προτίθεται εἰπεῖν ἐνδεικνύμενος ἡμῖν, ὅτι διὰ τοῦτον καὶ τὸν περὶ ἐκείνων πεποίηται λόγον, ὥσπερ καὶ τὸν περὶ συλλογισμοῦ διὰ τὸν περὶ 2 ἀποδείξεως. τίνες δέ εἰσι τέλειοι συλλογισμοὶ καὶ τίνες ἀτελεῖς, αὐτὸς 3 πρϊὼν ποιήσεται γνώριμον. καὶ τὸ ἐν ὅλῳ δὲ εἶναι καὶ τὸ ἐν μηδενί τοῦτο γάρ ἐστι σημαινόμενον ὑπὸ τοῦ ἢ μὴ εἶναι), ὅτι ταὐτά ἐστι τὸ
μὲν τῷ κατὰ παντός, τὸ δὲ τῷ κατὰ μηδενός. τὸ δὲ κατὰ παντὸς
καὶ κατὰ μηδενὸς σημαίνει τὴν καθόλου κατάφασιν καὶ τὴν καθόλου ἀπόφασιν, ὡς προιὼν γνώριμον ποιήσει. ἐπεὶ δὲ χρήσεται ἐν τῇ τῶν συλλογισμῶν ἀποδόσει καὶ τῶν συζυγιῶν ὅλως τῶν ἐν τοῖς σχήμασι τῷ ἐν ὅλῳ εἶναι ἄλλο τι ἄλλῳ τινὶ καὶ τῷ ἐν μηδενί, διὰ τοῦτο προλέγει περὶ αὐτῶν.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.