(34)
πρὸς δὲ τὰ κεχρονισμένα ἕλκη καὶ ῥεύματα ἁρμόζει λεῖα ἐγχριόμενα· λίθος γαλακτίτης, λίθος 〈ὁ〉 θυίτης καλούμενος, λίθος σάπφειρος σὺν γάλακτι, χαλκὸς κεκαυμένος σὺν γάλακτι, θρίδακος ἀγρίας ὀπὸς σὺν γυναικείῳ γάλακτι· τοῦτο καὶ τὰ ἐπικαύματα θεραπεύει· ἐλαίας τῶν φύλλων χύλισμα, λευκογραφὶς σὺν γάλακτι’ αὕτη δὲ ποιεῖ 〈καὶ〉 πρὸς ἕλκη καὶ πρὸς ἐπικαύματα. πινόμενον δὲ ἵστησιν ῥεύματα χρόνια κύμινον σὺν οἴνῳ καὶ ὕδατι λαμβανόμενον.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.