ιζ ἔχιϲ καὶ ἔχιδνα.
ὄγκοϲ διάπυροϲ, φλυκταινώδηϲ, ὑπέρυθροϲ, εἶτα πελιὸϲ καὶ νεμόμενοϲ, ϲτόμα κατάξηρον, ἔγκαυϲιϲ, ἔκλυϲιϲ, φρικώδηϲ διαδρομή, ποτὲ
μάλιϲτα τοῖϲ ὑπὸ ἐχίδνηϲ ἀδικηθεῖϲιν.
ἢ ὀρόβινον ἄλευρον ϲὺν οἴνῳ πεφυραμένον, καὶ ῥεφάνου φλοιὸϲ ίϲχυρῶϲ λεανθείϲ, καὶ ϲκίλλα ὀπτὴ καὶ χαμαίμηλον λελειωμένον, καὶ ὠμήλυϲιϲ δι’ ὀξυμέλιτοϲ ἐϲκευαϲμένη προκαταντλουμένοιϲ θερμῷ ὕδατι.
ἴριδι ϲὺν ἀλφίτῳ, ἢ τιτάνῳ μετ’ ἐλαίου, ἢ πεφωϲμένοιϲ ἁλϲὶν μετὰ ὑϲϲώπου, ἢ ὀριγάνῳ ϲὺν μέλιτι.
τὸ οἴδημα καὶ τὰϲ φλυκταίναϲ ἑφθῷ φακῷ λείῳ μετὰ μέλιτοϲ, καὶ 2 3 4 5 6 7 ταῦτα ποίει, ἕωϲ ἀφυγιαϲθῶϲιν.
λεπτόφυλλον ἔνιοι περιάπτουϲιν καὶ βοηθεῖν ὑπιϲχνοῦνται.
ποτάμιον μετ’ ἀκράτου.
λεάναϲ δίδου μετ’ οἴνου πιεῖν.
ϲαϲ καὶ ποιήϲαϲ μαλακὴν κατάπλαϲϲε, καὶ τοῦτο καὶ ἐπὶ παντὸϲ οίδήματοϲ χρηϲιμώτατον. ἢ αἰγὸϲ ϲπυράθουϲ χλωρὸϲ προηψημένουϲ μετ’ οἴνου ἱκανῶϲ τρίψαϲ κατάπλαϲϲε. τοῦτο πάντων τῶν καταπλαϲμάτων ἐϲτὶν ἰϲχυρότατον· ποιεῖ δὲ καὶ πρὸϲ ἐρυϲίπελαϲ.
δὲ ϲμύρνηϲ, καϲτορίου, πεπέρεωϲ, ἀνδράχνηϲ καὶ ἄνθουϲ καὶ ϲπέρματοϲ ὀξυβάφου τὸ ἥμιϲυ. ταῦτα πάντα λέαινε ἐν γλυκεῖ Κρητικῷ ἢ ἑτέρῳ τινὶ τῶν ϲπουδαίων.
De venenatis animalibus eorumque remediis. Philumenus. ed. Max Wellmann. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.