(48)
μίλφους δὲ καὶ τὰ βεβρωμένα βλέφαρα ὠφελεῖ ἀμόργη ἑψηθεῖσα καὶ ἐγχριομένη· ἢ λύκιον 〈Ἰνδικόν〉, Ἀρμένιον, 〈δ’〉 σὺν ὕδατι ἐγχριόμενον καὶ τὰς τρίχας αὔξει· χυλὸς θαλλίας, ἰὸς σιδήρου ἐπὶ πολλὰς ἡμέρας ἐν ἡλίῳ τριβεὶς μετὰ οἴνου καὶ σμύρνης ⟨καὶ〉 εἰς κολλούριον ἀναπλασθείς, κρομύου χυλὸς σποδίῳ ἀναλημφθείς, λεπὶς χαλκοῦ· ἢ καδμεία λεπτὴ ἀναλημφθεῖσα μέλιτι καὶ καεῖσα ἐν χυτριδίῳ καινῷ πηλᾷ τε κεραμικῷ πεπωμασμένῳ, ἔπειτα ὀπτηθεῖσα ἐπ’ ἀνθρακώματος μιγέντων αὐτῇ χαλκοῦ κεκαυμένου ἴσου καὶ στίβεως ἐξ ἡμίσους μέρους.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.