εἰπεῖν ὡς παντὶ ἐνδέχεται μὴ ὑπάρχειν. |
τὸ γὰρ παντὶ ἐνδέχεται μὴ ὑπάρχειν ἔλαβεν, ὡς εἶπον, ἀντὶ τοῦ 2 ‘ἐνδέχεται μηδενί’, ὃ καὶ ἀσαφεστέραν τὴν λέξιν ποιεῖ. εἰ δὲ μὴ τοῦτο 3 ἀληθὲς ἐπ’ αὐτοῦ, δῆλον ὡς ἡ ἀπόφασις αὐτοῦ ἡ λέγουσα ‘τὸ Β τῷ Α οὐκ ἐνδέχεται μηδενί’. τοῦτο δὲ οὕτως ἔχον δείκνυσι καὶ διὰ τοῦ τὸ καταφατικὸν πάλιν τὸ ἐνδέχεσθαι παντὶ τῷ Α τὸ Β ψεῦδος γίνεσθαι οὐ μόνον,
ἄν τῷ Α τὸ Β ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχῃ, ἀλλὰ κἄν ἐξ ἀνάγκης τινὶ
αὐτῷ ὑπάρχῃ. εἰ γὰρ εἴη τῷ Α τὸ Β ἐξ ἀνάγκης τινὶ ὑπάρχον, ψεῦδος τὸ ἐνδέχεσθαι παντὶ τῷ Α τὸ Β οὐ γὰρ καὶ τούτῳ ἐνδέχεται, ᾧ ἐξ ἀνάγκης ὑπάρχει. ὁμοίως δὲ ἔχει καὶ ἡ ‘ἐξ ἀνάγκης τινὶ ὑπάρχει᾿ πρὸς τὴν ‘ἐνδέχεται παντί᾿ καὶ ἡ ‘ἐξ ἀνάγκης τινὶ μή’ πρὸς τὴν ‘ἐνδέχεται μηδενί᾿.
οὐδὲ ἐπ’ ἐκείνων οὖν ἀληθὴς ἡ ‘ἐνδέχεται μηδενί᾿ ἀληθοῦς οὕσης τῆς ‘ἐξ ἀνάγκης τινὶ μή᾿ οὐ γὰρ καὶ τούτῳ ἐνδέχεται μὴ ὑπάρχειν, ᾧ ἐξ ἀνάγκης
μὴ ὑπάρχει. ἀληθὴς ἄρα ἐπ’ αὐτῆς ἔσται ἡ ἀπόφασις αὐτῆς ἡ ‘οὐκ ἐνδέχεται μηδενί’. ὥστε οὐκ ἐπὶ τῆς ‘ἐξ ἀνάγκης τινί’ μόνης ἀληθὴς ἡ ‘οὐκ ἐνδέχεται μηδενί᾿, ἀλλὰ καὶ ἐπὶ τῆς ‘ἐξ ἀνάγκης τινὶ μή᾿ ἀμφότερα γάρ,
τό τε ἐξ ἀνάγκης τινὶ καὶ τὸ ἐξ ἀνάγκης τινὶ μή, ἀναιρετικά ἐστιν ἑκατέρας ἐνδεχομένης καθόλου, τῆς τε ‘ἐνδέχεται παντί’ καὶ τῆς ‘ἐνδέχεται μηδενί᾿ διὸ καὶ ἡ ἑκατέρου τούτων ἀπόφασις ἀληθὴς ὁποτερουοῦν ἐκείνων ἀληθοῦς ὄντος.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.