(182)
πρεσβυτικὰ δὲ ἀπουλοῖ ἕλκη ἀναγαλλὶς μετὰ κηρωτῆς, ἄρου φύλλα ἑφθὰ ἐν οἴνῳ ἐπιτιθέμενα, κριθαὶ καεῖσαι καὶ ψιμύθιον μετὰ κηρωτῆς μυρσινίνης τριπλασίονος· ᾠῶν λέκιθοι καὶ λιθάργυρος ὁμοίως κηρωτῇ ἀναλημφθέντα, κηρωτὴ μετὰ μολύβδου κεκαυμένου, μυρσίνη, πίτυος φλοιὸς ὁμοίως.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.