(38)
ὑποδρομὰς δὲ αἵματος θεραπεύει ἐγχριόμενον αἷμα περιστερᾶς πρόσφατον, τρυγόνος, πέρδικος, φάττης· γάλα γυναικεῖον σὺν λιβανωτῷ, κόκκος βαφικὴ σὺν γάλακτι ὁμοίως, αἱματίτης λίθος σὺν γάλακτι γυναικείῳ, ὕσσωπον λεῖον ἐνδεθὲν εἰς ὀθόνιον καὶ ἀποβαπτόμενον εἰς ὕδωρ θερμὸν πυριωμένου τοῦ ὀφθαλμοῦ, ἄσφαλτος καὶ λίβανος ἴσα ὑποθυμιαθέντα.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.