(200)
τὰς δὲ ἐπιγινομένας νομὰς καὶ σηπεδόνας θεραπεύει ἀρσενικὸν καὶ ἄσβεστος μετὰ σανδαράκης καὶ χάρτου κεκαυμένου, νίτρον σὺν ἀσβέστῳ καὶ τρυγὶ ἢ ὄξει ἢ ὕδατι, στυπτηρία πᾶσα κεκαυμένη σὺν διπλασίοσιν ἁλσίν, σῶρι κεκαυμένον, λεπὶς καὶ κίσηρις κεκαυμένη ἴσα, ἅλες ὡς ὅτι πλεῖστοι ἀναλημφθέντες πίσσῃ ὑγρᾷ·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.