(70)
διαμασώμενα δὲ καὶ δηχθέντα τῷ πεπονθότι ὀδόντι ὠφελεῖν πέφυκεν λευκακάνθης ῥίζα, κηκῖδος τὸ ἐντός, πυρέθρου ῥίζα. ὠφελήσεις δὲ ὀδονταλγίας ἐνεργῶς τρυγόνος θαλασσίας κέντρου τῷ ἄκρῳ παρατρίβων τὸν ἀλγοῦντα ὀδόντα· σήπεται δὲ τὸ πεπονθὸς μέρος τοῦ ὀδόντος. ἔνιοι δὲ ἐπὶ καλαμίδι ἐγκρύπτοντες αὐτὸ οὕτως χρῶνται, ὑπολαμβάνοντες συμβάλλεσθαι καὶ τοῦτο πρὸς ἀπονίαν.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.