εἶναι, καὶ δυνατοῦ ὄντος τοῦ Α δυνατὸν καὶ τὸ Β ἔσται ἐξ
ἀνάγκης.
μόνον τὸ ἀντικείμενον τοῦ, οὗ βούλεται δεῖξαι συναγόμενον, ὑποτίθεταί τε καὶ λαμβάνει, ἀλλὰ καὶ τὴν ἐνδεχομένην πρότασιν εἰς ὑπάρχουσαν μεταλαμβάνει,
ὃ οὐκ ἔστιν ἀδύνατον ὃ γὰρ ἐνδέχεται γενέσθαι, οὐκ ἀδύνατον ὑποθέσθαι εἶναι, ὡς ὁ ἀποδεδομένος αὐτοῦ ὁρισμὸς δηλοῖ), ψεῦδος μέντοι, ἵνα οὖν τὸ συναγόμενον ἀδύνατον ἐκ τοῦ λαβεῖν τὸ ἀντικείμενον, οὗ βούλεται
δεῖξαι ἐν τῇ ἐκκειμένῃ συζυγίᾳ, καὶ ἐκ τοῦ μεταλαβεῖν τὸ ἐνδεχόμενον εἰς ὑπάρχον, ὃ ψεῦδος μέν ἐστιν, οὐ μὴν ἀδύνατον, μὴ ἡγῆταί τις συνάγεσθαι
παρὰ τὴν τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον μετάληψιν, ἀλλὰ παρὰ τὸ ὑποτιθέμενον ἀδύνατον, ὅ ἐστιν ἀντικείμενον, ᾧ βούλεται δεῖξαι γινομένῳ συμπεράσματι, πρῶτον δείκνυσιν, ὅτι μὴ οἷόν τε δυνατῷ τι ἀδύνατον ἀκο- 2 λουθεῖν, ἀλλ’ ἀνάγκη ἀδύνατον εἶναι, ᾧ τὸ ἀδύνατον ἀκολουθεῖ, ἐπὶ πάσης 3 ἀναγκαίας ἀκολουθίας. ἔστι δὲ ἀναγκαία ἀκολουθία οὐχ ἡ πρόσκαιρος, ἀλλὰ ἐν ᾗ ἀεὶ τὸ εἰλημμένον ἕπεσθαι ἔστι τῷ τὸ εἰλημμένον ὡς ἡγούμενον
εἶναι. οὐ γὰρ ἀληθὲς συνημμένον τὸ ‘εἰ Ἀλέξανδρος ἔστιν, Ἀλέξανδρος
διαλέγεται᾿, ἢ ‘εἰ Αλέξανδρος ἔστι, τοσῶνδε ἐτῶν ἐστι᾿, καὶ <εἰ> εἴη, ὅτε ἡ πρότασις, τοσούτων ἐτῶν. τούτου γὰρ δειχθέντος τὸ γινόμενον συμπέρασμα ἐκ τῶν κειμένων ἐπὶ τῇ ἐκτεθείσῃ συζυγίᾳ, εἰ ἀδύνατον εἴη, οὐ παρὰ τὸ τὴν ἐνδεχομένην εἰς ὑπάρχουσαν μετειλῆφθαι γίνεται (τοῦτο γὰρ
ψεῦδος μέν, οὐ μὴν ἀδύνατον). ἀλλὰ παρὰ τὸ τὸ ἀντικείμενον ληφθῆναι
τοῦ συναγομένου ὂν ἀδύνατον. ἅμ δὲ καὶ διὰ τοὐ νῦν δεικνυμένου καὶ τὴν δεῖξιν τὴν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὅτι ἐστὶν ὑγιής, κατασκευάζειν δόξει. μὴ γὰρ ὄντος ὁμολογουμένου τοῦ τὸ ἀδύνατον ἀδυνάτῳ ἕπεσθαι οὐδ’ ἄν ἡ εἰς ἀδύνατον ἀπαγωγὴ ἰσχὺν ἔχειν φαίνοιτο τῷ μὴ πάντως ἀναιρεθήσεσθαι
τὴν ὑπόθεσιν ἀδυνάτου τινὸς συναχθέντος ὡς ἀδύνατον καὶ
αὐτήν. ἢ δύναταί τις μὴ τῷ ἀδυνάτῳ προσχρώμενος ἀλλὰ τῷ ψεύδει τοῦ συμπεράσματος, <ὃ> ἠκολούθησε | τῇ ὑποθέσει, ἀναιρεῖν τὴν ὑπόθεσιν ὡς 4 ψευδῆ τῷ μὴ δύνασθαι ἐξ ἀληθῶν ψεῦδός τι συνάγεσθαι. ἡ οὕτως οὐ μᾶλλον παρὰ τὴν ὑπόθεσιν ἢ καὶ παρὰ τὴν τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον μετάληψιν γίνοιτ’ ἄν τοιοῦτο συμπέρασμα. ὅτι δὴ δυνατῷ δυνατὸν ἀκολουθεῖ
ἀεὶ καὶ οὐχ οἷόν τε ἀδύνατον ἕπεσθαι δυνατῷ, δείκνυσιν οὕτως·
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.