(39)
προπτώσεις δὲ ὀφθαλμῶν στέλλει καταπλασσόμενα, εἰ μὲν ἀλγήματα εἴη, λινόσπερμον καὶ τῆλις σὺν ὑδρομέλιτι ἑφθά· εἰ δὲ παρήκμασεν τὰ ἀλγήματα ἢ μηδὲ ἐγένετο, εὐθέως ἐπὶ τὰ στύφειν τε καὶ ψύχειν δυνάμενα παραγίνεσθαι δεῖ, ὁποῖά ἐστι βάτου φύλλα, μελίλωτον σὺν γλυκεῖ καὶ ᾠοῦ ἑφθοῦ λεκίθοις καὶ κρόκῳ, κυάμινον ἄλευρον σὺν ῥόδοις, λινόσπερμον σὺν ὕδατι καὶ λιβανωτῷ καὶ σμύρνῃ, μελάνθιον σὺν ἀλφίτῳ λεῖον, μηκώνιον σὺν λεκίθῳ ᾠοῦ ὀπτοῦ καὶ κηρωτῇ, πήγανον σὺν ἀλφίτῳ.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.