(92)
ἱστορεῖται δὲ ἀρρενοτοκεῖν ποιεῖν μεθ’ ὕδατος κυάθων γ′ πρὸ τῆς συνόδου καὶ πρὸ τοῦ δείπνου ἐπὶ ἡμέρας μ′ ὄρχεως τῆς βοτάνης τῆς μείζονος 〈ῥίζης〉 τὸ ἀπόζεμα πινόμενον, ἢ αὐτὴ ἐσθιομένη ὑπὸ τῶν ἀνδρῶν — ἡ δὲ ἐλάττων θηλυγονίαν ποιεῖ ὑπὸ τῶν γυναικῶν ἐσθιομένη —, ὄρχεις ἀλεκτρυόνος λευκοῦ μετὰ τὴν σύλλημψιν πρὶν ἑτέρου τινος γεύσα σθαι καταποθέντες.(93)
φυλάσσειν δὲ ἱστορεῖται τὸ συλλημφθὲν πηγνύμενον προστεθεὶς λίθος ὁ ἐν τῇ Σαμίᾳ γῇ εὑρισκόμενος λεῖος.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.