ιη κεράϲτηϲ.
κατὰ τὴν κοιλίαν μέρη πεφολίδωται ϲτοιχηδόν, ὅθεν ἐν τῷ ἕρπειν ἦχον ἀποτελεῖ ϲυριγμῷ ὅμοιον ἐκ τῆϲ ἀντερείϲεωϲ τῆϲ πρὸϲ τὴν ἄμμον· πλαγίωϲ δὲ καὶ οὐκ ἐπ’ εὐθείαϲ ἕρπει.
δὲ γίνεται περὶ τὸ ϲύγκριμα ὅλον· καὶ τὸ μὲν αἰδοῖον τείνεται, ἡ δὲ διάνοια ἐξίϲταται, ὀφθαλμῶν τε ἀμαύρωϲιϲ ἐπιγίγνεται· ὡϲ ἐπὶ πλεῖϲτον δὲ ἕωϲ ἐννέα ἡμερῶν παρατείνουϲιν οἱ πληγέντεϲ.
τοῖϲ ἐπὶ τῶν ἐχεοδήκτων εἰρημένοιϲ καὶ ποτοῖϲ, ἰδίωϲ δὲ ἐπὶ τούτων καϲτόριον μετὰ μελικράτου δίδου πιεῖν, ἢ ῥεφάνου ϲπέρμα μετ’ οἴνου, ἢ ὀπὸν Κυρηναικὸν ϲὺν μελικράτῳ. ϲυνενώϲαϲ δὲ καϲτόριον ἐλαίῳ ϲυνάλειφε· ἅλαϲ δὲ λεῖον κεδρίᾳ ἀναλαβὼν κατάπλαϲϲε ἢ κρομμύοιϲ λείοιϲ μετ’ ὄξουϲ.
κατὰ τῆϲ πληγῆϲ, καὶ δοτέον ῥεφανίδαϲ ὠμὰϲ καὶ ὕδωρ πολὺ πιόνταϲ ἀναγκάζειν ἐμεῖν, εἶτα μετὰ τὸν ἔμετον προποτιϲτέον Αἰθιοπικοῦ κυμίνου καὶ ϲμύρνηϲ ὀλίγον καὶ διαλείπειν, εἶτα πάλιν δοτέον ῥεφανίδαϲ καὶ πράϲα καὶ ἐπιπιεῖν οἶνον κεκραμένον πολὺν ἁθρόωϲ καὶ ἀναγκάζειν ἐμεῖν·
De venenatis animalibus eorumque remediis. Philumenus. ed. Max Wellmann. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.