(122)
καταπλασσόμενα δὲ ἁρμόζει σκορπιοπλήκτοις καὶ μελισσῶν καὶ σφηκῶν καὶ φαλαγγίων πληγαῖς ταῦτα· βόλβιτον καταπλασθέν, ἕρπυλλον, ἅλες λεῖοι σὺν ὄξει, ἄμωμον μετὰ ὠκίμου, ἀλθαίας φύλλα ἑφθὰ μετὰ ἐλαίου ὀλίγου μιγέντος, τάριχος πᾶν καταπλασσόμενον, ἡλιοτρόπιον τὸ σκορπίουρον καλούμενον, κόνυζα, ὀρίγανον, κρίνου φύλλα, κυκλαμίνου·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.