(162)
τραύματα δὲ πρόσφατα καὶ ἀφεστῶτα κολλᾷ καὶ κόλπους μικρύνει καὶ σφίγγει καταπλασσόμενα λεῑα· ἀείζωον, λογχῖτις, χαμαίπιτυς, Ἡρακλεία, ἐλελίσφακος, ἕλιξ ἀμπέλου, ἀναγαλλίς, ἀνδρόσαιμον, ἀρνόγλωσσον, βάτου φύλλα, ἀλόη σὺν ὄξει μετὰ μοτῶν καὶ καθ’ ἑαυτήν, ἀμόργη ἡψημένη μετὰ μοτῶν, ἀλθαίας ῥίζα σὺν οἴνῳ ἑψηθεῖσα, ἀγριελαίας 〈φύλλα〉 σὺν μέλιτι, ἀκτῆς φύλλα λεῖα, ἀριστολοχείας ῥίζα σὺν ὄξει, γλυκύρριζα πρόσφατος κοπεῖσα καὶ καταπλασθεῖσα ἢ ἑψηθεῖσα ἐν ὕδατι, ἐλαφοβόσκου ῥίζα λεία, σμύρνα σὺν ὕδατι καταχρισθεῖσα καὶ ἐπιπασθεῖσα ξηρά, λίβανος ὁμοίως·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.