(92)
ἱστορεῖται δὲ ἀρρενοτοκεῖν ποιεῖν μεθ’ ὕδατος κυάθων γ′ πρὸ τῆς συνόδου καὶ πρὸ τοῦ δείπνου ἐπὶ ἡμέρας μ′ ὄρχεως τῆς βοτάνης τῆς μείζονος 〈ῥίζης〉 τὸ ἀπόζεμα πινόμενον, ἢ αὐτὴ ἐσθιομένη ὑπὸ τῶν ἀνδρῶν — ἡ δὲ ἐλάττων θηλυγονίαν ποιεῖ ὑπὸ τῶν γυναικῶν ἐσθιομένη —, ὄρχεις ἀλεκτρυόνος λευκοῦ μετὰ τὴν σύλλημψιν πρὶν ἑτέρου τινος γεύσα σθαι καταποθέντες.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.