(81)
καταπλάσσεται δὲ πρὸς λόχια καὶ ἔμμηνα κινεῖ Ἀρτεμισία πολλὴ κατὰ τῶν ὑποχονδρίων. ἐπιτεταμένως δὲ ἄγει ὥστε καὶ ἔμβρυα ἐκτινάσσειν· αἴρινον ἄλευρον πράσου χυλῷ φυραθέν, κυκλαμίνου χυλὸς σὺν ἐλατηρίῳ ἢ αἰρίνῳ ἀλεύρῳ, μυελὸς ἐλάφειος καὶ χαλβάνη καὶ Ἀμμωνιακὸν καὶ ἔλαιον, ἴσα.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.