(52)
τὰς δὲ νυττούσας δίχα ῥευματισμοῦ χρονίου καὶ ἐκτιλείσας τρίχας ἐπὶ τῶν βλεφάρων ὡς τὸ πολὺ οὐκ ἐᾷ φυῆναι μετὰ τὸ ἐκτιλῆναι εὐθέως καταχριόμενα· αἷμα βατράχων τῶν χλωρῶν πρόσφατον καθ’ ἑαυτὸ ἢ μιγὲν χαμαιλέοντι κεκαυμένῳ λευκῷ ἄχρι ἀνθρακώσεως, ἢ αἷμα κόρεως καθ’ ἑαυτό, ἢ καπνοῦ τοῦ ἐν ταῖς κριθαῖς φυομένου ὁ χυλὸς σὺν κόμμει, ἢ τελλῖναι ταριχηραὶ κεκαυμέναι λεῖαι μετὰ κεδρίας, 〈ἢ〉 λωτοῦ κεκαυμένου ἡ τέφρα, ἢ στυπτηρία φορίμη.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.