β θεραπεία κυνὸϲ λυϲϲῶντοϲ.
ἀπὸ πολλοῦ δηχθεῖϲιν ἀνάρμοϲτοϲ. καὶ πρῶτόν γε ταύτην ἐκθέμενοι, μετὰ τοῦτο καὶ τὴν κοινὴν ἐπιτροχάϲομεν.
ὑπὸ λυϲϲῶντοϲ κυνόϲ, εἰϲ οἴνου ἀκράτου κυάθουϲ τρεῖϲ ἢ τέϲϲαραϲ ἐμπάϲϲειν δύο μὲν κοχλιάρια τῆϲ τῶν καρκίνων τέφραϲ, ἓν δὲ κοχλιάριον τῆϲ γεντιανῆϲ, ἐγκυκήϲαντάϲ τε ὡϲ ἄλφιτον τῷ δεδηγμένῳ διδόναι πιεῖν ἀπὸ τῆϲ πρώτηϲ ἡμέραϲ μέχρι τεϲϲαράκοντα ἡμερῶν· ἔϲτω δὲ ὁ οἶνοϲ παλαιότεροϲ μᾶλλον ἢ νεώτεροϲ, καὶ εἴ τιϲ πρὸϲ ψιλὸν
τὸν ἄκρατον ἀθέτωϲ ἔχοι, κεκράϲθω ζωρότερον.
καὶ διὰ τῶν ἄλλων ἠϲφαλίϲθαι πρὸϲ ἄφευκτον εἶναι δοκοῦντα κίνδυνον, οὐδὲν τὸ κωλῦόν ἐϲτι καὶ τοῖϲ λοιποῖϲ χρήϲαϲθαι βοηθήμαϲιν· αἱρετώτερον γὰρ διακενῆϲ, ἂν οὕτω τύχῃ, | τῶν βοηθημάτων τὸ ἀπάνθρωπον ὑπομεῖναι, ἢ διὰ τὴν ὀλιγωρίαν κινδύνῳ περιπεϲεῖν.
καὶ ταῖϲ ἀμυχαῖϲ ἐμφερῆ· διὰ μὲν γὰρ τῶν μειζόνων ἁθροῦν καὶ πολὺ τὸ αἴμα προχεόμενον δύναιτ’ ἄν τιϲ καὶ τοῦ ἰοῦ ϲυναποκλύζειν, διὰ δὲ τῶν μικροτέρων οὐδαμῶϲ· ὅθεν ἐπὶ μὲν τῶν μειζόνων τὰϲ ἀφιϲταμέναϲ ϲάρκαϲ αὐτόθεν ἀφαιρετέον καὶ τὰ χείλη περιγλυπτέον, ἐπὶ δὲ τῶν μικροτέρων μείζονα τόπον διὰ τῆϲ ἀκμῆϲ περιγραπτέον· ἀναϲταθείϲηϲ
δὲ δηλονότι τῆϲ ϲαρκὸϲ ἀγκίϲτρῳ ἢ μυδίῳ τὴν ἐκτομὴν ἐπιτελεϲτέον.
ἑλκύϲαι δύναμιν.
De venenatis animalibus eorumque remediis. Philumenus. ed. Max Wellmann. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.