ἀπόδοσιν ἐποιήσατο κατὰ αἰτιατικὴν πτῶσιν, μόνον εἰπὼν περὶ ἀπόδειξιν καὶ ἐπιστήμην, ἡμῖν καταλιπὼν τὸ μετασχηματίσαι καὶ εἰς γενικὴν
πτῶσιν τὰ εἰρημένα. γράφεται <δὲ> ἔν τισιν οὐ διὰ τοῦ ν(??), ἀλλὰ διὰ σ(??) ἐπιστήμης ἀποδεικτικῆς· καὶ εἴη ἄν οὕτως ἐχούσης τῆς γραφῆς πρὸς ἑκάτερον τῶν προτεθέντων ἀπηντηκώς, πρὸς μὲν τὸ περὶ τί διὰ
τοῦ περὶ ἀπόδειξιν, πρὸς δὲ τὸ τίνος διὰ τοῦ ἐπιστήμης ἀποδεικτικῆς. δύναται δ’, ἄν ᾖ διὰ τοῦ σ(??) γεγραμμένον ἐπιστήμης ἀποδεικτικῆς,
τὰ προειρημένα, τὸ περὶ τί καὶ τίνος, μὴ εἰρῆσθαι περὶ τοῦ ὑποκειμένου ἀμφότερα, ἀλλὰ τὸ μὲν ἕτερον τὸ περὶ τί περὶ τοῦ ὑποκειμένου πᾶν γὰρ τί ὑποκείμενον) τὸ δὲ τίνος περὶ τῆς θεωρούσης τὸ ὑποκείμενον ἕξεως, ὡς εἶναι περὶ μὲν ὑποκείμενον τὴν ἀπόδειξιν, θεωρούσης
δὲ ταύτην τῆς ἀποδεικτικῆς ἐπιστήμης. καὶ εἴη ἄν πρὸς ἑκάτερον
τῶν προτεθέντων οἰκείως οὕτως ἀπηντηκώς. ἔστι δὲ ἡ μὲν ἀπόδειξις συλλογισμὸς ἀποδεικτικός, ἐπιστήμη δὲ ἀποδεικτικὴ ἕξις, ἀφ’ ἧς οἷόν τέ ἐστιν ἀποδεικτικῶς συλλογίζεσθαι· τὸ γὰρ περὶ ἀποδείξεως εἰπεῖν ἐπιστήμης ἐστὶν ἀποδεικτικῆς καὶ τοῦ ταύτην ἔχοντος.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.