(71)
εἰς δὲ τὸ βρῶμα ἐντιθέμενα ἢ περιπλασσόμενα τῷ ὀδόντι ὠφελεῖ τοὺς ὀδονταλγοῦντας — ἔνια δὲ θρύπτει ἢ σήπει —· ἀμόργη ἡψημένη 〈μετ’〉 ἐλαίου ὀμφακίνου, ἄχρι ἂν γένηται μελιτώδης· αὕτη καὶ περιχριομένου τοῦ ὀδόντος ἐκτινάσσει· βατραχίου ῥίζα ὁμοίως σκευασθεῖσα θρύπτει· ἀμπέλου δάκρυον ἐντιθέμενον μετ’ ὀποπάνακος καὶ σιλφίου, ἄσφαλτος ὑγρὰ σὺν νίτρῳ περιπλασθεῖσα·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.