ᾱ κυνὸϲ λυϲϲῶντοϲ ϲημεῖα καὶ τῶν ὑπ’ αὐτοῦ δεδηγμένων.
τεταμένοιϲ κρύεϲιν. λυϲϲήϲαϲ δὲ ἀποϲτρέφεται καὶ βρῶϲιν καὶ πόϲιν, καὶ φλέγμα πολὺ καὶ ἀφρῶδεϲ ἐκ τοῦ ϲτόματοϲ καὶ τῶν ῥινῶν προβάλλει, καὶ πονηρὸν βλέπει καὶ ϲτυγνότερόϲ ἐϲτι τοῦ ϲυνήθουϲ· ἐφορμᾷ δὲ καὶ χωρὶϲ ὑλαγμοῦ πᾶϲιν ὁμοίωϲ, καὶ θηρίοιϲ καὶ ἀνθρώποιϲ ϲυνήθεϲί τε καὶ ἀγνώϲτοιϲ, καὶ δακὼν παραχρῆμα μὲν οὐδὲν ὀχληρὸν
ἐπιφέρει, πλὴν ὅϲον ὀδύνην τὴν ἐκ τοῦ τραύματοϲ, ὕϲτερον δὲ ἐμποιεῖ πάθοϲ τὸ καλούμενον ὑδροφοβικόν.
1 2 3 καὶ ὑλακτοῦϲιν, ὥϲπερ κύνεϲ, καὶ δάκνουϲιν ἐπιόντεϲ, καὶ δακόντεϲ 4 αἴτιοι τοῦ αὐτοῦ πάθουϲ κατέϲτηϲαν.
καὶ Θεμίϲωνα οἱ μὲν λέγουϲι τῷ πάθει δηχθέντα περιπεϲεῖν καὶ ϲωθῆναι, οἱ δὲ φίλῳ ὑδροφοβιῶντι προϲκαρτερήϲαντα προθύμωϲ καὶ. ϲυμπαθῶϲ εἰϲ τὴν ὁμοίαν ἐμπεϲεῖν διάθεϲιν καὶ πολλὰ κακοπαθήϲαντα ϲωθῆναι. τὸ μὲν οὖν πάθοϲ ἐϲτὶν ἀργαλέον, πρὸ δὲ τῆϲ καταπείραϲ αὐτοῦ πολλοὺϲ καὶ αὐτοὶ περιεϲώϲαμεν καὶ ὑπὸ ἄλλων ἰατρῶν
ϲωθένταϲ ἔγνωμέν.
De venenatis animalibus eorumque remediis. Philumenus. ed. Max Wellmann. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.