(52)
ἐπὶ δὲ δυσεντερικῶν ἁρμόζει μὲν καὶ τὰ πρὸς κοιλιακοὺς ἐνέματα, ἰδίως δὲ ἐπὶ τῶν περιωδυνούντων· βούτυρον καθ’ ἑαυτὸ πρόσφατον, ἢ μολόχης ἢ τήλεως ἢ λινοσπέρμου ἢ χόνδρου ἢ πτισάνης ἢ ὀρύζης ἢ τράγου ἑψηθέντων καὶ τορυνηθέντων ὁ χυλός. ἐπὶ δὲ τῶν δίχα ἀλγηδόνος ῥευματιζομένων ἁρμόζει ἅλμη μετὰ οἴνου, κέρας ἐλάφειον κεκαυμένον σὺν οἴνῳ λεῖον, πομφόλυξ σὺν οἴνῳ καὶ ῥοδίνῳ, ἀρρενικὸν σὺν χάρτῇ κεκαυμένον διπλασίονι καὶ οἴνῳ·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.