(8)
πρὸς δὲ τοὺς τὴν τροφὴν ἀποβάλλοντας ἐπιτιθέμενος ὠφελεῖ σπόγγος ἐξ ὄξους δριμέος ἄχρις φλυκταινώσεως ἐπί τε τοὺς πόδας καὶ βραχίονας· ἐπὶ δὲ τοῦ θώρακος καταπλασσόμενος τυρὸς νεαλὴς μετ’ ἀλφίτου ἢ σελίνου φύλλων, ἢ σέριδος 〈φύλλα〉 μετ’ ὄξους καὶ ἀλφίτων, ἢ ἀνδράχνης ὡσαύτως, ἢ κολοκύνθης ξύσματα ὁμοίως.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.