(183)
τὰ δὲ παλαιὰ ἀπουλοῖ πίτυος φλοιὸς σὺν κηρωτῇ μυρσινίνῃ, ἢ διφρυγὲς λεῖον καταπασσόμενον, Εὐπατορίου φύλλα λεῖα σὺν ὀξυγγίῳ, θηλυπτερίδος ῥίζα λεία, ἰξὸς σὺν λιβανωτῷ, ἰὸς μετὰ διφρυγοῦς ἴσου καὶ μετὰ κηρωτῆς μυρσινίνης, καδμεία μετὰ κηρωτῆς, Κενταύρειον 〈τὸ λεπτὸν〉 χλωρὸν λεῖον, κισσοῦ ἄνθη μετὰ κηρωτῆς·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.