(33)
καὶ τὰς περιωδυνίας 〈δὲ〉 παύει κρόκος σὺν γάλακτι, σπόδιον σὺν κωνείου χυλίσματι, ὄπιον ὁμοίως, χαλκὸς κεκαυμένος, λίθος 〈αἱματίτης〉 μετὰ γάλακτος γυναικείου καὶ μάλιστα ἐπὶ παιδίου ἐνσταζόμενος. ποιεῖ δὲ ἄκρως καὶ τοῦτο τὸ ἔγχρισμα· ἀγρώστεως χυλοῦ τῆς ἐν Παρνασσῷ καὶ μελιλώτου ἴσα, σμύρνης 〈τὸ〉 ἥμισυ, πεπέρεως καὶ λιβανωτοῦ τὸ τρίτον, οἴνου καὶ μέλιτος σύμμετρον, ἕψε ἐν χαλκοῖς καὶ χρῶ.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.