(31)
τὰς δὲ μετὰ ῥευματισμοῦ πολλοῦ ὠφελεῖ ἀφρὸς ἵππειος μετὰ ἡμικοτυλίου ὕδατος πινόμενος. τὰς δὲ σφοδρὰς ἐπιπτώσεις τῆς βηχὸς ὠφελεῖ οἶνος ἐν σκίλλῃ ἐγγλυφείσῃ διανυκτερεύσας καὶ διδόμενος κατὰ τὰς ἐπιθέσεις τῆς βηχός· σίφωνι δὲ λαμβανέσθω, καὶ ὀλίγος διὰ τὴν δριμύτητα. ὠφελεῖ καὶ ὄξος σκίλλινον καταρροφούμενον, ἢ οἶνος ζεστὸς καταρροφούμενος.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.