τινα τῶν περὶ ἑκατέρου <τῶν> ἄκρων ἐκλελεγμένων, οὐ διὰ τοῦτο ἔσται τῶν ἄκρων πρὸς ἀλλήλους· οὐδὲ γὰρ μέσος τις ὅρος γίνεται ἐκ τού. ων· τὰ γὰρ ἐναντία ἢ ἀντικείμενα οὐχ ἕν· ἀλλὰ διὰ τοῦ καὶ τότε ταὐτά τ νᾷ ἀλλήλοις εὑρίσκεσθαι γίνεται συλλογισμός. καὶ γὰρ ὅταν ἐναντία
τινὰ ἀλ’ ήλοις τούτων ληφθῇ, ἔσται συλλογισμός, ὅτι ἔστιν, ὅταν ἑκάτερον
αὐτῶν ἄλλῳ τινὶ ταὐτὸν ᾖ, μεθ’ οὗ γινόμενον καὶ ἑνωθὲν αὐτῷ μέσος ὅρος ἔσται, καθ’ ἃ προειρήκαμεν. ταῦτα δὲ ἐπέξεισι δεικνὺς ἡμῖν, ὅτι 3 πρὸς τὸ συλλογίζεσθαί τι τῶν ἐκκειμένων προβλημάτων μόνη χρήσιμος, ἣν 4 εἰρήκαμεν, τῶν περὶ ἑκατέρου ἐκλελεγμένων λῆψις, καθ’ ἣν ταὐτά τινα
ἀλλήλοις ὄντα ἐλαμβάνομεν ἀλλ’ οὐκ ἐναντία ἢ ἀντικείμενα. γίνεται μέντοι ἐκ τῆς ἐκείνων ἐπιβλέψεως τε καὶ ἐκλογῆς γνώριμα, καὶ τίνα ἐστὶν ἐναντία
καὶ ἀντικείμενα ἀλλήλοις.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.