(82)
ἵστησιν δὲ ῥοῦν πινόμενα μετ’ οἴνου· γλυκυσίδης κόκκοι πυρροὶ ι′ ἢ ιβ′ σὺν οἴνῳ, ὑποκιστίδος χυλός, πευκεδάνου ὀπός, συμφύτου πετραίου φύλλα καὶ ὁ καρπός, στατικὴ πόα καὶ λαχανευομένη ὡς προσόψημα, βάτου ἀφέψημα καὶ χύλισμα βαλαυστίου 〈ἢ〉 ἀκακίας, σχοίνου τῆς ῥίζης ἀφέψημα καὶ χύλισμα, γῆ Σαμία μετὰ βαλαυστίου, ἐλάτης μυρεψικῆς ἀπόζεμα, ἐλάφου κέρας κεκαυμένον μετ’ ὀξυκράτου, Ἰδαίας ῥίζα ἢ τὰ φύλλα, κλυμένου χύλισμα, λευκογραφίς, λίθος αἱματίτης σὺν χυλῷ ῥοᾶς, Λυσιμάχειος πόα καὶ ὁ χυλὸς αὐτῆς, λωτοῦ τοῦ δένδρου πρισμάτων ἀπόζεμα ἐκλειχόμενον·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.