(6)
πρὸς δὲ τοὺς δηγμοὺς τοῦ στομάχου τερμίνθου φύλλα ἀφηψημένα, ὁμοίως σκορδίου χύλισμα, σόγχου χυλὸς μετὰ στροβιλῶν καὶ καρύων πικρῶν καὶ σικύου 〈ἀγρίου〉 σπέρματος, κῶνοι ἐσθιόμενοι καθ’ ἑαυτούς.(7)
καταπλασσόμενα δὲ ὠφελεῖ ἀλγήματα στομάχου· μελίλωτον ἐν οἴνῳ ἑφθὸν μετὰ τηλίνου ἀλεύρου ἢ γύρεως, Κυθώνιον ἑφθὸν σὺν οἰνάνθῃ, [ἢ] πήγανον σὺν μέλιτι.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.