δηλοῦσιν, οἱ δὲ στενοὶ καὶ προμήκεις καὶ κυρτοὶ ἀναισθήτους 2 Matr. καὶ θηριώδεις, οἱ δὲ σκολιοὶ [ καὶ] σφόδρα ἅρπαγας ἄν- δρας, οἱ δὲ προσφυεῖς τῇ σαρκὶ ἐπὶ πλεῖον ἅρπαγας ἄνδρας καὶ ἀναισθήτους καὶ θηριώδεις. μικροὶ πάνυ ὄνυχες πανουργίας
σημεῖον· ὁμοίως δὲ καὶ ὠχροὶ καὶ μέλανες καὶ τραχεῖς. οἱ δὲ στρογγύλοι πάνυ μοιχῶν σημεῖον· ὡς προείρηται μέντοι, 3 Matr. οὐδὲ τῶν ἄλλων τὰ πολλὰ ἀξιόλογα, εἰ [μὴ] μόνον τις καθʼ ἕκαστον ἐφʼ ἑαυτοῦ σκοπήσει, μάλιστα δὲ ὄνυχες.
κακοήθεις, φιλοχρήματοι. μικροὶ δὲ πάνυ ὄντες καὶ λεπτοὶ ἀνοητοτέρους δηλοῦσιν ἄνδρας. δάκτυλοι παχεῖς κολοβοὶ 4 Matr. τολμητικὸν καὶ ἀπρονόητον καὶ θηριώδη ἄνδρα δηλοῦσι, καὶ οἱ πολὺ δὲ μακροὶ καὶ λεπτοὶ ἀνοητοτέρους, χαυνοτέρους, φλυαροτέρους σημαίνουσιν, οἱ δὲ εὐμεγέθεις καὶ εὐειδεῖς
δακτύλους ἔχοντες ἄριστοι οὗτοι ἄνδρες.
μαίνουσι τὸν κεκτημένον. πόδες κυρτοὶ ἢ [ οἱ ] κάτωθεν κοῖλοι κακοί· ὁμοίως καὶ οἱ τὰ κάτω ὁμαλὰ ἔχοντες καὶ ὡς τοῖς σφυροῖς βαίνοντες πανούργους δηλοῦσι τοὺς κεκτημένους.
πτέρναι τραχεῖαι καὶ πόδες σαρκώδεις καὶ κολοβοὶ δάκτυλοι κνῆμαί τε παχεῖαι ἐξηχοῦντας ποιοῦσιν ὧς ἐπὶ τὸ πλεῖστον ἢ δαιμονίζοντας.
δηλοῦσιν· αἱ λεπταὶ πάνυ 〈 δειλὸν καὶ〉 κακοήθη ἄνδρα δη- λοῦσιν· αἱ δὲ πρὸς τοῦτο νευρώδεις ἀκολασίας πολλῆς μέτοχον δηλοῦσιν. ὅσαι δὲ τῶν κνημῶν πλήρεις εἰσὶν εἰς τὸ μέσον παχεῖς οὖσαι, βδελυροὺς καὶ ἀσώτους καὶ ἀναιδεῖς σημαί- 8 Matr. νουσιν· ὡς τὸ πολὺ δὲ κνημῶν καὶ πτερνῶν παχύτης δουλοπρεπῆ ἄνδρα καὶ ἀμαθῆ δηλοῖ. ὁμοίως ταῖς κνήμαις καὶ τοῖς μηροῖς λέγε.
10 Matr. σῶμα πᾶν δολερίαν καὶ πολυτροπίαν τοῦ ἀνδρὸς ση- μαίνει. χροιὰ δὲ ἀνατετραμμένη ὑπόχλωρος δειλίαν ἄμα καὶ κακομηχανίαν δηλοῖ, εἰ μὴ ὑπὸ νόσου γενόμενον. τὸ δὲ μελί-
χλωρον καλούμενον χρῶμα δειλόν, γαστρίμαργον, λάλον, ὀργί- λον, γλωσσαλγῆ, τὸ δὲ φλογοειδὲς χρῶμα ἐμμανές ἐστι· τὸ δὲ 11 Matr. πράως ἐρυθρὸν εὐφυές ἐστιν, εὐμαθές, ὀξυκίνητον.
άρχει, τὰ δὲ ἥμερα μελανόμματά πως εὑρήσεις. τῶν δὲ γλαυκῶν τὸ μὲν λίαν λευκὸν δειλόν, τὸ δὲ χολῶδες ἄγριον ἄνδρα δηλοῖ· τὸ δὲ ταῖς ἐλαίαις τὴν χροιὰν ὅμοιον δυνατὸν ἄνδρα σημαίνει. τοῦ γε μὴν μέλανος τὸ μὲν πάνυ μέλαν 14 Matr. δειλόν τε καὶ δολερόν, τὸ δὲ ὑπόξανθον ἰσχυρόν τε καὶ
μεγαλόψυχον ἄνδρα δηλοῖ. τὰ μαρμαρύσσοντα ὄμματα ματαίους ἄνδρας δηλοῖ, ὠχρὰ δὲ ὄμματα καὶ ἀλλοχροίας ἔχοντα χαί- ροντα ἄνδρα καὶ ὑπονοούμενον εἰς κλεψοσύνας τὸν τοιοῦτον σημαίνει· στίλβοντες ὀφθαλμοὶ ἀφροδισιαστικοὺς καὶ δειλοὺς δηλοῦσιν.
16 Matr. τόν. μαλακαῖς δὲ πάνυ θριξὶ τετριχῶσθαι γυναικεῖον· οὐ μέντοι γυπὸς τὸ ἦθος ἔχουσι. σκληραὶ τρίχες ἀγαθαί· ἀγριό-
τητος γὰρ τὸ τοιοῦτον σημεῖόν ἐστι. μέλαινα κόνμη δειλίαν καὶ πολυκερδίαν δηλοῖ, ἡ δὲ ἄγαν ξανθὴ καὶ ὑπόλευκος, ὁποία Σκυθῶν καὶ Κελτῶν, ἀμάθειαν καὶ σκαιότητα καὶ ἀγριότητα παριστᾷ, τὸ δὲ πράως ὑπόξανθον εἰς εὐμαθίαν καὶ ἡμερότητα καὶ εὐτυχίαν τείνει. πυρρότης δὲ ἄκρατος 17 Matr. ὡς τὸ ῥοιᾶς ἄνθος οὐκ ἀγαθῶν ἀνδρῶν τουτὶ τὸ ση- μεῖον. ὡς ἐπὶ πλεῖστον γὰρ αὐτῶν εἰσι τὰ ἤθη θηριώδη. σκέλη τετριχωμένα πάνυ θριξὶ πυκναῖς καὶ μεγάλαις δυσμάθειαν
καὶ ἀγριότητα σημαίνει· ὅσοις δὲ ὀσφύες καὶ μηροὶ χωρὶς τῶν ἄλλων μερῶν πολύτριχές εἰσι, λάγνοι οὗτοι οἱ ἄνδρες 〈καὶ〉 μοιχοί. γαστέρα καὶ στήθη ἐπὶ πολὺ κομῶντα ἰδὼν 18 Μatr. κουφόνυν καὶ ἀλλοπρόσαλλον καὶ ἀσελγῆ λέγε τὸν τοι- οῦτον εἶναι ἄνδρα. στέρνα δὲ αὐτὰ καθʼ ἑαυτὰ τετριχωμένα θριξὶ δασείαις θερμοβούλους, εὐψύχους ἄνδρας σημαίνει. ὤμους
δὲ καὶ μετάφρενα τετριχῶσθαι παρομοίους δηλοῖ τοῖς ὄρνι- σιν ἐν ταῖς ψυχαῖς· ὑψηλὰ γὰρ νοήματα καὶ σταθηρὰ δεί- κνυται αὐτῶν τὰ βουλεύματα. τὸ δὲ πᾶν σῶμα σύντριχον πυκνῶς βοώδη τὸν ἄνδρα δηλοῖ ἐν τοῖς νοήμασιν αὐτοῦ. 19 Matr. τοῦ δὲ αὐχένος τοῦ πρὸς τῇ κεφαλῇ δασέος ὄντος δυ- νατὸν καὶ εὔψυχον τὸν ἄνδρα νόει. καὶ τοῦ μετώπου δὲ εἰς τὸ μέσον ἐπιβαίνοντος ἡ χαίτη δὲ ἑκατέρωθεν ὑποχωρεῖ, μεγα- λοψυχίας καὶ πλήρη δυνάμεως δείκνυσι. τρίχες δὲ ὀρθαὶ
ἑστῶσαι δειλίαν καὶ κακομηχανίαν τοῦ ἀνδρὸς κατηγοροῦσιν. ὅσοις τῶν ὀφρύων τὰ μὲν πρὸς τὴν ῥῖνα κάτω νεύει, τὰ 20
Matr. δὲ ἐφʼ ἑκάτερα εἰς τοὺς κροτάφους χωρεῖ, τούτους τοῖς χοίροις εἴκαζε· τοιοῦτοι γὰρ καὶ τῇ γνώμῃ καὶ τῇ ψυχῇ. οἱ δὲ σφόδρα συνόφρυες ἀνιαροί· πρέπει γὰρ αὐτοῖς ἡ λύπη.
πράγματος, μεγαλόνοοι· οἱ μικρὰ βαίνοντες ἄπρακτοι, πικροὶ καὶ ... ... ... λαθραῖα βουλευόμενοι· οἱ δὲ ταχυκίνητοι ἅμα μὲν ὀρθότητι καὶ λαμπρότητι εἴδους θερμόβουλον, ἐπιχειρητήν, οὐ δράστην σημαίνει. .... .... ἅμα δὲ κινήσει ταχείᾳ τά- 22 Matr. ραχος ἐν ὀφθαλμοῖς καὶ κεφαλῆς ἀστασία καὶ ἆσθμα ταῦτα εἴδη κακορέκτου καὶ μεγαλορέκτου καὶ φευκτοῦ ἀνδρός.
ὁ δὲ ταχὺ μέν, μικρὰ 〈δὲ〉 βαίνων φιλοκερδής, κακοῦργος, δειλίας εἰς ἄκρον μεστός. σχολαία βάσις εἰ μὲν αὐτοφυής, νωθε- στέρα καὶ βαθυγνώμονα σημαίνει τὸν ἄνδρα, πραεῖα δέ, εἰ μὴ ἀντιλέγοι τὰ μείζω σημεῖα. εἰ δὲ ἑκὼν βραδύνει, ἐφιστά- μενος δὲ ἐν ταῖς ὁδοῖς περιβλέπει, ὑψαύχενα ἤθη αὐτῶν
καὶ ὑβριστὰς καὶ ὑπερηφάνους καὶ μοιχικοὺς δηλοῖ.
χενῶν ἀπειθὴς καὶ αὐθάδης καὶ ὑβριστής, ὡς γὰρ ταὐτὸ βαίνει καὶ ἵππος. καὶ τὰ λοιπὰ δὲ ὁμοίως ἀπὸ τούτων συμ- βαλεῖν 〈ἂν〉 δύναιο. οἱ δὲ παντὶ τῷ σώματι κινούμενοι ὁμοῦ τε καὶ καθʼ ἕκαστον τῶν μελῶν ἀνδρόγυνοί εἰσι. τοῦτο γὰρ ἄντικρυς γυναικεῖον. ἀνδρόγυνοι δὲ καὶ οἱ κλίνοντες
ἑαυτοὺς εἰς τὰ δεξιὰ ἐν τῇ κινήσει. οἱ δὲ εἰς τὰ ἀριστερὰ 24 Matr. ἀποκλίνοντες ἀνοητότεροι ὑπάρχουσιν. ὅσοι δὲ κατα- κλῶσιν ἑαυτοὺς ἐγκλίνοντες, κόλακές εἰσιν.
χωροῦν γνώμην καλῶς ἔχειν δηλοῖ. ὅταν δὲ ὑποβρύχῃ καὶ μέγα ἀναπνέῃ, ἀγριότητα καὶ οἰνοφλυγίαν κατηγορεῖ. οἱ δὲ 26 Matr. ἀσθματίαι, ὁπόσοις καθάπερ ἐκ δρόμου τὸ πνεῦμα ἐλαύνεται, ἄβουλοι, κακόθυμοι . . . . παντολόγοι. ταῖς
ῥισὶν ἐμπνέοντες δειλοί εἰσιν καὶ ἀθυμοῦντες· γίνονται δὲ καὶ ἀνδρόγυνοι, ὅταν τὰ ἄλλα σημεῖα τούτοις συμμαρτυρῇ.
28 Matr. φθέγγεσθαι ποικίλου ἀνδρός ἐστι σημεῖον, ἐὰν ὀξὺ καὶ αὐχνμηρόν. εἰ δὲ ὀξὺ καὶ μαλακὸν 〈καὶ〉 εὐκαμπὲς φθέγ-
γοιτο, ἀνδρόγυνον ἐπισημαίνει εἶναι τὸν τοιοῦτον. ὅσοι δὲ κοῖλον καὶ βαρὺ καὶ ἀκαμπὲς ἠχοῦσι, γενναῖα τούτοις τὰ ἤθη καὶ μέγα νόει περὶ αὐτῶν. ὅσοι δὲ μαλακόν τε καὶ βαρὺ φθέγγονται, ἀγαθὰ καὶ τούτοις τὰ νοήματα τίθει. οἱ δὲ κλαγγηδὸν φθεγγόμενοι τοῦτό ἐστιν ἐμβοῶντες ὀξὺ καὶ
ὀρνίθειον, οὗτοι μάταια καὶ χαῦνα καὶ ὑψηλὰ νοοῦντές εἰσιν. 29 Matr. ἀσθενὴς δὲ φωνὴ καὶ ἅμα ὑποκλαίουσα φιλοκερδῆ καὶ λυπηρὸν καὶ ἐν πᾶσιν ὑπονοούμενον ἄνδρα σημαίνει. ὁπόσοι δὲ ἐν ῥινὶ φθέγγονται, ψευδεῖς καὶ κακοήθεις καὶ φθονεροί,
βλάβαις ἄλλων χαίροντες καὶ ἀπλῶς εἰσι δεινοί. σφοδρὸν δὲ φθέγγεσθαι 〈καὶ〉 ὑπόσαθρον ὀργὴν καὶ βίαν 〈καὶ ἀνομίαν〉 καὶ μισανθρωπίαν δηλοῖ. ὀξὺ δὲ καὶ ἀσθενὲς φθέγγεσθαι δειλίας καὶ βασκανίας σημεῖον τοῦ ἀνδρὸς ὑπάρχει, βραχὺ 30 Matr. φθέγγεσθαι ἀργίας καὶ δειλίας σημεῖον· ταχὺ δὲ ἀβού- λευτον καὶ ἀνόητον ἄνδρα 〈δηλοῖ〉 . οἱ χαλεπῶς φεγγόμενοι
κακοὶ καὶ ἀνόητοι ὡς ἐπὶ τὸ πολὺ δηλοῦνται εἶναι. εἰ δέ τι ἄλλο ....................................
32 Matr. σκληρά, κοιλία πλατεῖα καὶ κοίλη, μοι καρτεροί, ὠμο- πλάται εὐρεῖαι διεστηκυῖαι, στέρνα ῥωμαλέα καὶ μετάφρενα,
ἰσχία σκληρά, σκέλη σαρκώδη, περὶ τοῖς σφυροῖς καρτερία, πόδες ἀρθρώδεις, χρῶμα ὀξύτερον, βλέμμα ὑγρόν, οὐ μεγάλοι ὀφθαλμοὶ οὐδὲ πάλιν ἀνεῳγμένοι οὐ μὴν οὐδὲ σφαλίζοντες, ὀφρύες [τε] οὐ τεταμέναι, μέτωπον τέλειον οὐ μήν τε ὀλίγον 33 Matr. φωνή τε ἀπηνεστέρα ἰσχυρὰ μεγάλη, πνεῦμα εὐσταθές. τοιοῦτος μὲν ὁ εὔψυχος καὶ καρτερός.
πᾶν σχῆμα ἀνειμένος, τράχηλος μακρός, τὸ χρῶμα μελίχρωον, τὰ ὄμματα ταραχώδη, βλέφαρα ταχυκίνητα, ἄσθματι ἀσθμώ- δης, σκέλη λεπτά, ὀσφὺς μακρά, στέρνα ἀσθενῆ, μακρόχειρ, φωνὴ λιγυρὰ μαλακή.
εὐθύτριχα, τὸ πᾶν σῶμα ὄρθιον, τὰ ἄρθρα ἀπολελυμένα ἀλλήλων, σὰρξ μετρία ἁπαλή, σκέλη τε καὶ μηροὶ εὐτραφεῖς, σφυρὰ καρτερά, ποδῶν καὶ χειρῶν ἄρθρα γενναῖα, δάκτυλοι ἀπαλοὶ εὐμήκεις διεστῶτες ἀπʼ ἀλλήλων, ἐπηρμένα πρόσωπα 35 Matr. καὶ σαρκώδη οὐδὲ μὴν λεπτά, ὀφθαλμοὶ ὑγροὶ εὐλαμπεῖς χαροποί, τὸ ἐν αὐτοῖς〉ἦθος〉 γεγηθός.
πους, παχύρρινος, ἀντίον ὁρῶν, ἄνω τείνων ἑαυτόν, πυρρὸς τὴν χροιάν, τὴν φωνὴν ὀξύς.
λόν, ὀφθαλμοὶ εὐλαμπεῖς, οὐ δεδορκότες, κίνησις σχολαία, φωνὴ ἠπία. τοιαῦτα τοῦ εὐθύμου σημεῖα.
καὶ δονεῖται τὰ ὄμματα καὶ περιτρέχει, μέτωπον σπᾷ καὶ παρειάς, αἱ ὀφρύες〉οὐ〉 μένουσιν εἰς χώραν, τράχηλος 39 Matr. κέκλιται, ὀσφὺς οὐκ ἀτρεμεῖ, κινεῖται πάντα τὰ μέλη καὶ ἁλματίας ἐστί, γονύκροτος, χειρῶν φέρεται ὡς ἀνάταυρος, παραβλέπει ἑαυτὸν καὶ περιβλέπει, φωνὴ λεπτὴ κράζουσα λιγυρὰ σχολαία πάνυ καὶ ἐπίτρονμος.
40 Matr. βλέπειν, μέτωπον ἔχειν ῥυσσόν, [φορεῖν] φθέγγεσθαι σφοδρόν, ἀσθμαίνειν καὶ χεῖρας συγκροτεῖν ἢ ἀνατρίβειν, πολλάκις πόδας ἐπιρρήσσειν.
σὰρξ ὑγρὰ μαλθακή, τοῖς μέλεσι σύμμετρος, τὸ βλέμμα 41 Matr. εὐσταθές, βραχὺ κίνημα καὶ σκολιόν, φωνὴ βαρεῖα μαλακή, τῶν τριχῶν ὁ περίδρομος ἀναθρώσκων.
εὔστροφα καὶ κινεῖται τὰ πάντα εὐρύθμως.
φοινίσσοντα.
μεῖα ἔχουσι τὰ αὐτὰ καὶ χαλεπώτεροι καὶ ἀγριώτεροι πε- ποίηνται. ἐκ τούτου οὖν εἰσι μωροπόνηροι, ὥσπερ τῶν θηρίων τοῦ αὐτοῦ γένους ὄντα τὰ μὲν ἥμερα, τὰ δὲ ἄγριά 44 Matr. εἰσιν, ....... εὐηθικώτερα ... καὶ ταραχωδέστερα [καὶ] ὡς τὸ πολύ. ὅπερ ἂν ἐπισκέψαιο καὶ μάλιστα ἐπὶ αἰγῶν ἀγρίων καὶ
προβάτων, ἔτι δὲ καὶ ἵππων καὶ ὄνων καὶ ὅσα τοιαῦτα· ἐοικότα τοῖς εἴδεσιν ὅμως τὰ μὲν ἥμερα πραότερα καὶ λειότερα,........ 45 Matr. καὶ τὰ ἤθη οὖν αὐτῶν τοῖς εἴδεσιν ἀκολουθεῖ. καὶ ἐπὶ ἀνθρώπων τοίνυν οὕτω χρὴ διαιρεῖν· τὸ γὰρ διπλοῦν τοῦτο τῆς ἰδέας ἐν ἀνθρώποις φαίνεται καθʼ ἕκαστον σημεῖον. δί-
καιοι γὰρ ἀπὸ τῶν αὐτῶν σημείων γίνονται. ἀλλʼ οἱ μὲν ἀγριώτερα ἤθη, οἱ δὲ ἡμερώτερα ἔχουσι καὶ σώφρονες ὁμοίως 46 Matr. καὶ ἀνδρεῖοι. τὸ δὲ διάφορον τῶν σημείων τραχύτητι καὶ λειότητι καὶ σκληρίᾳ καὶ μαλακίᾳ καὶ ἀγωνίᾳ καὶ πραό- τητι καὶ τῷ ὑγρῷ τε καὶ ξηρῷ διαιρετέον. οὕτω δὲ καὶ
ἐπὶ ἀδικίας καὶ ἀκολασίας ἔχει καὶ ἐν τούτοις γὰρ τοῖς σημείοις τοῖς αὐτοῖς οὖσι τὸ ἥμερόν τε καὶ ἄγριον προσ- πεφυκὸς τὴν μὲν ἀγριωτέραν ἀδικίαν, τὴν δὲ ἠπιωτέραν 47 Matr. δείκνυσι, κἀν τοῖς ἀνδρογύνοις οἱ μὲν πολλοὶ ἄγριοι, ἕτεροι δὲ τιθασοί εἰσι. καὶ τούτων οὐκ ὄντα ἕτερα σημεῖα μόνοις οἷς εἶπον διαιρεῖται.
48
Physiognomonica (epitome Matritensis). Adamantius. ed. Richard Foerster. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.