(45)
πτερύγια δὲ τὰ ἐν ὀφθαλμοῖς τήκει προσαγόμενα· κίσηρις ὀπτὴ λεία, σηπίας ὄστρακον λεῖον, ἢ ἅλες καὶ καδμεία λεία, ἅπάντα ἴσα.(46)
τὰ δὲ τραχέα βλέφαρα λεπτύνει ἐγχριόμενα σὺν μέλιτι λεῖα — δεῖ δὲ πυριᾶν ὕδατι μετὰ τὴν ἔγχρισιν, μέχρι παύσωνται δακνόμενοι —· ἰὸς χαλκοῦ καὶ σιδήρου σκωρία κεκαυμένη, χάλκανθος κεκαυμένη, μίσυ κεκαυμένον, χαλκῖτις κεκαυμένη·(47)
ξύειν δὲ δεῖ τὰ τετυλωμένα ἐκστρέφοντα τὰ βλέφαρα ἐρινεοῦ φύλλοις τραχέσιν, ἢ σμιλίῳ, ἢ σηπίας ὀστράκῳ σχηματισθέντι εἰς κολλούριον, καὶ ἰῷ ἀναλημφθέντι κόμμει εἰς κολλούριον.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.