(51)
ἐνίεται δὲ ἐπὶ κοιλιακῶν συμφερόντως καὶ δίδοται δὲ 〈αὐτοῖς〉 ἀμπέλου φύλλων 〈χυλὸς〉 καὶ [χυλὸς] ἀνδράχνης, ἀκακίας, ὑποκιστίδος, ἀρνογλώσσου χυλός, βαλαύστιον, μίλτος Σινωπικὴ μετά τινος τῶν στυφόντων ἀφεψήματος, λωτοῦ ἢ φηγοῦ πρισμάτων ἀφέψημα, ῥοὸς βυρσοδεψικῆς χύλισμα καὶ τὸ ἀφέψημα τῶν φύλλων, φακῆ μετὰ ῥόδων ἀφεψηθεῖσα· πτισάνη σὺν βάτων ἀφεψήματι ἢ μυρσίνης ἢ σφαιρίων κυπαρίσσου, καὶ καθ’ ἑαυτὰ δὲ τὰ ἀφεψήματα χωρὶς πτισάνης ἐνίεται ὠφελίμως.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.