(31)
βῆχας χρονίους ὠφελεῖ — τὰς γὰρ προσφάτους ἀσύμφορόν ἐστι φαρμακεύειν· δι’ ὑδροποσίας γὰρ καὶ οἰκείου τροφῆς τῆς διὰ ῥοφήματος εὐχερές ἐστι θεραπεύειν — χρονιζούσας δὲ ἰᾶται ταῦτα πινόμενα· ἀκάνθης ῥίζης 〈· α′ μετὰ μέλιτος, ἀρκευθίδες ε′ ἢ ϙ′ ἢ ζ′ ἢ η′ καὶ κεδρίδες πινόμεναι σὺν οἴνῳ ἢ μελικράτῳ, ἀσφοδέλου ῥίζης 〈· α′ μετ’ οἴνου, ἄσφαλτος ἀντὶ καταποτίου λαμβανομένη·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.