ὑπάρχειν, ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν αὐτό, ψεῦδος ἄν λαμβάνοι. Λαβών, ὅτι τῷ ἐξ ἀνάγκης τινὶ μὴ οὐχ ἕπεται τὸ ‘ἐνδέχεται παντί’, ἀλλὰ δῆλον ὅτι ἡ ἀπόφασις αὐτοῦ ἡ ‘οὐκ ἐνδέχεται παντί’, φανερὸν ποιεῖ δι’ αὐτοῦ, ὅτι μὴ πάντως ἡ ‘οὐκ ἐνδέχεται παντί’ ἀληθής ἐστιν ἐπὶ τῆς ‘ἐξ
ἀνάγκης τινὶ μή᾿ γίνεσθαι γὰρ ἀληθὴς δέδεικται καὶ ἐπὶ τῆς ‘ἐξ ἀνάγκης τινί’. ὥστε ἔσονται ἀντικείμεναι τῇ ‘ἐνδέχεται παντί’ αἱ δύο ἐπὶ μέρους ἀναγκαῖαι, ἥ τε καταφατικὴ καὶ ἡ ἀποφατική. εἰ γοῦν ὑποκείμενον εἴη τὸ Γ τῷ Δ παντὶ μὲν ὑπάρχειν, τινὶ δ’ αὐτοῦ ἐξ ἀνάγκης, οὐκ ἀληθὴς μὲν ἐπ’ αὐτοῦ ἡ λέγουσα ‘τὸ Γ τῷ Δ ἐνδέχεται παντί’, οὐ μήν, διότι ἐξ ἀνάγκης
τινὶ μὴ ὑπάρχει, οὐκ ἀληθής, ἀλλ’ ὅτι ἐξ ἀνάγκης τινὶ ὑπάρχει. οὐκ ἀργῶς δὲ ἔλαβε τὸ τὸ Γ τῷ Δ παντὶ μὲν ὑπάρχειν, ἐξ ἀνάγκης δὲ αὐτῷ τινί, καὶ διὰ τοῦτο ψευδῆ εἶναι τὴν λέγουσαν τὸ Γ τῷ Δ παντὶ ἐνδέχεσθαι, ἀλλ’ ἐπεὶ διὰ τοῦτο λέγει τὴν ἐνδεχομένην ἀποφατικὴν τὴν ἐν τῇ ἀντιστροφῇ λαμβανομένην τὴν λέγουσαν τὸ Β τῷ Α ἐνδέχεσθαι μηδενὶ ψευδῆ εἶναι,
διότι οὐδενὶ μὲν αὐτῷ ὑπάρχει, ἐξ ἀνάγκης δὲ τινὶ αὐτῷ οὐχ ὑπάρχει. ὡς γὰρ τὸ ἐνδεχόμενον καταφατικὸν καθόλου ψεῦδος γίνεται, κἄν παντὶ 2 μὲν ὑπάρχῃ, τινὶ δὲ ἐξ ἀνάγκης, οὕτως καὶ τὸ ἐνδεχόμενον ἀποφατικὸν 3 καθόλου ψεῦδος, κἂν μηδενὶ αὐτῷ ὑπάρχῃ, ἐξ ἀνάγκης δὲ αὐτοῦ τινὶ μή. γίνονται δὴ ἀναιρετικαὶ τῆς ‘ἐνδέχεται παντί’ οὐχ ἡ ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν λέγουσα μόνη ἀλλὰ καὶ ἡ ἐξ ἀνάγκης τινὶ ὑπάρχειν τιθεῖσα , ὡς
ἐδείχθη. εἰ δὲ ταύτην ἀναιροῦσιν αἱ δύο, καὶ τὴν ‘ἐνδέχεται μηδενί’ ἴσην οὖσαν ταύτῃ καὶ ἀντιστρέφουσαν αὐτῇ ἀναιρήσουσιν αἱ αὐταὶ δύο, οὐχ ἡ ἐξ ἀνάγκης τινὶ ὑπάρχειν λέγουσα μόνη ἀλλὰ καὶ ἡ ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν· ἀλλ’ ἐπειδὴ ἴσον μὰν δύναται ἡ ‘ἐνδέχεται μηδενί’ τῇ ‘ἐνδέχεται παντί᾿, ἐκείνην δὲ ἐδείχθησαν αἱ δύο ἀναιροῦσαι, δῆλον ὅτι καὶ τὴν ‘ἐνδέχεται
μηδενί’ αἱ αὐταὶ δύο ἀναιρήσουσι.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.