(53)
ἀνακολλήματα 〈τριχῶν· ἀνακολλᾷ〉 δὲ τὰς εἰσκλωμένας ἢ παραφυομένας τρίχας ἐν τοῖς βλεφάροις μαστίχη μηλωτίδι θερμῇ προσαγομένη αὐτοῖς καὶ οὕτως ἀνακολλωμένων ἐπὶ τὴν ἰδίαν τάξιν τῶν τριχῶν· ἤ ἄσφαλτος ὁμοίως, ἢ λιθοκόλλα ὁμοίως, 〈ἢ〉 κοχλίου τὸ κολλῶδας βελόνῃ ἀναλαμβανόμενον, ἢ χονδρίλλης κόμμι ὁμοίως.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.