(121)
〈πρὸς δὲ πληγὰς〉 σκορπίων καὶ φαλαγγίων καὶ σφηκῶν καὶ μελισσῶν ποτὰ σὺν οἴνῳ λαμβανόμενα· ἁβρότονον, ἀγαρικοῦ 〈· α′, ἀγηράτου σπέρμα, ἀδίαντον, ἀείζωον· σκορπιοειδὲς ἰδίως 〈ποιεῖ〉 πρὸς σκορπίου πληγήν, ἕρπυλλος, ἀλθαίας ῥίζης 〈· α′, λυχνίδος σπέρμα. ἰδίως δὲ πρὸς φαλάγγια [συκαμίνου ῥίζης ὀπὸν δὸς πιεῖν ἢ σταφίδας] ὀξαλίδος καρπὸς καὶ ἡ ῥίζα, ὀνογύρου 〈· δ′, ἄμεως 〈· β′·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.