῆρχε ὢ
τῷ A. εἰ γὰρ τὸ Β παντὶ μὲν τῷ Α οὐδενὶ δὲ τῷ Η, τὸ Α οὐδενὶ τῷ Η· οὐδὲ τὸ Η ἄρα οὐδενὶ τῷ Α· ἦν δὲ τὰ μὴ ὑπάρχοντα τῷ Α τὰ Δ. οὕτως δὲ καὶ πρὸ ὀλίγου ἐδείχθη τὸ Α τινὶ τῷ E μὴ ὑπάρχον τῷ τινὶ τῶν Δ ταὐτὸν ληφθῆναι τὸ Η. οὕτως δὲ τὸ μὲν Α μηδενὶ τῷ H διὰ τοῦ δευτέρου δειχθήσεται σχήματος· ὅτι μέντοι τινὶ τῷ E οὐχ ὑπάρχει, διὰ τρίτου.
τὸ μὲν γὰρ Α οὐδενὶ τῷ Η, τὸ δὲ E παντὶ τῷ Η· εἰ δὲ τοῦτο, καὶ τὸ Η τινὶ τῷ Ε.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.