ΣΟΦΙΣΤΟΥ
εἰδέναι, ὡς ἀφʼ ἑνὸς σημείου καθʼ αὐτὸ καὶ ἀπὸ δύο οὐ χρὴ βεβαίως δοκεῖν ἀποφαίνεσθαι, ἀλλʼ ἀπὸ πλειό- νων καὶ μειζόνων τῶν ἀλλήλοις ὁμολογούντων [πάν- των], πάντα δὲ τὰ ἄλλα σημεῖα πρὸς τὰ ἐν τοῖς ὀφθαλμοῖς ἀνακρίνεσθαι. ταῦτα γὰρ ἐπικρατεῖ· εἰ γὰρ
τὰ ἐκτὸς τούτοις ὁμολογοίη, ἀψευδὴς ἔσται ἡ φυσιο- γνωμονία. τῶν δὲ ἄλλων σημείων δυνατώτερα μὲν τὰ πλησίον τῶν ὀφθαλμῶν, οἷον μέτωπον, ῥίς, στόμα, παρειαί, κεφαλή· δεύτερα δὲ τὰ ἀμφὶ τράχηλον καὶ στέρνα, τρίτα δὲ τὰ ἀμφὶ ὤμους καὶ χεῖρας
καὶ σκέλη καὶ πόδας, ὕστατα δὲ τὰ περὶ γαστέρα. μεγίστη δὲ εἰς ἐπίκρισιν ἡ παντὸς τοῦ ἀνθρώπου ἐπι- πρέπεια ἐπὶ πᾶσι τούτοις φανταζομένη, ἥν ἐπὶ πᾶσι 1 σφραγῖδα πάντων χρὴ ἐφορᾶν. τοῦτο δὲ λόγον μὲν οὐκ ἔχει ἐφʼ ἑαυτοῦ, ἀλλὰ τὰ καθʼ ἕκαστα σημεῖα, τά τε ἐν τοῖς ὀφθαλμοῖς καὶ τὰ ἄλλα ὁμοῦ συντίθησι τὸ πᾶν εἶδος τοῦ ἀνθρώπου. πάντων γὰρ ἀθροισθέντων
ἤδη τὸ πιστὸν φαίνεται.
ἕκαστα ἐοικότα, οἷον λέοντος ἦθος θυμικὸν καὶ ἄλκι- μον καὶ τὸ εἶδος τοιοῦτον, παρδάλεως δὲ 〈ἦθος〉 ἁβρὸν καὶ ὀργίλον καὶ λοχητικὸν καὶ ἐπίβουλον, δειλὸν ἅμα καὶ θρασί, καὶ ἡ μορφὴ τούτοις ἔοικεν· ἄρκος δὲ ὠμόφρων, δολία, σκαιά. καὶ τοῖς ἄλλοις δὲ ζώοις κατὰ
τὰ αὐτὰ ἐπιφαίνεται τὸ οἰκεῖον ἦθος· συὶ ἀγρίῳ ὀργὴ ἀπρονόητος, βοὶ σεμνότης, ἀκακία, ἵππῳ μεγαλαυχία, φιλοτιμία, ἀλώπεκι τὸ δολερὸν καὶ ἐπίβουλον, πιθήκῳ τὸ βωμολοχικὸν καὶ εἰρωνικόν, προβάτῳ τὸ εὔηθες, τράγῳ τὸ μάργον, ὑὶ τὸ μιαρὸν καὶ γαστρίμαργον, καὶ
τῶν ἄλλων ὁμοίως ἑρπετῶν τε καὶ πετεινῶν τὰ εἴδη 2 τοῖς ἤθεσιν ἔοικεν. εἰ τοίνυν ἄνθρωπος μέρος τι ἢ μέλος θηρίῳ ἢ ὄρνιθι ἐοικότα ἔχει, ἀπὸ τούτων χρὴ αὐτὸν φυσιογνωμονεῖσθαι. χαροποὺς καὶ κοίλους με- τρίως ὀφθαλμοὺς εἴπερ ἴδοις, λέοντος μέμνησο· εἰ πάνυ κοῖλοι, κακοήθεις εἰσί, καὶ πίθηκον ἐννόει· εἰ ἐπίπεδοί
εἰσι, βοῶν ὀφθαλμοὺς τοιούτους λέγε· εἰ προπαλεῖς εἶεν ὀφθαλμοί, ἀνοήτου καὶ ὑβριστοῦ, ὥσπερ ὔνου. βελτίω δὲ τὰ ἄρρενα τῶν θηλειῶν· ὡς γὰρ ἐπιπλεῖστον τὸ μὲν ἄρρεν γενναῖον, ἄδολον, δίκαιον, θυμοειδές, φιλότιμον, ἄκακον· τὸ δὲ θῆλυ ἀγεννές, πικρόν, δο-
λερόν, κουφόνουν, ἄδικον, φιλόνεικον, θρασύδειλον· τὸ θῆλυ ὡς ἐπὶ τὸ πολὺ ἔχει τοῦ ἄρρενος κεφαλὴν μικροτέραν, σῶμα ἔλαττον, τρίχας μαλακωτέρας μελαν- τέρας, πρόσωπον στενώτερον, ὀφθαλμοὺς στίλβοντας καὶ μαρμαρύσσοντας, τράχηλον λεπτότερον, στήθη ἀσθε-
νέστερα, ἄπλευρον, ἰσχία καὶ μηροὺς περισαρκότερα, λεπτοκνημότερον, γονύκροτον, χειρῶν καὶ ποδῶν ἄκρα κομψότερα, τὴν πᾶσαν ὄψιν τοῦ σώματος μαλακωτέραν, ἁμαλωτέραν, ἁβροτέραν, σαρκὶ ὑγρᾷ κεχρημένην, ἀναρ- 3 θροτέραν τε καὶ λεπτονευροτέραν , φωνὴν ἰσχνοτέραν, τὸ βάδισμα μικρότερον καὶ πυκνότερον, τὰ μέλη καμ- πτόμενα μᾶλλον, ἡ κίνησις ὑγροτέρα. τὸ δὲ ἄρρεν τὰ ἐναντία τούτων φέρεται. τοίνυν τῶν θηρίων πάντων
ὁ λέων ἐπιπλεῖστον τοῦ ἄρρενος εἴδους ἐστὶ μετέχων, ἡ δὲ πάρδαλις θηλυμορφότατον, τῶν δὲ ὀρνίθων ἀετὸς ἀρρενωπότατον, πέρδιξ δὲ θηλυμορφότατον, τῶν γε μὴν ἑρπετῶν ὁ μὲν δράκων ἀρρενικώτατον, ἡ δὲ ἔχιδνα θηλυμορφότατον.
δρός, οἱ δὲ στενοὶ καὶ προμήκεις καὶ κυρτοὶ ἀναισθήτου 5 καὶ θηριώδους, οἱ δὲ σκολιοὶ σφόδρα ἀναιδοῦς, ἅρ- παγος, οἱ δὲ προσφυεῖς τῇ σαρκὶ ἐπιπλεῖον ἀναισθήτου καὶ θηριώδους. μικροὶ πάνυ ὄνυχες πανουργίας ση- μεῖον· ὁμοίως δὲ καὶ ὠχροὶ καὶ μέλανες καὶ τραχεῖς.
εἰ δὲ στρογγύλοι πάνυ εἶεν, λάγνων τὸ σημεῖον. ὡς προείρηται μέντοι, οὐδὲ τῶν ἄλλων σημείων τὰ πολλὰ 6 ἀξιόλογα, εἰ μόνον τι καθʼ ἕκαστον ἐφʼ ἑαυτοῦ σκο- ποῖτο, ἥκιστα δὲ ὄνυχες.
λεπτοὶ ἀνοητοτέρους δηλοῦσι. δάκτυλοι κολοβοὶ καὶ 7 παχεῖς τολμητήν, ἀπρονόητον, θηριώδη, καὶ οἱ πάνυ μακροὶ καὶ λεπτοὶ ἀνοητότερον, 〈 ὑποχαυνότερον καὶ φλυαρότερον,〉, οἱ δὲ εὖ μεγέθους καὶ συμμετρίας ἔχοντες ἄριστοι.
βαίνοντες πανοῦργοι.
καὶ κνήμας παχείας ὅσοι φοροῦσιν, ὡς ἐπὶ τὸ πλεῖστον μωραίνουσιν ἢ μεμήνασι.
κνημῶν κατὰ τὸ μέσον πλήρεις εἰσὶν ὡς κύουσαι, βδε- λυροὺς καὶ ἀκολάστους καὶ ἀναιδεῖς δηλοῦσιν· ὡς τὸ 11 πολὺ δὲ κνημῶν καὶ πτερνῶν παχύτης δουλοπρεπές, ἀμαθές. ὅμοια δὲ ταῖς κνήμαις καὶ περὶ τῶν μηρῶν λέγε.
γυναικεῖοι καὶ θηλυδρίαι. Ισχία παχέα γυναικεῖα, ὁστώδη δὲ ἀνδρεῖα, λεπτὰ 12 δὲ ὀλιγόσαρκα ῥικνά, ὥσπερ ἐκτετηκότα, πανούργου πρὸς ἀνδρός. τοιαῦτα γὰρ καὶ τὰ πιθήκων.
γαστρίμαργοι γίνονται. στήθη μεγάλα ἀρθρώδη ἐπαίνει, λεπτὰ δὲ καὶ ἀσθενῆ μικροψυχίαν καὶ ἀνανδρίαν δηλοῖ, πολύσαρκα δὲ ἀμαθίαν καὶ σκαιότητα. ὅσοις δὲ οἴ 15 μαστοὶ ἐκκρεμεῖς εἰσι καὶ τὸ πᾶν στέρνον 〈μέγα καὶ〉 ἀμφιλαφὲς σαρκὶ λαγαρᾷ, λάγνοι καὶ οἰνόφλυγες.
πεφυκυῖα μεταφρένοις ἀμφιλαφὴς ἀναισθησίαν κατη- γορεῖ, καὶ ἡ στενότης μωρίαν. μετάφρενον εὐρὺ μεγα- λονοίας, τὸ δὲ πράως στρογγύλον ἀγχινοίας καὶ χαρίτων σημεῖον. κυρτὸν ὁ φέρων μετάφρενον καὶ ὤμους εἰς τὸ στῆθος ἐπικεκλασμένους κακοήθης ἐστὶ καὶ βάσκα- 16 νος· εἰ δὲ καὶ τὸ σῶμα ἐπικεκλασμένον, φειδωλὸς καὶ φιλάργυρος.
αντᾶν ταῖς χερσὶ τὴν κεφαλὴν ἀναγκάζεσθαι, κακοθελεῖς καὶ ἐπιχαιρεκάκους καὶ φθονεροὺς δηλοῦσι. καρτερὰς εἶναι ὠλένας καὶ πήχεις ἀγκῶνάς τε ἀρθρώδεις ἄριστον· τὰ γὰρ ἐξίτηλα ἄνανδρα, τὰ δὲ πάνυ σαρκώδη ἀμαθῆ καὶ ἀναίσθητα.
ἔχουσαι τοὺς δακτύλους κλεπτίσταται. μικραὶ δὲ πάνυ χεῖρες πανουργίας καὶ κλεπτοσύνης σημεῖον. λεπταῖς δὲ καὶ σκολιαῖς χερσὶ φλυαρίαν καὶ γαστριμαργίαν τεκμαίρου.
καὶ κακοήθων, ὁ δὲ παχὺς ἅμα μήκει θυμικῶν καὶ 19 μεγαλαύχων αὐθαδῶν τε, ὁ δὲ μετρίως μήκους ἔχων καὶ πάχους εὐπαγής τε καὶ ῥωμαλέος ἀλκίμων, εὐμαθῶν, εὐφυῶν πρὸς ἀρετήν, λαγαρὸς δὲ καὶ ἀσθενὴς παν- ούργων, κακομηχάνων. ὁπόσοις ὁ τράχηλος νεύροις
κατατείνεται, σκαιοὶ οὗτοι· εἰ δὲ καὶ ἄλλα σημεῖα συμ- βαίνει, [καὶ] μωραίνουσι καὶ μανίᾳ ἐπιλαμβάνονται. καὶ οἱ μεγάλα 〈δὲ〉 ἀγγεῖα περὶ τῷ τραχήλῳ πεπλεγ- μένα ἔχοντες ἐμφανῆ σκαιοί· οἱ δὲ ὑπερφυῶς παχυ- τράχηλοι δυσόργητοι, σκαιοί, ἀμαθεῖς, ὑώδεις· οἱ δὲ 20 κολοβοτράχηλοι θρασύδειλοι. ὅσοις δὲ τῶν ἐπαυχενίων σπονδύλων τραχέων ὄντων ἐξέχει πολὺ τῶν ἄλλων ὁ κατὰ τὴν συμβολὴν τῶν ὠμοπλατῶν, ὅθεν ἐκφύεται τράχηλος, οὗτοι ὑβρισταί· οἱ δὲ σκληροτράχηλοι ἀμα- θεῖς, 〈οῖ δὲ ὑγροτράχηλοι εὐμαθεῖς〉. τραχὺς αὐχὴν ὥσπερ λοφιὰ ἀμαθοῦς σὺν ὓβρει. τράχηλον πεπηγότα ἀκλινῆ σκαιὸν καὶ αὐθάδη 〈λέγε〉 καὶ ἀμαθίαν δὲ ἀνα- τίθει. τισὶ δὲ διὰ μωρίαν γίνονται ἀκλινεῖς τράχηλοι, οἷς καὶ τὰ ἄλλα σημεῖα συμβαίνει ἄλλοι δὲ ἀκλινεῖς 21 τραχήλους ἔχοντες οἰακίζουσιν ἑαυτοὺς καὶ τείνουσι τέχναις καὶ πόνοις μεγάλοις μάλα κεκλασμένους ὄντας. οὗτοι δὲ ἀνδρόγυνοι ὄντες εἶτα ὀρθοῦντες αὐτοὺς οἴονται τὴν μαχλοσύνην ἐπικρύπτειν, κατηγοροῦσι δὲ
αὐτῶν χειλῶν σπασμὸς καὶ ὀφθαλμῶν παρατροπὴ καὶ ποδῶν παραφορὰ καὶ ὀσφύος κίνησις καὶ χειρῶν ἄλυς καὶ φωνῆς κραυγή. καὶ γὰρ οἱ τράχηλοι αὐτῶν οὐ διαρκῶς πεπηγέναι δύνανται, ἀλλʼ ὑποτρέμουσιν ἅτε τῆς τάσεως βιαζομένης. ἡ δὲ τραχήλου κλάσις ὡς ἐπὶ
τὸ πλεῖστον ἀνδρογύνου, εἰ καὶ τὰ ἄλλα σημεῖα συν- 22 τρέχει, τὸ δὲ αὔταρκες τῆς τάσεως καὶ τῆς εὐπηξίας ἄριστον. ἄνω ἐστραμμένος τράχηλος ὑβριστοῦ καὶ ἀνοήτου καὶ ὑποχαύνου, εἰ μὴ ἄρα διὰ μανίαν αὐτὸ ποιεῖ· ὁ δὲ ἐπικεκυφὼς τράχηλος δύναται μὲν μωρόν, δύναται δὲ ἔπθʼ ὅτε καὶ φροντιστὴν καὶ φειδωλὸν καὶ
κακοήθη καὶ ἔξω ἁπλότητος καὶ εὐθυμίας καὶ πραότη- τος σημαίνειν. τράχηλος εἰς τὰ δεξιὰ βλέπων κοσμίου καὶ φροντιστοῦ καὶ σώφρονος, εἰς δὲ τὰ λαιὰ μάχλου καὶ ἀνοήτου. εἰς ὁπότερον δὲ ἂν ᾖ μέρος ἄλλο κεκλι- μένος, οὐκ ἀγαθός· βεβλάφθαι γὰρ τὰς φρένας δηλοῖ.
23
μέντοι ὀδύρται, καχύποπτοι, δυσόργητοι, ἀνιαροὶ συμ- πόται ἐγνώσθησαν.
πολὺ τὸ σχίσμα εἴη, δολεροὺς σημαίνει· εἰ δὲ αὐταρ- κως ἡ διαίρεσις ἔχοι, εἰς ἀφροδίτην καὶ χάριτας ἔχει τὸ σημεῖον.
μήτε προπετὲς ἐπαίνει· τὸ μὲν γὰρ προπετὲς ἀνοίας καὶ ματαιολογίας καὶ θρασύτητος, τὸ δὲ χθαμαλὸν δει- λίας καὶ παλιμβουλίας σημεῖον. μικρὸν στόμα γυναι- κείοις ἤθεσι καὶ εἴδεσιν ἔοικε, τὸ δὲ μεῖζον ἀνδρεῖον. ἡ δὲ ἐπὶ πολὺ ἀνατομὴ στόματος πάνυ βορόν, ὠμό- 26 φρονα, ἀνόητον, ἀνόσιον· τοιαῦτα γὰρ τὰ τῶν κητῶν στόματα. ὅσοις κατὰ τοὺς κυνόδοντας κορυφοῦται τὰ χείλη, κακόθυμοι, ὑβρισταί, κράκται, ἐπεσβόλοι· τοιαῦτα γὰρ τὰ τῶν κυνῶν στόματα. ὅσοις δὲ τὸ πᾶν στόμα πρόκειται ἐπὶ πολὺ τά τε χείλη ἐστὶ παχέα καὶ στρογ-
γύλα καὶ ἀνεστραμμένα εἰς τὸ ἔξω, ὑώδεις οὗτοι τὰ ἤθη καὶ τὰ ἔργα. τὸ ἄνω χεῖλος τῷ κάτω ἐπιβεβλῆ- σθαι ἐμφρονέστερον· εἰ δὲ τὸ κάτω χεῖλος προέχοι, ἄκακα μὲν τὰ ἤθη, ματαιόφρονα δὲ ὡς ἐπιπολὺ καὶ ἠλιθιώτερα. στόμα μικρὸν προέχον ἔξω κακοήθους καὶ
27 ἐπιβούλου. στόμα κοῖλον ὡς ἐμβοθρευόμενον φθονε- ρῶν καὶ κακοηθῶν, μάλιστα δὲ ἀκολάστων.
κατηγορεῖ. ῥινὸς τὸ ἄκρον ἁδρὸν καὶ ἀμβλὺ καὶ στρογγύλον καὶ κρατερὸν εἰ θεάσαιο, τοῖς ἔχουσιν ἀν- δρίαν καὶ μεγαλοψυχίαν μαρτύρει εἰς λέοντα ὁρῶν καὶ κυνῶν τοὺς γενναίους. ῥὶς μακρὰ καὶ λεπτὴ πάνυ ὀρνιθῶδες. τοιαῦτα οὖν καὶ τὰ ἤθη προσδόκα. τῆς
ῥινὸς τὸ πρὸς τὸ μέτωπον διηρθρῶσθαι καλόν, ἀν- 28 δρεῖον καὶ συνετόν· τὸ δὲ ἐναντίον τούτου θῆλυ καὶ ἀμαθέστερον. ἰθύτης ῥινὸς γλώσσης ἀκράτειαν κατη- γορεῖ. ῥὶς ἡ μείζων ἀμείνων, ἡ δὲ πάνυ μικρὰ κλεπτο σύνης καὶ παλιμβουλίας κατήγορος. γρυποῖς μεγαλόνοια πρέπει, σιμοῖς δὲ λαγνεία. μυκτῆρας ἀναπεπταμένους
θυμοῦ καὶ ἀλκῆς μάρτυρας τίθεσο, στενοὺς δὲ ὄντας καὶ στρογγύλους καὶ πεφραγμένους μωρίας. σκολιαῖς δὲ πάνυ ῥισὶ σκολιὰ καὶ τὰ νοήματα ὡς ἐπὶ τὸ πολὺ ἕπεται.
μήτε κυρτὸν καὶ ὑψηλὸν καὶ περιφερές, ἀναισχυντίαν γὰρ καὶ ἀναισθησίαν σημαίνει. μηδὲ μὴν τραχεῖ με- τώπῳ χαῖρε μηδὲ ὥσπερ λόφους καὶ ὀρύγματα ἔχοντι ἐν ἑαυτῷ· πανουργίας γὰρ καὶ ἀπιστίας κατήγορα πάντα τὰ τοιαῦτα, ἔσθʼ ὅτε δὲ καὶ μωρίας καὶ μανίας συν- 30 τρεχόντων καὶ τῶν ἄλλων σημείων. μέτωπον τετρά- γωνον μεγέθους εὖ ἔχον καὶ κατὰ λόγον τοῦ ἄλλου εἴδους ἄριστον εἴς τε ἀνδρίαν καὶ σύνεσιν καὶ μεγα- λόνοιαν κέκριται. οἱ κατηρεφῆ μέτωπα ἔχοντες αὐθά. δεις, οἱ δὲ πάνυ τεταμένα ἀμέριμνοι, οἱ δὲ ῥυσσὰ
φροντισταί.
καὶ ἐπιβούλου. μικρὰ δὲ πρόσωπα μικρὰ καὶ ἤθη λέγει. τὰ δὲ λίαν μεγάλα νωθείαν καὶ ἀμαθίαν κατη- γορεῖ. προσώπῳ δὲ μάλιστα ἐπιφαίνεται μεγαλοπρέπεια καὶ ἀνελευθερία καὶ 〈εὐήθεια καὶ〉 κακοήθεια. ἔστι γὰρ καὶ ἀνιαρὸν πρόσωπον καὶ σπουδῆς πλῆρες καὶ 32 παιδιᾶς καὶ εὐμειδές τε καὶ ἀμειδὲς καὶ ὀδυρτικὸν καὶ ὑπνηλὸν καὶ ἐγρήγορον, καὶ τὰ ἄλλα ὡς ἔχει φύσεως εὖ μάλα φαίνεται. ὁποίῳ οὖν πάθει ἔοικε, κατὰ τοῦτο χρὴ φυσιογνωμονεῖν. σπασμοὶ προσώπου καὶ παρειῶν, εἰ μὲν ἐπὶ στυγναῖς προσόψεσιν εἶεν, μανίαν ἢ μωρίαν,
εἰ δὲ ἐπὶ φαιδραῖς, μαχλοσύνην δηλοῦσιν.
σημαίνει, ἡ δὲ μείζων τῆς συμμέτρου εὐαίσθητον καὶ ἀνδρεῖον καὶ μεγαλοπρεπῆ, ἡ δὲ σύμμετρος εὐαίσθητον μέν, ἄνανδρον δὲ καὶ ἀνελεύθερον πάνυ, ἡ δὲ μεγάλη πάνυ δυσαίσθητον καὶ ἀμαθῆ. λοξοὶ δὲ τὰς κεφαλὰς ἄνδρες ἀναιδεῖς, οἱ δὲ πάνυ ὑψηλοὶ αὐθάδεις· οἱ τὰ 34 ὄπισθεν τῶν κεφαλῶν χθαμαλὰ ἔχοντες ἄψυχοι. ὅσοι δὲ τὰ παρʼ ἑκάτερα τῆς κεφαλῆς κοῖλα ἔχουσι, δολεροὶ καὶ παλίγκοτοι. κεφαλὴ μέση χθαμαλὴ ἠρέμα εὖ μεγέ- θους τε καὶ ὀρθότητος ἔχουσα ἀρίστη πασῶν εἴς τε εὐαισθησίαν καὶ μεγαλόνοιαν κέκριται.
σιμοί, παχυσκελεῖς, περιπληθεῖς σαρκὶ λαγαρᾷ, προ- γάστορες, ἁπλοῖ, θυμοειδεῖς, ὀλιγόβουλοι, θερμόβουλοι, δυσμαθεῖς, οἱ δὲ ὑπὸ τῇ μεσημβρίᾳ μελανότριχες, οὐλό- ριχες, μελανόφθαλμοι, λεπτοσκελεῖς, εὐμαθεῖς, πολυ- γνώμονες, κουφόνοοι, ψεῦσται, κερδαλέοι, ἐπίκλοπα νοή-
ματα ἔχοντες. ἧσσον δὲ καὶ μᾶλλον ἑκάτεροι αὐτῶν 36 ἕκαστα τούτων ἔχουσιν, ὅσῳ προσεχεῖς μᾶλλόν εἰσιν ἢ πάλιν διαστήματι πλείονι κεχωρισμένοι τῆς μεσημ- βρίας ἢ τῆς ἄρκτου. τὰ δὲ μέσα τῆς οἰκήσεως μέσην ἔχει τὴν ἰδέαν καὶ συμμιγῆ 〈τά τε〉 σημεῖα καὶ τὰς γνώμας. οἱ δὲ ἑῷοι καὶ ἑσπέριοι, καθὸ μεσημβρινώ-
τεροι καὶ ἀρκτικώτεροί εἰσιν, αὐτοὶ ἑαυτῶν διαφέρουσιν. ἔχουσι γὰρ διαφορὰν Λιβύων οἱ τὰ ἄκρα τῆς Λιβύης τὰ ἑσπέρια νεμόμενοι καὶ Ἰβήρων οἱ εἰς τὴν ἔξω θά- λασσαν καθήκοντες, καίτοι ἀμφότεροι ἑσπέριοί εἰσιν· ἀλλὰ οἱ μὲν Λίβυες Αἰθίοψιν ὅμοιοι, οἱ δὲ Ἴβηρες
37 Κελτοῖς. ὡς γὰρ ἐν βραχεῖ δηλῶσαι, ἡ μὲν μεσημ- βρία ξηρότητι καὶ θερμότητι ὡς ἐπὶ τὸ πλεῖστον κέ- κραται, ἡ δὲ ἄρκτος ὑγρότητι καὶ ψυχρότητι· τὰ δὲ ἄλλα χωρία, καθόσον τούτων ἑκατέρᾳ πλησιάζει, καὶ
τῆς κράσεως 〈μεταλαμβάνει καὶ φύει τά τε ἄλλα καὶ ἀνθρώπους κατὰ λόγον τῆς οἰκείας κράσεως〉 τά τε εἴδη καὶ τὰ ἤθη παρεχομένους, πλὴν αἴτιον τοῦ ποικίλους εἶναι γεγένηται τὸ πολλοὺς ἀπὸ ἄλλων ἐθνῶν εἰς ἕτερα μετελθόντας κατῳκηκέναι.
γοὺς φῶς πολὺ ἔχοντας ἐν ἑαυτοῖς· εὐοφθαλμότατον γὰρ πάντων 〈τῶν〉 ἐθνῶν τὸ Ἑλληνικόν.
πάνυ λευκὸν ἄκρατον εἰς ἀνανδρίαν φέρει, πυρρὸν δὲ 39 τὸ σῶμα πᾶν δολεροῦ καὶ πολυτρόπου ἀνδρός ἐστι δεῖγμα. χροιὰ δὲ ἀνατετραμμένη ὑπόχλωρος δειλίας ἅμα καὶ κακομηχανίας σημεῖον, εἰ μὴ ὑπὸ νόσου γε- γένηται. τὸ δὲ μελάγχλωρον καλούμενον χρῶμα δειλόν, γαστρίμαργον, λάλον, ὀργίλον, γλώσσαλγον, τὸ δὲ φλο- γοειδὲς χρῶμα ἐμμανές, τὸ δὲ πράως ἐρυθρὸν εὐφυές, 40 εὐμαθές, ὀξυκίνητον.
δειλόν, τὸ δὲ χολῶδες ἄγριον, τὸ δὲ ταῖς ἐλαίαις κατὰ τὴν χροιὰν ὅμοιον ἄλκιμον· τοῦ γε μὴν μέλανος τὸ 43 μὲν πάνυ μέλαν δειλόν τε καὶ δολερόν, τὸ δὲ ὑπό- ξανθον καρτερόν τε καὶ μεγαλόψυχον. τὰ γὰρ μαρμα- ρύσσοντα ὄμματα μαργοσύνην κατηγορεῖ, τοιοῦτον γὰρ καὶ ἡ αἲξ βλέπει, τὰ δὲ πυρώδη ἀναισχυντίαν, κυνὸς
γὰρ τοῦτο τοῖς ὀφθαλμοῖς τεκμαίρου. ὠχρὰ δὲ ὄμματα καὶ ἀλλοχροίας ἔχοντα πτῶκα ἄνδρα καὶ ὑποπτευτὴν σημαίνει. στίλβοντες ὀφθαλμοὶ ἀφροδίσιοι, οἵους ἔχου- σιν οἱ ὄρνιθες.
45 τόν. μαλακαῖς δὲ πάνυ θριξὶ τετριχῶσθαι γυναικεῖον. οὐ μὴν αἱ πάνυ σκληραὶ τρίχες ἀγαθαί, ἀγριότητος γὰρ τὸ σημεῖον· τὸ δὲ μέσον καὶ ἐν τούτοις ἄριστον. μέλαινα κόμη δειλίαν καὶ πολυκέρδειαν ἀγγέλλει, ἡ δὲ
ἄγαν ξανθὴ καὶ ὑπόλευκος, ὁποία Σκυθῶν καὶ Κελτῶν, ἀμαθίαν καὶ σκαιότητα καὶ ἀγριότητα, τὸ δὲ πράως ὑπόξανθον εἰς εὐμαθίαν καὶ ἡμερότητα καὶ εὐτεχνίαν 46 συντείνει. πυρρότης δὲ ἄκρατος κατὰ τὸ τῆς ῥοιᾶς ἄνθος οὐκ ἀγαθόν, ὡς ἐπὶ πλεῖστον γάρ ἐστιν αὐτῶν τὰ ἤθη θηριώδη καὶ ἀναίσχυντα καὶ φιλοκερδῆ. σκέλη τετριχωμένα πάνυ θριξὶ πυκναῖς καὶ μεγάλαις δυσμα- θίαν καὶ ἀγριότητα σημαίνει. ὅσοις δὲ ὀσφύες καὶ
μηροὶ χωρὶς τῶν ἄλλων μερῶν πολύτριχές εἰσι, λαγνείας εὐτυχοῦσι. γαστέρα καὶ στήθη ἐπὶ πολὺ κομῶντας κου- 47 φόνους καὶ ἀλλοπροσάλλους καὶ ἀσελγεῖς λέγε. στέρνα δὲ αὐτὰ καθʼ ἑαυτὰ τετριχωμένους θριξὶν ἀμφιλαφέσι θερμοβούλους καὶ εὐψύχους λέγε. ὤμους δὲ καὶ μετά- φρενα τετριχῶσθαι ὀρνίθιον ἄντικρυς· μετάρσια γὰρ
νοήματα καὶ οὐ στερεὰ δείκνυται. τὸ δὲ πᾶν σῶμα δεδασύνθαι τριχὶ στερεᾷ καὶ ἀμφιλαφεῖ βοῶδες. τοῦ 48 δὲ αὐχένος τὸ πρὸς τῇ κεφαλῇ δεδασύνθαι πρὸς ἀλκῆς τε καὶ εὐψυχίας νόμιζε. καὶ τοῦ μετώπου δὲ εἰ εἰς τὸ μέσον ἐπικαταβαίνοι ἡ χαίτη, εἰς δὲ τὰ ἑκατέρωθεν ὑποχωροίη, μεγαλοψυχίας καὶ ἀλκῆς πλήρης ὁ τοιοῦτος. τρίχες δὲ ὀρθαὶ ἑστῶσαι δειλίας καὶ κακομηχανίας
μάρτυρες. ὅσοις τῶν ὀφρύων τὰ 〈μὲν〉 πρὸς τὴν ῥῖνα 49 κάτω νεύει, τὰ δὲ ἐφʼ ἑκάτερα εἰς τοὺς κροτάφους χωρεῖ, τούτους ὑσὶν εἴκαζε. οἱ δὲ σφόδρα συνόφρυες ἀνιαροί· πρέπει γὰρ αὐτοῖς ἀνία.
φυὲς αὐτῆς καὶ ἀπρονόητον χρὴ διαγινώσκειν κατὰ τὸ πρέπον. ὅσοι δὲ σχηματίζουσιν ἑαυτοὺς καὶ κινοῦνται ἐπιτετηδευμένως, φυσιογνωμόνει καὶ τούτους. τριπλοῦν δὲ τὸ γένος τούτων. οἱ μὲν γὰρ σεμνότητα περινοοῦσιν ἀρχὰς καὶ δυνάμεις ἐν πόλει μνώμενοι καὶ γάμους ἐν-
δόξους, ἐνίοτε δὲ εἰς εὐτέλειαν καὶ φειδωλίαν καὶ εἰς περιχαρίαν καὶ εἰς στυγνότητα ἑαυτοὺς μετατυποῦσι, διʼ οὗπερ ἂν ἀρέσειν τρόπου τούτοις νομίσωσιν οὓς θεραπεύουσιν. ἕτεροι δὲ ἁβρύνονται αὐτῶν, οἱ μὲν γὰρ παιδικοῖς ἀρέσαι βουλόμενοι, οἱ δὲ ἄνδρας ἐφʼ 50 ἑαυτοὺς ὥσπερ γυναῖκες προκαλούμενοι. τὸ δὲ τρίτον εἶδός ἐστι τῶν ἀνδρογύνων μὲν ὄντων φύσει, πλατ- τόντων δὲ ἑαυτοὺς εἰς τὸ ἀνδρεῖον· οἳ φωρῶνται ῥᾳ- δίως. καὶ γὰρ βάδισμα καὶ φθέγμα καὶ βλέμμα μι- μεῖσθαι σπουδάσαντες ἀνδρός, εἴπερ ἐξαίφνης φοβηθεῖεν
ἢ καὶ ἀνιαθεῖεν, ταχὺ παλινδρομοῦσιν εἰς τὴν ἑαυτῶν φύσιν. καὶ χωρὶς δὲ τούτου τὸ ἐπιτηδευόμενον αὐτοῖς οὐ χαλεπῶς ἄν τις καταμάθοι.
ἔνιοι δὲ καὶ φειδωλοὶ καὶ ἐπίκλοποι τὰ ἤθη καὶ λα- θραῖα βουλευόμενοι. ταχυτὴς δὲ ἐν κινήσει ἅμα μὲν ὀρθότητι καὶ λαμπρότητι εἴδους θερμόβουλον, ἐγχειρη- τήν, 〈οὐ〉 δράστην ἔφηνεν. εἰ δὲ ταχὺ βαίνων ὑφορῷτο 51 καὶ πτώσσοι καὶ τὸ πᾶν εἶδος καθέλκοι καὶ συνάγοι ἑαυτόν, φειδωλίας καὶ δειλίας καὶ κακομηχανίας καὶ ἀνελευθερίας πιστὰ παρέχει τεκμήρια. ἅμα δὲ κινήσει ταχείᾳ τάραχος ἐν ὀφθαλμοῖς καὶ κεφαλῆς ἀστασία καὶ
ἄσθυατα ταῦτʼ εἴδη κακορέκτου καὶ μεγαλορέκτου καὶ φευκτέου ἀνδρός. ὁ δὲ ταχὺ μέν, μικρὰ δὲ βαίνων φιλοκερδής, κακοῦργος δειλίας τε εἰς ἄκρον ἥκων. σχο- λαία βάδισις αὐτοφυὴς μὲν νωθεστέρα, βαθυγνώμων δὲ καὶ πραεῖα, εἰ μὴ ἀντιλέγοι τὰ μείζω σημεῖα. εἰ
δὲ ἑκὼν βραδύνοι καὶ ἐφιστάμενός γε ἐν ταῖς ὁδοῖς περιβλέποι ὑψαυχενῶν, ἴσθι ὑβριστὴν ὄντα καὶ ὑπερ- ήφανον καὶ μοιχικόν.
καὶ 〈ἀπειθὴς καὶ〉 ὑβριστής· οὕτω γὰρ βαίνει ἵππος. καὶ τὰ λοιπὰ δὲ ἀπὸ τούτων συμβαλεῖν ἂν δύναιο. οἱ δὲ παντὶ τῷ σώματι κινούμενοι ὁμοῦ τε καὶ καθʼ ἕκαστον τῶν μελῶν ἀνδρόγυνοί εἰσι, τοῦτο γὰρ ἄντικρυς γυναι- κεῖον. ἀνδρόγυνοι δὲ καὶ οἱ κλίνοντες αὐτοὺς εἰς τὰ
δεξιὰ 〈ἐν〉 τῇ κινήσει· οἱ δὲ εἰς τὰ ἀριστερὰ ἀπο- 53 κλίνοντες ἀνοητότεροι. ὅσοι δὲ κατακλῶσι σφᾶς αὐτοὺς καὶ ἐγκλίνουσι, κόλακές εἰσι· τοῦτο γὰρ ποιεῖ ὁ κύων, ὅταν σαίνῃ καὶ θωπεύῃ.
φροντιστοῦ ἀνδρός· ὁποία δὲ ἡ φροντίς, παρὰ τῶν ὀφθαλμῶν μάνθανε. εἰ δὲ ἀτρεμὲς ἂν ἐπὶ πολὺ ἀθρόως ἐπίοι ὤσπερ ἐκ παλιρροίας καὶ πλημμυρίδος, λύπῃ τινὶ 54 συνέχεται. εἰ δὲ καὶ κεφαλὴν ἐπικινῶν ἅμα ἐπιστένει, μετανοεῖν ἔοικε κακόν τι δράσας ἢ εἰπών. ἐὰν δὲ δεδορκόσι τοῖς ὀφθαλμοῖς ταῦτα ποιῇ, προβουλεύει κακὰ μᾶλλον ἢ μετανοεῖ. πνεῦμα λεῖον σχολῇ καὶ ἀψοφητὶ χωροῦν τὴν γνώμην εὖ ἔχειν δηλοῖ. ὅταν δὲ
ποβρυχᾶται καὶ μεγάλα ἀναπνέῃ, ἀγριότητα καὶ οἰνο- 55 φλυγίαν κατηγορεῖ· οἱ δὲ ἀσθματίαι, ὁπόσοις καθάπερ ἐκ δρόμου τὸ πνεῦμα ἐλαύνεται, ἄβουλοι, κακόθυμοι, παντορέκται, παντοεπεῖς. ὅσοι δὲ μετάρσιον ἐμπνέουσι καὶ αὐτοῖς πυκνόν τε καὶ ἐλαφρὸν τὸ πνεῦμα ἐν ταῖς
ῥισὶν ἐμπνεῖ, δειλία καὶ ἀθυμία ἐν τούτοις ἐστί· γί- νονται δὲ καὶ ἀνδρόγυνοι, ὅταν τὰ ἄλλα σημεῖα συμ- μαρτυρῇ.
57 ἀνδρός ἐστιν. ὁ δὲ ὁξὺ καὶ μαλακὸν καὶ εὐκαμπὲς φθεγγόμενος ἀνδρόγυνον ἐπισημαίνει. ὅσοι δὲ κοῖλον καὶ βαρὺ καὶ ἀκαμπὲς ἠχοῦσι, γενναῖα τούτοις τὰ ἤθη καὶ μεγαλόνοια αὐτοὺς κοσμεῖ καὶ δικαιότης. ὅσοι δὲ
μαλακόν τε καὶ βαρὺ φθέγγονται, ἤπια καὶ τούτοις τὰ νοήματα. οἱ δὲ κλαγγηδὸν φθεγγόμενοι ὀξύ τε καὶ ρνίθιον φθέγμα ἱέντες μάργοι καὶ χαῦνοι καὶ μετάρσια 58 νοοῦντες. ἀσθενὴς δὲ φωνὴ καὶ ἅμα γοερὰ φιλοκερδῆ καὶ ἀνιαρὸν καὶ ὕποπτον ἐν πᾶσιν ἄνδρα σημαίνει. ὁπόσοι δὲ ἐν ῥινὶ φθέγγονται, ψευδεῖς, κακοήθεις, βάσκανοι, πήμασιν ἄλλων χαίροντες. σφοδρὸν φθέγ- γεσθαι καὶ ὑπόσαθρον ὀργὴν καὶ βίαν καὶ ἀνομίαν
καὶ μισανθρωπίαν σημαίνει. ὀξὺ δὲ καὶ ἀσθενὲς φθέγγεσθαι ἀργίας καὶ δειλίας, ταχὺ δὲ ἀβουλίας καὶ 59 ἀνοίας σημεῖον. οἱ χαλεπῶς φθεγγόμενοι κακοὶ καὶ ἀνόητοι ὡς ἐπὶ τὸ πολύ. εἰ δέ τι ἄλλο, καὶ φωνὴν τῶν ζώων πρὸς ἕκαστον, ὅτῳ ἄν τις ὅμοια φθέγγηται, ἀναφέρειν τε χρὴ καὶ διαιρεῖν εἰς τὸ ὅμοιον ἦθος. οἱ
μὲν γὰρ κυσίν, οἱ δὲ πιθήκοις, οἱ δὲ ὄνῳ, οἱ δὲ ἵπποις, οἱ δὲ ἄρκῳ, ἄλλοι δὲ προβάτῳ καὶ ἄλλοις ζώοις ὁμοίαν φθογγὴν ἀφιᾶσιν. εἰδέναι γε μὴν καθόλου προσήκει, 60 ὡς ἐν κινήσει καὶ φωνῇ καὶ χροιᾷ καὶ μεγέθει καὶ μελῶν ἁρμονίᾳ τὸ μέσον τῆς κράσεως χρηστὸν ὡς τὸ πολύ, τὸ δὲ ἐναντίον κακόν.
τούτων οὐ χαλεπὸν καὶ τὰ λοιπὰ γινώσκειν.
ἀρθρώδεις, χρῶμα ὀξύτερον, βλέμμα ὑγρὸν γοργόν, οὐ μεγάλοι ὀφθαλμοὶ οὐδὲ πάνυ ἀναπεπετασμένοι οὐ μὴν οὐδὲ μύοντες, ὀφρύες οὐ τεταμέναι, μέτωπον οὔτε 62 λεῖον οὔτε τραχύ, φωνὴ ἀπηνεστέρα ἰσχυρὰ μεγάλη, πνεῦμα εὐσταθές. τοιοῦτος μὲν ὁ εὔψυχος καὶ ἰσχυρός.
ἆσθμα θορυβῶδες, σκέλη λεπτά, ὀσφὺς μακρά, στέρνα ἀσθενῆ, μακρόχειρ, φωνὴ λιγυρὰ μαλακή.
ἁπαλή, σκέλη καὶ μηροὶ εὐτραφεῖς, σφυρὰ καρτερά, ποδῶν καὶ χειρῶν ἄρθρα γενναῖα, δάκτυλοι ἀπαλοὶ εὐμήκεις διεστῶτες ἀλλήλων, πρόσωπα οὐ πάνυ σαρ- 64 κώδη οὐδὲ μὴν λεπτά, ὀφθαλμοὶ ὑγροὶ εὐλαμπεῖς χαροποί, τὸ ἐν αὐτοῖς ἦθος γεγηθός.
ὀξύς.
κότες, κίνησις σχολαία, φωνὴ ἠπία.
καὶ δονεῖται τὰ ὄμματα καὶ περιτρέχει, μέτωπον σπᾷ καὶ παρειάς, αἱ ὀφρύες〉οὐ〉 μένουσι κατὰ χώραν, τράχη- 68 λος κέκλιται, ὀσφὺς οὐκ ἀτρεμεῖ, κινεῖται πάντα τὰ μέλη, καὶ ἐπιθρώσκει, ἁλματίας ἐστί, γονύκροτος, χει- ρῶν φοραὶ ὕπτιαι, περιβλέπει ἑαυτόν, φωνὴ λεπτὴ ἐπικλάζουσα λιγυρὰ σχολαία πάνυ.
69 τραχὺ καὶ ξηρὸν βλέπειν, μέτωπον〉ἔχειν〉 ῥυσσόν, φθέγγεσθαι σφοδρόν, ἀσθμαίνειν, χεῖρας συγκροτεῖν ἢ ἀνατρίβειν πολλάκις, πόδας ἐπιρρήσσειν.
εὔσαρκος σαρκὶ ὑγρᾷ μαλθακῇ, τοῖς μέλεσι σύμμετρος, 70 τὸ βλέμμα εὐσταθές, βραδυκίνητος, σχολαία φωνὴ μα- λακή, τῶν τριχῶν ὁ περίδρομος ἄνω θρώσκων.
εὐρύθμως.
γένους ὄντα τὰ μὲν ἥμερα, τὰ δὲ ἄγριά ἐστι. τούτων 73 γὰρ τὰ καθʼ ἕκαστον ἐπισκοπῶν εἴσῃ, ὡς ἔοικε μὲν ἀλλήλοις τὰ εἴδη ἐκατέρων, ὅμως δὲ τὰ μὲν τῶν ἡμέ- ρων ἐστὶν εὐηθικώτερα, τὰ δὲ τῶν ἀγρίων τραχύτερα καὶ σκαιότερα καὶ ταραχωδέστερα ὡς τὸ πολύ. ὅπερ
ἂν ἐπισκέψαιο μάλιστα ἐπὶ αἰγῶν ἀγρίων καὶ προ- βάτων καὶ ἵππων καὶ ὄνων καὶ ὅσα τοιαῦτα· ἐοικότα γὰρ τοῖς εἴδεσιν ὅμως τὰ μὲν ἥμερα πραότερα καὶ 74 λειότερα καὶ ἠπιώτερα, τὰ δὲ ἄγρια [καὶ] τραχύτερα καὶ σκληρότερα καὶ σφοδρότερα καὶ ξηρότερα, καὶ τὰ ἤθη οὖν αὐτῶν τοῖς εἴδεσιν ἀκολουθεῖ.
τῶν σημείων. δίκαιοι γὰρ ἀπὸ τῶν αὐτῶν σημείων γινώσκονται, ἀλλʼ οἱ μὲν ἀγριώτερα τὰ ἤθη ἔχουσιν, 75 οἱ δὲ ἡμερώτερα· καὶ σώφρονες ὑμοίως καὶ ἀνδρεῖοι. τὸ δὲ διάφορον τῶν σημείων τραχύτητι καὶ λειότητι καὶ τῷ ὑγρῷ τε καὶ ξηρῷ διαιρετέον. οὕτω δὴ καὶ ἐπὶ ἀδικίας καὶ ἀκολασίας ἔχει. καὶ ἐν τούτοις γὰρ
τοῖς σημείοις τοῖς αὐτοῖς οὖσι τὸ ἥμερόν τε καὶ ἄγριον προσπεφυκὸς τὴν μὲν ἀγριωτέραν ἀδικίαν, τὴν δὲ ἠπιω- 76 τέραν δείκνυσι· καὶ ἐν τοῖς ἀνδρογύνοις οἱ μὲν ἄγριοι, ἕτεροι δὲ τιθασσοί εἰσι, καὶ τούτων αὐτῶν οὐκ ἄλλῳ τῳ τὰ σημεῖα ἀλλʼ ἢ μόνοις οἷς εἴρηκα διαιρεῖται.
αὐχὴν καὶ τράχηλος σκληρός, 〈κρόταφοι στρογγύλοι γλαφυροί, μέτωπον στενὸν τραχύ,〉 ὀφθαλμοὶ ξηροὶ 77 σκότιοι μικροὶ κοῖλοι ὑπορρέοντες ἀτενεῖς, παρειαὶ στεναὶ ἐπιμήκεις, γένειον μακρόν, στόμα ἄθυρον περί- μηκες ἄκλειστον, ὡς διεσχισμένα τὰ πρόσωπα φαί- νεσθαι, κυρτός, προγάστωρ, παχυσκελής, ποδῶν καὶ
χειρῶν ἄρθρα 〈περιμήκη〉 παχέα καὶ σκληρά, ὑπό- χλωρος, κυλοιδιῶν ὥσπερ ἐξ ὕπνου καὶ κραιπάλης, φωνὴ βληχώδης μικρὰ θρασεῖα.
Physiognomonica. Adamantius Judaeus. ed. Richard Foerster. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.