ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ
πλέον ἢ ἐξ ἄλλων ἐρανισάμενος αὐτοῖς τε τοῖς ἔργοις ἐπιτυγχάνων τῶν ἀνθρώπων ἐγγυμνασάμενος ἔγνων χρῆναι καθάπερ σηκοῖς ἱεροῖς ὡς ἄγαλμα σεμνὸν ἐνι- δρῦσαι τοῖς γράμμασι μέγα τοῖς μεθʼ ἡμᾶς ἐσόμενον ὄφελος· ἐπεὶ σιγώντων μέν ἐστιν ἀπόκρισις, λαλεῖ δὲ
οἷον τοῖς σημείοις ἡ φύσις τοὺς τρόπους ἑκάστου κηρύττουσα. διὸ παραφράσαι μὲν τὰ Πολέμωνος εἱλό- μην τῷ κοινῷ τῆς λέξεως κέρδος κοινὸν τοῖς ἐντευξο- μένοις περιποιούμενος προσθεῖναί τε καὶ τὰ πρὸς ἡμῶν γνωσθέντα τῇ διδασκαλίᾳ, τῷ χρόνῳ δὲ ταῦτα γράψας
ἐτήρουν τὴν ἔκδοσιν μετὰ τὸν ἡμέτερον βίον τοῖς φιλο- λόγοις χρήματα καλὰ παιδείας θησαυριζόμενος· οὔτε γὰρ τῶν ἄλλων τι τῶν ἐκπονηθέντων ἡμῖν προῃρούμην ἀγαγεῖν εἰς τὸ μέσον τὴν κατὰ τῶν ζώντων ἐπιβουλὴν ὑφορώμενος ἀπὸ φθόνου μὲν φυομένην, οὐχ ἥκιστα 1 δὲ κατὰ τῶν σπουδαίων ἀκολουθεῖν εἰθισμένην. ἐπεὶ δέ, φίλτατε Κωνστάντιε, παρασχεῖν σοι τοῦθʼ ἡμᾶς προεκαλέσω τὸ σύγγραμμα, τῷ πόθῳ σου παρακληθεὶς δέδωκα τὴν συγγραφὴν μὴ μελλήσας ἑκὼν ἀέκοντί γε θυμῷ κατὰ τὸν Ὅμηρὸν εἰπεῖν. τοσοῦτον ἄρα φιλικὴ
χάρις οἶδε μεταθεῖναι κρίσιν βουλήσεως.
ἢ καὶ φιλίας ἀπλῶς ἡστινοσοῦν κοινωνήσειε τοῖς ἀπι- στίας ἢ ἀσελγείας ἢ τινος κακουργίας ἐπὶ τῆς μορφῆς σημεῖα προλάμποντα φέρουσι. πάντων γὰρ ὡς ἔπος εἰπεῖν ἀνθρώπων καθάπερ ἀπό τινος θεοπέμπτου καὶ 2 ἀπλανοῦς μαντείας ἦθος καὶ πρόθεσιν βίων ὁ φυσιο- γνώμων ἐπίσταται, ὡς τὰς μὲν τῶν χρηστῶν φιλίας μόνων αἱρεῖσθαι, τὰς δὲ τῶν πονηρῶν κακίας πρὸ πείρας φυλάττεσθαι. διόπερ τοῖς σώφροσι προσήκει πάσῃ σπουδῇ
ταύτης τῆς τέχνης ἐκπονεῖν τὴν σημείωσιν. φυσιο- γνωμονεῖν δὲ 〈EδεῖU+003 μάλιστα σκοποῦντα τὸ ἐξηλλαγμέ- νον παρά τε τὴν ἡλικίαν καὶ τὸ χωρίον εἶδος. πολλοῖς γὰρ ἀπᾴδοντα τῆς τε ἡλικίας καὶ τοῦ ἔθνους σημεῖα πρόσεστιν, ἅτινα πρόδηλον ἔχει τὴν τοῦ εἴδους κατά-
ληψιν, προδηλοτέραν δὲ τὰ κατὰ πόλιν καὶ ἔθνη προσ- 3 όντα σημεῖα. ῥᾴδιον γὰρ ὅλου γένους κατὰ φῦλα τῶν ἀνθρώπων ἐπιγνῶναι τοὺς τρόπους, αὐτῶν δὲ τῶν ἐθνῶν τὰ μὲν ἐπίκοινα σημεῖα πάνυ ὀλίγα, κατ’ ἄνδρα δὲ μάλα διαφέρει τὰ σημεῖα. Αἰγυπτίοις μὲν γὰρ τοῖς πᾶσιν ἔπεστι κοινὰ σημεῖα, ἐξ ὦν τὸ γένος
ἅπαν φυσιογνωμονεῖται, καὶ Αἰθίοψιν, ἀλλὰ καὶ Σκύ. θαις καὶ τοῖς ἄλλοις ἀνθρώποις κατὰ γένος, ὡς καὶ ἐν ὑστέρῳ λεχθήσεται, ἰδίᾳ δὲ ἀνδρὶ ἑκάστῳ μεγάλα τὰ διάφορα τῶν σημείων. καὶ γὰρ δεῖ γνῶναι μᾶλλον κατʼ 4 ἄνδρα, ὠςς ἰδίᾳ διαφέρουσιν, ἢ κατὰ ἔθνη. οὕτω τὸ κατʼ ἄνδρα φυσιογνωμονεῖν ἀτρεκέστατόν ἐστι.
δυνάμει προέχει. μέγιστον δὲ αἱ μίξεις τῶν σημείων τὸ διάφορον ἀπεργάζονται ἐν τῇ τέχνῃ· τὰ γὰρ πολλὰ ἤθη καὶ βουλεύματα τῶν ἀνθρώπων ἐκ τῆς μίξεως τῶν σημείων κατανοεῖται. συμβαίνει δὲ 〈καὶ〉 ἐκστά- σεις τινὰς γίνεσθαι τοῦ εἴδους παρὰ τὸ καθεστηκὸς 5 χαρέντων ἢ λυπουμένων ἢ θυμωθέντων ἢ φοβουμένων ἢ ἐπὶ νηστείᾳ ἢ ἐπὶ πλησμονῇ ἢ τινι ἐπιθυμίᾳ ἢ σκεπτομένων ἢ ὁρώντων ἢ ἀκουόντων. καὶ πᾶν μὲν ἐν ταῖς τοιαύταις συντυχίαις οὐ τρέπεται τὸ εἶδος, ἀλλʼ ἔστιν ἃ καὶ ἀκίνητα μένει τῶν σημείων. ὁπόσα
δὲ καὶ μεθίσταται, οὐκ ἴσον πᾶσι μεταστήσεται, ἀλλὰ τῆς οἰκείας φύσεως ἑκάστῳ ἐγγύς. χρὴ δὲ ἐννοεῖν, ὡς ὁποῖα ἐν πάθει ἑκάστῳ σημεῖα ἐπιγίνεται, τοι- αῦτα εἴ τις ἔχει, μάλιστα τὸ πάθος αὐτῷ ἐνίδρυται, 6 ὅπερ ὑπὸ τῶν σημείων δηλοῦται. οἷον ἐὰν σημεῖα ἔχῃ, ὁποῖα τοῦ βουλευομένου ἐστί, φροντιστικὸν καὶ εὔβουλον τοῦτον λέγε. ἕτερος ἐὰν ἔχῃ σημεῖά τινα τοῦ δόλον ἢ ἀπάτην τινὰ τυρεύοντος, κἄν μὴ παρʼ ὃν
καιρὸν αὐτὸν ὁρᾶς δόλον τότε ἀρτύῃ τινά, τοῦτον ἀπο- φαίνου δολερόν. τὸν αὐτὸν τρόπον κἂν 〈εἰ〉 θυμου- μένου τις ἔχων σημεῖα [κἄν] μηδεμιᾷ τότε συνέχοιτο ὀργῇ, ὀργίλον αὐτὸν ἐρεῖς. καὶ ἐπὶ τῶν ἄλλων παθῶν παραφυλάξεις ὁμοίως.
εἶδος ἔχουσι γηραιόν, οὗτοι δειλοὶ καὶ δύσκολοι καὶ ὕποπτοι καὶ φειδωλοὶ καὶ εὐλαβεῖς καὶ εὔβουλοι καὶ
ἁπλοῖ καὶ συνελόντα εἰπεῖν κατὰ τὸ εἶδος ὅ τι κέκτηνται. γίνεται δὲ ἐν ἀνθρώποις 〈καὶ〉 εἴδη ὀρνιθοειδῆ τε καὶ θηριοειδῆ, οὐ παντελῶς, ἀλλὰ τρόποις ἐξεικασμένα τοῦ 8 μὲν πλέον, τοῦ δὲ ἔλασσον τοῦ θηριοειδοῦς ἔχοντος. εἰς ὅ τι οὖν τοῦ θηρίου ἡ μορφὴ τοῦ ἀνθρώπου φέρει καὶ εἰς ὅσον, κατὰ τοῦτο χρὴ φυσιογνωμονεῖν αὐτόν. καὶ εἰ πολλῶν δὲ θηρίων συντρέχοιεν εἰς τὸν αὐτὸν
ἄνθρωπον τύποι, ἀπὸ πάντων τούτων χρὴ φυσιογνω- μονεῖν αὐτόν· ὅσα γὰρ εἴδη οἱ ἄνθρωποι, τοσαῦτα καὶ ἤθη κέκτηνται. σημεῖά τέ ἐστι παντὶ τῷ τοῦ ἀνθρώ- που σώματι, καὶ φωνὴ δὲ καὶ πνεῦμα καὶ χρόα εἰς τὸ φυσιογνωμονεῖν συντελεῖ· τὰ δὲ πολλὰ τῶν σημείων
καὶ τὰ σύνολα τοῖς ὀφθαλμοῖς ἐνίδρυται, καὶ ὥσπερ διὰ πυλῶν, τούτων ἡ ψυχὴ διαφαίνεται. δεῖ δὲ ἀκρι- βῶς τε καὶ λεπτῶς ὁρᾶν τε καὶ καταμετρεῖν τὰ ὄντα ἐν αὐτοῖς σημεῖα· μικρὰ γὰρ ὄντα μεγάλας ἔχει τὰς διαφοράς. χρὴ μέντοι μὴ προλέγειν τοῦτον ὃν μέλλεις
φυσιογνωμονεῖν, ἵνα μὴ κατασκευάσῃ ἑαυτὸν μετα- σχηματίζων καὶ ταράξῃ τὰ σημεῖα.
ἔχει, τούτων αἱ κόραι κατὰ λόγον τῶν ὀφθαλμῶν εἰσιν. ὅσοι δὲ ἀνίσους τοὺς τροχοὺς τῶν κορῶν ἔχουσιν, ἀθέμιτοι, οἱ δὲ ἴσους ἔχοντες φίλοι δίκης. καὶ οἱ περιδεδινημένους ταῖς κόραις τοὺς κύκλους ἔχοντες 10 καθάπερ ἐλαυνομένους ἀθέμιτοι. εἰ δὲ 〈πρὸς〉 τὸ ση- μεῖον τοῦτο ἐφίζοιτο αὐτῶν τῷ μετώπῳ οἷον νέφη χλωρὰ ἢ κυανᾶ ἢ ἑτερόχροα ἢ ἀχλυώδη ὑπὲρ τῶν ὐφρύων φανταζόμενα, τούτων εἰς τὰ οἰκεῖα δαίμων
κατασκήψας παντοίαις ἄταις αὐτοὺς ἐλαύνει. εἰ δὲ τὰ μὲν νέφη μὴ ἐφίζοιτο ταῖς ὀφρύσιν, οἱ δὲ κύκλοι τὰς κόρας περιθέοιεν, δεῖ ἐπισκέψασθαι, εἰ κατὰ τὸ αὐτὸ ἀεὶ περιθέουσιν, ὅπερ ἐστὶ δεῖγμα τοῦ ἀθέμιτα αὐτοὺς ἐργάζεσθαι, ἤ τινας φόνους συγγενῶν ἢ μίξεις ἢ βρώ- 11 σεις ἀθεμίτους καὶ Θυεστείους . . εἰ δὲ ἐν τῇ κινήσει οἱ κύκλοι ἀναστρέφονται καὶ μεταξὺ στάσιν τινὰ ἢ κίνησιν λαμβάνουσι, τούτοις δέδραται μὲν οὐδέν, καταθύμια δέ ἐστιν αὐτοῖς ἔργα ἀθέμιτα, καί ποτε μὲν ὀρέγονται τοῦ ποιῆσαι, ἄλλοτε δὲ ὑπὸ φόβου ἢ ὄκνου
κωλύονται.
12 ὠμόφρονες, κακοφραδέες, [κενεόφρονες,] παλίγκοτοι. ὀφθαλμοὶ ἑστηκότες ὑπέρυθροι μεγάλοι γαστριμαργίας καὶ λαγνείας μάρτυρες. ἐὰν δὲ τῶν τοιούτων καὶ τὰ κάτω τῶν ὀφθαλμῶν ἀποσχίζοιτο, ταῦτά τε κατηγορεῖ
καὶ ἀναίδειαν, ἀδικίαν, ἀπληστίαν, ἀμηχανίαν. ὀφθαλ- μοὶ μικροὶ ἑστῶτες φαίνουσι φιλοχρήματον καὶ πάν- τοθεν κέρδη περινοοῦντα. εἰ δὲ καὶ τὸ μέτωπον ἅμα ταῖς ὀφρύσι σπῴη εἰς τὸ μέσον, κερδαλεώτερός ἐστιν ὁ ἀνήρ. εἰ δὲ καὶ τὸ πᾶν σῶμα ἄμα τοῖς σημείοις
τούτοις καθέλκοιτο, πρόσεστι καὶ τὸ ὀργίλον αὐτὸν 13 εἶναι καὶ βοητήν. γλαυκοὺς ὀφθαλμοὺς πεπηγότας ἀλαμπεῖς ἔχοντι μήποτε φιλίαν συνάψῃς μηδὲ γείτονα σχεῖν ἢ συνοδίτην εὔξῃ· δολερὸς γὰρ οὗτος καὶ εἰς τὰ δεινὰ ἀγρυπνῶν ἐπὶ συμφοραῖς ἑταίρων. ὀφθαλμοὶ ἑστῶτες μικροὶ ὑγροί, μέτωπον ἀνειμένον, βλέφαρα
κινούμενα δεικνύουσιν ἄνδρα φροντιστήν, φιλολόγον, φιλομαθῆ. τοῦτο μόνον πεπηγότων ὀφθαλμῶν σχῆμα βέλτιστον.
λοῦσι. καὶ οἱ μὲν μετὰ τῶν ὀφθαλμῶν κινοῦντες τὰ βλέφαρα ἐπιπλεῖστον 〈δειλοὶ〉 καὶ ἀνάλκιδές εἰσι τὴν 14 ψυχήν, οἱ δὲ τοὺς μὲν ὀφθαλμοὺς ταχὺ κινοῦντες, τὰ δὲ βλέφαρα οὐχ ὁμοίως θαρσαλέοι οὗτοί εἰσι καὶ τολ- μητίαι ἐν τοῖς δεινοῖς. οἱ δὲ βραδυκίνητοι νωθεῖς, ἀργοί , δυσαίσθητοι , χαλεπῶς ἀρχόμενοι , δυσκατά-
παυστοι. τὸ δὲ μέσον τῆς κινήσεως μέσα πάντων ὧν εἶπον σημαίνει. ὀφθαλμοὶ πάντη περιθέοντες ἀχλυώ- δεις μαργοσύνης κατήγοροι. ὀφθαλμοῖς μεγάλοις τρέ- μουσιν ἀποπληξίαν καὶ μαργοσύνην καὶ γαστριμαργίαν καὶ οἰνοφλυγίαν καὶ λαγνείαν τεκμαίρου. ὀφθαλμοὶ
μικροὶ ὑπότρομοι γλαυκοὶ ἀναιδεῖς, ἄπιστοι, ἄδικοι, τὰ ἀλλότρια πράσσοντες κακά , ζῶντες ἀπὸ συμφορῶν. 15 ὀφθαλμοὶ μικροὶ ὑπότρομοι χαροποὶ ἢ μέλανες τὰ αὐτὰ σημαίνουσι, παρόσον οἱ μὲν χαροποὶ ἐμπληκτότεροι καὶ ἀβουλότεροι, οἱ δὲ μέλανες δυσοργητότεροι καὶ ἀν- αίσχυντοι. ὀφθαλμοὶ κλυζόμενοι κυμαίνοντες ἐν αὐτοῖς εἰς ἀφροδίσια καὶ εὐπάθειαν ἐπτόηνται, οὔτε δὲ ἄδικοι
οὔτε κακοῦργοι οὕτε φύσεως φαύλης οὔτε ἄμουσοι.
16 βεβαμμένοι εἰσίν, ἀλλʼ οὐ κυανῇ. οἱ δὲ κυανοῖ ἐπί- παν ὑγρότεροί εἰσι, καί εἰσιν οὗτοι πολὺ κρείσσονες τῶν ἑτέρων. ὅσοι δὲ ὑγροὶ ὄντες εὐσταθεῖς εἰσι καὶ εὐλαμπεῖς καὶ μεγάλοι, ἤθη ἄριστα ὀφθαλμῶν παρ-
έχονται, θυμοειδεῖς δὲ καὶ οὗτοί εἰσιν. ὅσοι δὲ ἀσθενῆ τὰ γλαυκὰ ἔχοντες ὑπολευκότεροί εἰσιν, ἀνάλκιδες καὶ δειλοὶ πάντων μάλιστά εἰσιν ὧν εἶπον. τὰ δὲ ἄλλα ὡς τοῖς ἄλλοις σημείοις χρῶ καὶ ἐπὶ τούτων. ὀφθαλμοὶ αἰόλοι μᾶλλον γίνονται ἐν τοῖς χαροποῖς ἢ ἐν τοῖς
γλαυκοῖς. τέως δὲ περὶ τῶν γλαυκῶν αἰόλων λέγω. ψεκάδες εἰσὶ κυαναῖ περὶ τὰς κόρας κατὰ μέγεθος 17 κέγχρου, ἕτεραι δὲ ξανθαὶ ἴσαι ταῖς ἄλλαις· τούτων ἐν στοίχῳ οὐσῶν παραλλήλων ὡς ὅρμος περιθέει τὴν κόρην. οἱ τοιοῦτοι τοίνυν ὀφθαλμοὶ δολερὰ ἤθη καὶ ἐπίκλοπα μάλιστα ὀφθαλμῶν κέκτηνται, ἀγχινοίας δὲ καὶ συνέσεως ἱκανῶς αὐτοῖς μέτεστιν, ἄτολμοι δέ εἰσιν. οἷς
δὲ αἰόλοι ὀφθαλμοὶ καὶ μικροί εἰσιν, οὗτοι κερδαλεώ- τεροι καὶ δουλοπρεπεῖς καὶ θῶπες τῶν ἐν δυνάμει καὶ φιλοχρήματοι καὶ πράττοντές τι κρύφα χαίρουσι κἂν εἰ μηδὲν εἴη τὸ διάφορον κρύφα ἢ ἐκ τοῦ φανεροῦ εἰπεῖν ἢ ποιῆσαι, κακά τε πάντα ἐπὶ κέρδει ποιεῖν ὀρέγονται,
18 πλὴν ὅσα ὑπὸ δειλίας κωλύονται· ἀνάλκιδες γάρ εἰσι κατὰ τοὺς λαγωούς, οἷς τὸ εἶδός ἐστι τῶν ὀφθαλμῶν ὅμοιον.
σου τῆς ἱερᾶς καλουμένης λαγνείας τε καὶ γαστριμαρ- γίας καὶ οἰνοφλυγίας. εἰ δὲ καὶ πρὸς τούτοις τρόμος ἐνείη, οὐ πόρρω ἥκουσιν ἐπιληψίας. εἰ δὲ ὠχροί εἰσιν, ὠμόφρονες, φιλόφονοι, μιαιφόνοι, ὑπέρυθροι δὲ μᾶλλον ὄντες καὶ μεγάλοι φιλοπόται, φιλόκυβοι, φιλογύναιοι, 19 ἄκοσμα φθεγγόμενοι, κεκράκται, μάργοι δὲ μάλιστα. ὸφθαλμοὶ κάτω ἐστραμμένοι 〈ὡς〉 δυόμενοι τὰ αὐτὰ τοῖς ἄνω ἐστραμμένοις δηλοῦσι, περιττότερον δέ, ὅτι ἔγκοτοί εἰσι καὶ μῆνιν ἀγρίαν καὶ ἀμείλικτον ἔχουσιν. ἐὰν δὲ ὁ μὲν τῶν ὀφθαλμῶν ἄνω χωρῇ, ὁ δὲ κάτω
καθέλκηται καὶ τρόμος ἐν αὐτοῖς ἐνῇ αἵ τε ὀφρύες σπῶνται καὶ 〈τὸ〉 ἆσθμα τραχὺ καὶ πυκνὸν ἀναφέρηται, οὗτος εἰς τέλος ἐλήλακεν ἐπιληψίας.
20 κατηγοροῦσιν· εἰ δὲ παραβλῶπες ὄντες εἰς τὸ ἐντὸς ὡς ἐπὶ τὴν ῥῖνα νεύοιεν, χάρισι καὶ ἀφροδίτῃ καὶ ἔρωσίν εἰσι φίλοι. ἐὰν δὲ ξηρότεροι ὦσι καὶ ἀναπεπτα- μένοι μὴ ἐνόντος τρόμου, κακοὶ καὶ πονηροί, οὐ μέντοι κεχαρισμένοι χάρισιν ἢ ἔρωσιν, αἰδὼς δὲ σφᾶς προλέ- λοιπε καὶ δίκη· εἰ δὲ τρόμος ἐνείη, κακοῦργοι καὶ πάντολμοι.
μὲν μέλανες ὀφθαλμοὶ ἄνανδρα ἤθη καὶ φιλοκερδῆ καὶ 21 ἄπιστα δηλοῦσιν, οἱ δὲ χαροποὶ τοιοίδε εἰσίν. ἡ μὲν χροιὰ ἐπιπρέπει αὐτοῖς μέλαινα ὡς ἀπλῶς ἰδεῖν, ἐσα- θροῦντι δὲ κέγχροι ἔνεισιν 〈αἱ μὲν〉 πυρραὶ οὐ σφό- δρα, αἱ δὲ λευκαὶ καὶ ἐπιλευκότεραι, ἄλλαι δὲ ὠχραὶ καὶ ἄλλαι 〈κυαναῖ〉 τοῦ ὠχροῦ τῷ πυρρῷ μεμιγμένου
ἢ τοῦ μέλανος τούτοις· εἰσὶ δὲ καὶ αἱματώδεις κέγχροι ἐν τοῖς μέλασιν. ἄλλοι δὲ κεγχρωτὰ μὲν οὐ φέρουσι τὰ εἴδη τῶν ὀφθαλμῶν, παντὸς δὲ τοῦ τροχοῦ τὴν ἔξω ἴτυν μέλαιναν φοροῦντες, τὴν ἐπὶ ταύτῃ πυρράν. 22 ἕτεροι δὲ ὑπολευκότερα ἔχουσι τὰ πυρρά. ἐν τοῖς μέλασι τὰ μὴ πάνυ πυρρά, ὁπόσοις πόρρωθεν τὸ μέλαν μόνον ἐπιπρέπει, γενναῖα τὰ ἤθη, συνετά, δίκαια, εὐφυῆ, μεγαλόνοα σημαίνει. ὅσοις δὲ τὰ πυρρὰ ταῦτα πάνυ πυρρά, τετράγωνα καὶ μὴ κεγχρωτὰ ἔνι καὶ ὑπολάμπει ἔσω ὥσπερ πῦρ καὶ πρὸς τούτοις κέγχροι ὠχραὶ ταῖς πυρώδεσι μεμιγμέναι εἰσὶ καὶ ἕτεραι γλαυκαί, ἴτυες δὲ 23 αἱματώδεις ἢ κυαναῖ περιθέουσι τὰς κόρας, [ οὗτοι κάκιστοι· ] μεγάλοι δὲ ὀφθαλμοὶ καὶ στίλβοντες κινού- μενοι δεδορκότες, οἷον θυμούμενοι δεδόρκασιν ἄνθρω- ποι, καὶ τὰ βλέφαρα σφέων ἀναπέπταται, πάντων οὗτοι χείριστοι· λύκων γὰρ καὶ ὑῶν ἀγρίων τοιαῦτα εἴδη,
οἱ δὲ καὶ τούτων ὠμότεροι, ἀγριώτεροι, ἁρπακτικώτεροι. 24 ἐν δὲ τοῖς χαροποῖς ὀφθαλμοῖς ὅσον ἂν αἱ κέγχροι 〈πυρρότεραι〉 ὦσιν, ἀγριώτερα τὰ ἤθη, δυσοργητότερα καὶ ὑβριστικώτερα καὶ μοιχιδιώτερα ἀποτελοῦσι· μείζους δὲ οὖσαι ἢ ἐλάσσους ἠπιώτερα σημαίνουσιν. αἱ δὲ
αἱματώδεις τῶν κέγχρων ἐν τοῖς μέλασι φαρμακεῖς ἀν- θρώπους μηνύουσιν, ὥσπερ αἱ ὠχραὶ μαγγανείας καὶ φαρμάκων ἐπιστήμονας. οἱ μὲν οὖν ὠχροὶ δολερώτεροι, οἱ δὲ αἱματώδεις ἀβουλότεροι καὶ θερμότεροι. ὅσοις 25 δὲ οὐ κέγχροι εἰσὶ χαροποῖς, ἀλλʼ ἴτυς ἔνεστι πεποι- κιλμένη, τῆς ἴτυος τὸ μέγεθος καὶ τὴν χροιὰν ἐπισκέ- πτου. ἴτυς μέλαινα στενή, ἑτέρα δὲ ἐπὶ ταύτῃ πυρρὰ ἐν ὑγροῖς ὀφθαλμοῖς, εἰ γε μηδὲν ἄλλο ἄτοπον φαί- νοιτο, ἄνδρα δηλοῦσι μεγαλόνουν, συνετόν, δίκαιον, εὐφυῆ, παιδεραστὴν 〈δὲ〉 πέρα τοῦ μετρίου, ἡ δὲ χλωρὰ ἴτυς ἐπὶ τῇ μελαίνῃ δολερόν, ἄδικον, κλῶπα 26 ἀργυρίου, γυναιξὶν αἰσχρῶς ὁμιλοῦντα. ἴτυες αἰόλαι τὴν χροιὰν ταῖς ἴρισιν ἐμφερεῖς ἐν μὲν ξηροτέροις 〈τοῖς〉 ὀφθαλμοῖς μαργοσύνην δηλοῦσιν, ἐν δὲ ὑγροῖς μεγα- λόνοιαν καὶ εὐθυέπειαν καὶ ἀνδρίαν καὶ ὀρθοβουλίαν, ταχύτεροι δὲ εἰς ὀργὴν καὶ εἰς τὰ ἀφροδίσια ἔργα πάντα ἐπτοημένοι.
κρῶν ἤθη δόλια, ἐπίβουλα ἀνθρώποις, ζήλῳ καὶ φθόνῳ 28 τετηκότα, ξηρότεροι δὲ ὄντες πρὸς τοῖς εἰρημένοις κακοῖς ἀπιστίαν, προδοσίαν, 〈ἱεροσυλίαν〉 σημαίνουσιν . . . . . . . . . . . . . . . . . . . . οἱ δὲ ὑπορρέοντες δολερώτερα, εἰ μέντοι ἅμα ὑγρότητι ὑπορρέοιεν, μωρότερα.
πλείων ἡ ἄνοια. εἰ δὲ οἰδοῦντες εἶεν ξηροί, πατρο- 30 φόνιαι καὶ μητροφόνται παιδοκτόνοι τε καὶ φαρμακεῖς. εἰ δὲ ὑψηλοὶ ὄντες ὀφθαλμοὶ μεγάλοι τε καὶ λαμπροὶ καὶ εὐαγεῖς εἶεν καὶ ὑγρὸν βλέποντες, δίκαιοι, συνετοί, φιλομαθεῖς, ἔρωτος πλήρεις, οἷος ἦν ὁ φιλόσοφος Σω-
κράτης. ὀφθαλμοὶ τοῦ προσώπου πολὺ ἐξέχοντες μικροὶ πάνυ καὶ πυρροὶ οὐ φρενήρη, ἀλλὰ παρειμένον καὶ τὸ σῶμα καὶ τὴν γλῶτταν εἶναί φασιν.
δραστήρια ἔργων μεγάλων παρέχονται, τόλμης καὶ μεγαλονοίας εἰς ἄκρον ἥκοντες, ὀργῆς δὲ ἀκρατεῖς καὶ μέθης, μεγάλαυχοι, κουφόνους, οὐ πόρρω ἐπιληψίας, κλέος δὲ ἔχειν ὀρέγονται μεῖζον ἢ κατʼ ἀνθρώπους, ὥσπερ ὁ Μακεδὼν Ἀλέξανδρος. περιοιδοῦντες φθαλ-
μοὶ ἀστεργεῖς, ὠμόφρονες , γαστρίμαργοι, λάγνοι, κι- 31 θάρας καὶ αὐλοῦ καὶ μουσικῆς ἥττους. τὰ δὲ ἄλλα ἐκ τῶν ἄλλων σημείων τεκμαίρου. ὀφθαλμοὶ περι- πελιδνοί, εἰ καὶ τὰ ἐντὸς σημεῖα ὁμολογοίη, ἄπιστοι, ἄδικοι, πάντολμοι.
μῶν, εἰ μή τι ἄλλο ἀντιλέγει σημεῖον· πάντα γὰρ ἀκριβῶς ἐπισκέπτεσθαι δεῖ.
κάκιστοι, ἀθέμιστοι. εἰ δὲ καὶ μικρότεροι εἶεν καὶ 35 κοῖλοι, χείρους , ὠμόφρονες, ἐπίβουλοι, κρυψίνους, παντορέκται. εἰ δὲ ἐπὶ τοιούτοις ὀφθαλμοῖς ἐπισκύνιον βαρὺ νεύει καὶ ὀφρύες εἰσὶ τραχυνόμεναι βλέφαρά τε ὀρθά, 〈θυμὸν〉 σημαίνει καὶ ἀλκὴν μετʼ ἀβουλίας... 36 ὅσοι δὲ τὸ μὲν ἐπισκύνιον καὶ τὰς ὀφρῦς τά τε βλέφαρα μὴ οὕτως ἔχουσι, τὸ δὲ βλέμμα τραχὺ καὶ πικρόν, χείριστοί εἰσιν οὗτοι πάντων.
κρυψίνοοι, κακομήχανοι, κακοῦργοι. ὁπόσοι δὲ ἅμα 37 τῷ γελῶντι ὑποβλέπουσι καὶ ξηροί εἰσι, κάκιστοι ὀφθαλμῶν. καὶ οἱ κοῖλοι δὲ ὀφθαλμοὶ γέλωτα ἔχοντες ὥσπερ λοχῶντες κακόν τι τυρεύουσι. καὶ εἰ τὰ ἐκτὸς τῶν ὀφθαλμῶν κινοῖτο, οἷον μέτωπον καὶ παρειαὶ καὶ ὀφρύες καὶ χείλη, κακὸς γέλως οὗτος. βουλὴν γὰρ ἐπί τινι πονηρὰν ἢ πρᾶξιν ἄδικον σημαίνει. κἂν μὲν πρὸς τῷ σεσηρότι μύωσί τε καὶ ὁρῶσιν ἀτενές, βου- 38 λεύονται ἔργα ἄδικα, εἰ δὲ ἀναπεπταμένους καὶ σεση- ρότας ἔχοιεν, πέπρακται αὐτοῖς ἀθέμιτα ἔργα. τοὺς δὲ καὶ μάλα γελῶντας ἐπιβουλοτέρους καὶ κακουργο- τέρους μαντεύου, εἰ ξηροὶ εἴησαν· εἰ δὲ ὑγροί εἰσιν, ἄκακα μὲν ἤθη, μάταια δὲ παρέχονται, κακῶν ἀπαθῆ,
ἀνόητα, ἄστοργα, ἀκόλαστα. ὀφθαλμοὶ μειδιῶντες ἅμα 39 ὑγρότητι, βλέφαρα ἀνειμένα, μέτωπον μαλακόν, τὰ ἀμφὶ τὰ βλέφαρα λαγαρὰ ἤθη δηλοῦσι μεγαλοπρεπῆ, δίκαια, ἥμερα, εὐσεβῆ, φιλόξενα, συνετά, εὔβουλα, 〈εὐμαθῆ,〉 ἔρωτος πλέα.
41 ματα τούτοις πᾶν τε ἔργον οὗτοι ποιήσειαν ἄν, καὶ οὐδὲν κακὸν ἀτέλεστον αὐτοῖς.
μέντοι ὑγροὶ εἶεν, φροντισταὶ καὶ φιλότεχνοι. εἰ δὲ τρόμος αὐτοῖς ἐνείη καὶ ἅμα χρόιης, μαργοσύνην ἢ ἐπιληψίαν δηλοῖ. ὁπόσοις δὲ ἡ αὐτὴ στάσις ἀεί ἐστιν, 42 εἰ μὲν πρὸς τὸ συγκλείεσθαι ὑπορρέοιεν καὶ εἰς τὸ ἄνω χωροῖεν, μαχλοσύνην καὶ μαργοσύνην κατηγο- ροῦσιν. εἰ δὲ ὀρθοὶ ὄντες συγκλείοιντο, εἰ μὲν ὑγροὶ εἶεν μετὰ μεγέθους καὶ τοῦ εὐλαμποῦς καὶ μετώπου λείου, εὐλαβεῖς, εὔβουλοι, φιλομαθεῖς καὶ γλυκύθυμοι
καὶ ἐρωτικοί, εἰ δὲ ξηροὶ εἶεν, θρασεῖς, κακομήχανοι, 43 ἄδικοι. ὁ δὲ πρὸς τούτῳ μέτωπον ἔχων τραχύ, ὀφρῦς συνεστραμμένας, βλέφαρα σκληρὰ πεπηγότα, ἀγριώτερος τὸν θυμόν, τολμᾶν ἑτοιμότερος, χαυνούμενος μέντοι [τοῖς] ἐπαίνοις καὶ τιμαῖς, πειθόμενος δὲ καὶ δώροις.
ὅσοι δὲ οὐχ οἷοί τέ εἰσι τὰ βλέφαρα ἔχειν ὀρθὰ οὐδὲ τὰς ὀφρῦς ἀκλινεῖς, ἀλλὰ τρόμος αὐτοῖς ἔνεστι καὶ ἅμα τὸ βλέμμα ὑποκινεῖται, οὗτοι ἀνδρόγυνοι ὄντες ἄνδρες εἶναι βιάζονται.
τούτοις ἃ πολλάκις εἴρηται. ταῦτα μνημονεύων δυ- νήσῃ καὶ περὶ ὧν μὴ εἴρηται ἐξ αὐτοῦ κρίνων φυσιο- 45 γνωμονεῖν. ὅσοι οὖν ὀφθαλμοὶ ἀεὶ ἀνεῳγμένοι εἰσὶ σκό- τιοι μὲν ὄντες καὶ ὑγροί, φροντισταί· εἰ δὲ πρὸς τῷδε ἤπιον βλέποιεν, προσέσται καὶ χρηστοῖς εἶναι. ὀφθαλμοὶ ἐκπεπετασμένοι ξήροὶ μαρμαρύσσοντες ἱλαρὸν καὶ λαμ-
πρὸν δεδορκότες ἀναισχύντους καὶ παντόλμους δηλοῦσιν.
μένους, ἐρωτικοὺς δηλοῦσιν. εἰ δὲ ἀσκαρδάμυκτοι ὄντες χροὶ ἢ φοινικοῖ φαίνονται ἅμα ξηρότητι, ἄτην 47 καὶ μνήμην κακῶν καὶ μῆνιν καὶ φθόνου προσβολὴν ἢ ἄλλην δή τινα δαιμονίαν κακότητα ἐμφαίνουσιν. εἰ δὲ τοιοῦτοι ὄντες αὐτοὶ ἐν ἑαυτοῖς περιδινοῖντο, μανίᾳ κρατερᾷ συνέχονται.
ἔνιοι δὲ τὰ μέσα τῶν βλεφάρων καθέλκουσι, τὰ δὲ 49 ἑκατέρωθεν ἀνασπῶσι καὶ ἅμα ἰλλώπτουσιν· οὕς καὶ αὐτοὺς μοιχικοὺς λέγων οὐκ ἂν ἁμάρτοις· ὁμοίως καὶ τοὺς τὰ μέσα τῶν βλεφάρων ἀνασπῶντας, τὰ δὲ ἑκα- τέρωθεν συγκλείοντας.
Physiognomonica. Adamantius Judaeus. ed. Richard Foerster. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.