τὸ δὲ ἐφ᾿ ᾧ τὸ Β ἀδύνατον.
Β τῷ Α ὑποκείσθω τὸ μὲν Α δυνατὸν εἶναι τὸ δὲ Β ἀδύνατον. τὸ δὴ Α ἐπειδὴ δυνατόν ἐστι, κἀν γένοιτο, ὅτε δυνατόν ἐστι γενέσθαι [τοῦ ἐνδέχεσθαι
μή]· ὁμοίως καὶ τὸ Β, εἰ ἀδύνατον εἴη, ὅτε ἀδύνατόν ἐστι γενέσθαι, οὐκ ἄν γένοιτο. εἰ δὴ ἅμα εἴη τὸ μὲν δυνατὸν τὸ δὲ ἀδύνατον, ὅτε τὸ Α ἐστί, τὸ Β, καθ’ ὃ μέν ἐστιν ἀδύνατον, οὐκ ἄν εἴη, καθ’ ὃ δὲ ἀνάγκη τοῦ Α
ὄντος εἶναι αὐτό, εἴη ἄν. ἅμα τε οὖν εἴη ἄν καὶ οὐκ εἴη τὸ Β, ὅπερ ἀδύνατον. δυνατοῦ ἄρα ὄντος τοῦ ἡγουμένου δυνατὸν ἔσται καὶ τὸ ἑπόμενον ἐξ ἀνάγκης αὐτῷ· τοῦτο δὲ ἦν τὸ Β.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.