καὶ πρὸς τούτοις κέγχροι ὠχραὶ ταῖς πυρώδεσι μεμιγμέναι εἰσί· καὶ ἕτεραι γλαυκαί. καὶ ἀπλῶς, καθὼς ἀνωτέρω εἴρηται, οἱ λύκων καὶ συῶν ἀγρίων τὰ σημεῖα ἔχοντές εἰσιν 1 Matr. ὠμότεροι ἀγριώτεροί τε καὶ ἁρπακτικώτεροι. μείζους
δὲ οὖσαι ἢ ἐλάττους ἡμερώτερα σημαίνουσιν. αἱ δε αἱματώδεις τῶν κέγχρων ἐν τοῖς μέλασι φαρμακώδεις ἀνθρώπους μη- νύουσιν, ὥσπερ αἱ ὠχραὶ μαγγανείας καὶ φαρμακείας ἐπι- στήμονας δηλοῦσιν. οἱ ὠχροὶ δολερώτεροι, οἱ αἱματώδεις δὲ ἀβουλότεροι καὶ θερμουργοί· ὅσοι δὲ οὐ κέγχροις χαροποί, 2 Matr. ἀλλʼ εἰσὶ πεποεκιλμένοι, τούτων τὸ μέγεθος καὶ τὴν χροιὰν ἐπισκέπτου. εἰ μέλαινα ἢ ἑτέρα πυρρὰ ἐν ὑγροῖς ὀφθαλ- μοῖς καί γε μηδὲν ἄλλο ἄτοπον φαίνοιτο, ἄνδρα δηλοῦσι
μεγαλόνουν, δίκαιον, συνετόν, εὐφυῆ, παιδεραστὴν δὲ πέρα τοῦ μετρίου, εἰ δὲ χλωρὰ ἴτυς ἐπὶ μελαίναις, δολερόν, ἄδικον, 3 Matr. κλέπτην, γυναιξὶν ὁμιλοῦντα αἰσχρῶς καὶ ἀτόπως. ἴτυες αἰόλοι χρόαν ταῖς ἴρισιν ὅμοιοι ξηρότεροι τοῖς ὀφθαλμοῖς ματαιότητα σημαίνουσιν, ἐν δὲ ὑγροῖς μεγαλόνοιαν καὶ ἀν-
δρείαν καὶ εὐθυλογίαν καὶ ὀρθοβουλίαν, ταχύτεροι δὲ εἰς ὀργὴν καὶ ἐν ἀφροδισίοις ἔργοις ἐπτοημένοι.
κοίλων καὶ μικρῶν ἤθη δόλια, ἐπίβουλα ἐν ἀνθρώποις, ζήλῳ καὶ φθόνῳ τετηκότα, ξηροτέρων δὲ πρὸς τοῖς εἰρημένοις κακοῖς 5 Matr. ἀπιστίαν, προδοσίαν, ἱεροσυλίαν σημαίνουσι καὶ τὰ ὅμοια τούτων. οἱ μὲν οὖν ἀτενεῖς περιττότερα ἤθη ἐμφαίνουσιν, οἱ δὲ ὑπορρέοντες δολερώτερα, εἰ μέντοι ὑπορρέοιεν ἀμαυρότητι,
μωρότερα σημαίνουσι.
έτους δὲ εἶναι νόει· καὶ τὰ βλέφαρα αὐτῶν ἐὰν καρηβαρῶνται, πλείων ἡ ἄνοια. εἰ δὲ οἰδοῦντές εἰσιν ξηροί, πατροφόνοι 7 Matr. τε καὶ μητροφόνοι παιδοφόνοι τε καὶ φαρμακοὶ καὶ τὰ ὅμοια. εἰ δὲ ὑψηλοί εἰσιν οἱ ὀφθαλμοὶ μεγάλοι τε καὶ λαμπροὶ
καὶ εὐαγεῖς καὶ ὑγρὸν βλέποντες, δίκαιοι, συνετοί, φιλομαθεῖς, ἔρωτος πλήρεις, οἷος ἦν ὁ φιλόσοφος Σωκράτης. ὀφθαλμοὶ τοῦ προσώπου πολὺ ἐξέχοντες μικροί τε πάνυ καὶ πυρροὶ οὐ φρενήρη μόνον, ἀλλὰ παρειμένον καὶ τὴν γλῶτταν καὶ τὸ σῶμα εἶναι τὸν ἄνδρα λέγουσι.
ὑγρὸν καὶ λαμπρὸν βλέπωσιν· οἱ γὰρ τοιοῦτοι ὀφθαλμοὶ νοητὸν ἄνδρα, δραστήρια καὶ ὑψηλὰ ἔργα μεγάλα παρέχοντα, τόλμης καὶ μεγαλονοίας εἰς ἄκρον ἥκοντα δηλοῦσιν, ὀργῆς δὲ ἀκρατεῖς καὶ μέθης, μεγαλαύχους, κουφονόους, οὐ πόρρω ἐπιληψίας, κλέος δὲ ἔχειν οἴονται μεῖζον ἢ κατʼ ἀνθρώπους,
ὥσπερ ὁ Μακεδὼν Ἀλέξανδρος. περιοιδοῦντες ὀφθαλμοὶ ἀστάτους, ὠμοὺς τῷ φρονήματι, γαστριμάργους, λάγνους, κιθα- 9 Matr. ριστάς, αὐλητάς, μουσικούς· καὶ τὰ ἐκ τῶν ἐντὸς ση- μείων ἔχοντα τοιούτους εἶναί φασι τοὺς ἄνδρας. ὀφθαλμοὶ
περιπελιδνοί, εἰ καὶ τὰ ἐντὸς σημεῖα ἔχουσιν, ἀπίστους καὶ ἀδίκους καὶ παντόλμους τοὺς τοιούτους λέγουσιν ἄνδρας.
ἀκολάστους.
γλαυκοῖς καὶ αἱματώδεσιν ὀφθαλμοῖς, θερμῶς ὀργιζόμενον δηλοῖ καὶ ἐν ἑκάστῳ θερμὸν πάντολμον ἄνδρα καὶ ἐγγὺς μανίας εἶναι· εἰ δὲ ἐν χαροποῖς εἴη, δειλίαν σημαίνει· πᾶν γὰρ χρῆμα οὗτοι φοβοῦνται καὶ πίπτουσι καὶ πάντα ὑπονοοῦσιν· ὀφθαλμοὶ δὲ μέλανες μαρμαρύσσοντες κάκιστοι καὶ δειλοὶ 12 Matr. καὶ κακομήχανοι σφόδρα, καὶ τοιούτους εἶναι δηλοῦσι τοὺς ἄνδρας. οἱ δὲ τοιούτους ὀφθαλμοὺς ἔχοντες καὶ γελώδεις τουτέστιν ὑπογελῶντας εἰς ἀκρότητα πάσης κακίας ἔρχονται. ὀφ θαλμοὶ γοργὸν βλέποντες ἔνυγρον θυμώδεις, ἰχυρούς,
μανικούς, ταχυλόγους, ταχυέργους, ἀπρονοήτους, ἀτόλμους δὲ πρὸς τὸ λέγειν καὶ κακοὺς τοὺς τοιούτους σημαίνουσιν ἄνδρας. οἱ δὲ ξηροὶ ὀφθαλμοὶ κακίστους καὶ ἀνόνμους ση- 13
Matr. μαίνουσιν, οἱ δὲ μικρότεροι καὶ κοῖλοι χείρους, ὠμὸν τὸ φρόνημα ἔχοντας, ἐπιβούλους, κρυψινόους τουτέστι τὸν σκοπὸν αὐτῶν ὑποκρύπτοντας καὶ ἄλλους ὑποσυλῶντας. εἰ δὲ ἐπὶ τοιούτοις ὀφθαλμοῖς ἐπισκύνιον ἔχουσιν ἐννεῦον ταῖς ὀφρῦσι τραχείαις, βλέφαρα ἔχουσιν ὀρθά, θυμὸν καὶ δύναμιν καὶ
ἀβουλίαν ἀκακίαν τε καὶ εὐτολμίαν σημαίνει. ὅσοι δὲ τὸ 14 Matr. μὲν ἐπισκύνιον τά τε βλέφαρα καὶ τὰς ὀφρῦς μὴ οὕτως ἔχουσι, τὸ δὲ βλέμμα αὐτῶν ἐφʼ ἑαυτῶν πικρὸν καὶ τραχύ, χείρους οὗτοι τῶν προρρηθέντων.
αινετοί, ἀλλʼ οὐ πάντη· εἰσὶ γὰρ καὶ ἐν τούτοις δολεροὶ κρύπτοντες τὸν νοῦν καὶ τὸν σκοπὸν αὐτῶν, κακομήχανοι, 15 Matr. κακοῦργοι. ὅσοι δὲ ἄμα τῷ γέλωτι ὑποβλέποντές εἰσι καὶ ξηροί, οἱ τοιοῦτοι κακίστους ὑποσημαίνουσιν ἄνδρας.
μὲν ἤθη, μάταια δέ, κακῶν ἀπαθῆ, καὶ ἄστοργοι δὲ καὶ ἀκόλαστοι οἱ τοιοῦτοί εἰσιν. ὀφθαλμοὶ μειδιῶντες ἄμα ὑγρό- 17 Matr. τητι, βλέφαρα ἀνειμένα, μέτωπον μαλακόν, τὰ ἀμφὶ τὰ βλέφαρα λαγαρὰ ἤθη δηλοῦσι μεγαλοπρεπῆ, δίκαια, ἥμερα, εὐσεβῆ, φιλόξενα, συνετά, εὔβουλα, εὐμαθῆ, ἔρωτος πλήρη
τυγχάνοντα.
βουλον ἄνδρα σημαίνουσιν.
ὑγροί εἰσι, φροντιστὴν καὶ φιλότεχνον. εἰ δὲ τρόμος αὐτοῖς ἐστι καὶ ἅμα ὠχρότης, μανίαν σημαίνει ἐπιληψίαν τε δηλοῖ τῷ ἀνδρί. ὅσοις δὲ ὀφθαλμοῖς ἡ στάσις ἐστὶν ἀεί, εἰ μὲν πρὸς 20 Matr. τὸ συγκλείεσθαι ὑπορρέοιεν καὶ εἰς τὸ ἄνω χωροῦσιν, ἀκολασίαν τουτέστιν ἄσωτον τὸν ἄνδρα δηλοῦσι καὶ μάταιον καὶ μαινόμενον κατηγοροῦσιν· εἰ δὲ ὀρθοὶ ὄντες συγκλείονται καί εἰσιν ὑγροὶ μετὰ μεγέθους καὶ τοῦ εὐλαμποῦς καὶ με-
τώπου λείου, εὐλαβῆ καὶ εὔβουλον καὶ φιλομαθῆ γλυκύ- νουν τε καὶ ἐρωτικὸν τὸν τοιοῦτον ἄνδρα σημαίνουσιν, εἰ δὲ ξηροί εἰσι, θρασύν καὶ κακομήχανον ἄνδρα καὶ ἄδικον. 21 Matr. εἰ δὲ πρὸς τούτῳ μέτωπον τραχύ, ὀφρῦς συντετα-
μένας, βλέφαρα σκληρὰ πεπηγότα ἔχοι τις, ἀγριώτερος τὸν θυμόν, τολμᾶν ἑτοιμότερος, χαυνούμενος μέντοι ἐπαίνοις καὶ τιμαῖς, πειθόμενος δὲ καὶ δώροις ὁ τοιοῦτος ἀνὴρ φαίνεται. ὅσοι δὲ τὰ βλέφαρα οὐκ ἔχουσιν ὀρθὰ οὐδὲ τὰς ὀφρῦς ἀκλινεῖς, ἀλλὰ τρόμος αὐτοῖς ἔνεστι καὶ ἅμα τὸ βλέμμα ὑπο-
κινεῖται, οὗτοι ἀνδρόγυνοι ὄντες ἄνδρες εἶναι βιάζονται.
σκοτεινόν, τὸ λαμπρόν, μικρὸν καὶ μέγα, κοῖλον, ὑψηλόν, μαλακόν, ἀτενές, τὰ ἄλλα τὰ ἐπὶ τούτοις, ἃ πολλάκις διείληπται.
βλέπουσι, καὶ χρηστοὺς σημαίνουσιν. ὀφθαλμοὶ ἐκπεπετασμένοι ζηροὶ μαρμαρύσσοντες καθαρὸν καὶ λαμπρὸν βλέποντες ἀν- αισχύντους καὶ παντόλμους δηλοῦσιν ἄνδρας.
καὶ νοτίδος ἐνούσης φροντιστάς, φιλομαθεῖς, ἥμερα ἤθη κεκτημένους καὶ ἐρωτικοὺς εἶναι σημαίνουσιν. ὅσοι δὲ ἀσκαρδάμυκτοι ὄντες ὠχροὶ ἢ φοινικοῖ φαίνοιντο ἅμα ξηρό- 25 Matr. τητι, κακίαν καὶ μάχην ἢ ὀργὴν ἢ δαιμονικὴν κακό- τητα ἐμφαίνουσιν . . . . . .
ἕτεροι δὲ τὰ μέσα τῶν βλεφάρων συγκλείουσι καὶ καθέλ- 27
Matr. κουσι, τὰ δὲ ἀμφότερα ἀνασπῶσι . . . . καὶ αὐτοὶ μοιχοί εἰσιν· ὁμοίως καὶ οἱ τὰ μέσα τῶν βλεφάρων ἀνα- σπῶντες, τὰ δὲ ἑκάτερα συγκλείοντες.
Physiognomonica (epitome Matritensis). Adamantius. ed. Richard Foerster. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.