(201)
γαγγραίνας δὲ περιχαράσσει αἴρινον ἄλευρον σὺν ῥαφάνῳ καὶ ἁλσὶν καταπλασσόμενον, βράθυος φύλλα, σταφὶς σὺν ῥαφάνου φλοιῷ ἢ ῥαφάνου φλοιὸς σὺν μέλιτι, καρύων βασιλικῶν παλαιῶν τὸ ἐντός, κύτινοι ἑφθοὶ μετὰ σιδίων, λίθος ὀστρακίτης σὺν μέλιτι, μυρσίνης φύλλα ἑφθὰ ἐν οἴνῳ λεῖα μετὰ μέλιτος, ὄροβος σὺν μέλιτι·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.