(32)
ἐγχυματιζόμενα δὲ ὠφελεῖ ἁπλᾶ καὶ ἀπερίεργα ὄντα καὶ στέλλοντα ταχέως τὰς ἐπιφορὰς καὶ τὰ ἕλκη πληροῦντα καὶ ἀποκαθαίροντα· σπόδιον καὶ ὀπὸς 〈σιλφίου〉 ἴσα μειγνύμενα αὑτοῖς εἰς ἀνάπλασιν, ἀειζώου χυλὸς καὶ ἀνδράχνης κατὰ τὸ πρόσφατον ἐγχυματιζόμενοι καὶ μετὰ κόμμεως καὶ σποδίου ἡμίσους ἀναπλασθέντες καὶ ἀναχριόμενοι, καὶ ἀρνογλώσσου χυλός, ἀκακίας χυλός, γλαυκίου χυλός, ὠκίμου 〈χυλὸς〉 σὺν οἴνῳ.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.