(163)
πρὸς δὲ τὰ ἐπιπόλαια τραύματα πολύκνημον λεῖον, τὸ ἐν τοῖς θυλακίοις τῆς πτελέας ὑγρόν, καὶ ὁ φλοιὸς δὲ αὐτῆς ἐπιδεόμενος — ἔστι γὰρ ὡς φιλύρα — κολλᾷ καὶ ἀφλέγμαντα ποιεῖ· πρίνου φλοιὸς λεῖος, ῥᾶ λεῖον σὺν οἴνῳ, σύμφυτον λεῖον, περιστέριον λεῖον, σκόροδα καέντα καταπλασσόμενα· παραδόξως δὲ τὰς διακοπὰς τῶν νεύρων καὶ τὰ πρόσφατα τραύματα παρακολλᾷ ἄγχουσα καταπλασθεῖσα.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.